Humanitext Reader

柏拉图 · 巴门尼德篇 §128-129

芝诺的写作意图与苏格拉底论形相的结合

第 2 段,共 36 段 · 希腊语

内容简介

芝诺透露,他的著作是在年轻时出于好胜心而写,旨在维护巴门尼德关于“一”的学说。对此,苏格拉底反驳说,具体的具象事物同时具有相反的性质并不足为奇,但如果有人能证明形相本身(如相似性与不相似性,或一与多)可以在它们自身中相互结合和分离,那才是真正令人惊叹的。

§128οὔκ, ἀλλά, φάναι τὸν Ζήνωνα, καλῶς συνῆκας ὅλον τὸ γράμμα ὃ βούλεται.
芝诺说:“不,相反,你很好地理解了这篇著作的全部意图。
μανθάνω, εἰπεῖν τὸν Σωκράτη, ὦ Παρμενίδη, ὅτι Ζήνων ὅδε οὐ μόνον τῇ ἄλλῃ σου φιλίᾳ βούλεται ᾠκειῶσθαι, ἀλλὰ καὶ τῷ συγγράμματι.
” 苏格拉底说:“巴门尼德啊,我明白,这位芝诺不仅希望在其他方面与你有深厚的交情,而且也希望通过他的著作与你紧密相连。
ταὐτὸν γὰρ γέγραφε τρόπον τινὰ ὅπερ σύ, μεταβάλλων δὲ ἡμᾶς πειρᾶται ἐξαπατᾶν ὡς ἕτερόν τι λέγων.
因为他在某种程度上写了和你同样的内容,但通过改变表达方式,他试图欺骗我们,好像他在说些别的事情似的。
σὺ μὲν γὰρ ἐν τοῖς ποιήμασιν ἓν φῂς εἶναι τὸ πᾶν, καὶ τούτων τεκμήρια παρέχῃ καλῶς τε καὶ εὖ· ὅδε δὲ αὖ οὐ πολλά φησιν εἶναι, τεκμήρια δὲ καὶ αὐτὸς πάμπολλα καὶ παμμεγέθη παρέχεται.
因为你在你的诗作中说,万物是一,并且你非常完美地为之提供了证据;而他则反过来主张‘没有多’,他自己也提供了非常多且极其强有力的证据。
τὸ οὖν τὸν μὲν ἓν φάναι, τὸν δὲ μὴ πολλά, καὶ οὕτως ἑκάτερον λέγειν ὥστε μηδὲν τῶν αὐτῶν εἰρηκέναι δοκεῖν σχεδόν τι λέγοντας ταὐτά, ὑπὲρ ἡμᾶς τοὺς ἄλλους φαίνεται ὑμῖν τὰ εἰρημένα εἰρῆσθαι.
因此,你们中一个说‘是一’,另一个说‘没有多’,并且各自以这样的一种方式叙述,以至于虽然你们说的几乎是同一回事,却显得好像完全没有说过任何相同的话。 在我们其他人看来,这些话似乎是被你们以一种远远超越我们的方式所说出的。
ναί, φάναι τὸν Ζήνωνα, ὦ Σώκρατες.
” 芝诺说:“是的,苏格拉底。
σὺ δʼ οὖν τὴν ἀλήθειαν τοῦ γράμματος οὐ πανταχοῦ ᾔσθησαι.
但无论如何,你并没有在所有方面都察觉到这篇著作的真相。
καίτοι ὥσπερ γε αἱ Λάκαιναι σκύλακες εὖ μεταθεῖς τε καὶ ἰχνεύεις τὰ λεχθέντα· ἀλλὰ πρῶτον μέν σε τοῦτο λανθάνει, ὅτι οὐ παντάπασιν οὕτω σεμνύνεται τὸ γράμμα, ὥστε ἅπερ σὺ λέγεις διανοηθὲν γραφῆναι, τοὺς ἀνθρώπους δὲ ἐπικρυπτόμενον ὥς τι μέγα διαπραττόμενον·
然而,你确实像斯巴达猎犬一样,非常好地追逐并搜寻着所说的话;但首先,这一点被你忽略了:这篇著作其实并没有那么全面地自命不凡,以至于像你所说的那样,是在抱着某种意图而写成,并向人们隐瞒起来以显得自己在成就某种伟业。
ἀλλὰ σὺ μὲν εἶπες τῶν συμβεβηκότων τι, ἔστι δὲ τό γε ἀληθὲς βοήθειά τις ταῦτα τῷ Παρμενίδου λόγῳ πρὸς τοὺς ἐπιχειροῦντας αὐτὸν κωμῳδεῖν ὡς εἰ ἕν ἐστι, πολλὰ καὶ γελοῖα συμβαίνει πάσχειν τῷ λόγῳ καὶ ἐναντία αὑτῷ.
你所说的只是它偶然的特征,而真相是,这些文字是对巴门尼德学说的一种协助,用以反驳那些企图嘲弄它的人。 那些人声称,如果‘是一’,那么该学说就会陷入许多滑稽的后果和自相矛盾之中。
ἀντιλέγει δὴ οὖν τοῦτο τὸ γράμμα πρὸς τοὺς τὰ πολλὰ λέγοντας, καὶ ἀνταποδίδωσι ταὐτὰ καὶ πλείω, τοῦτο βουλόμενον δηλοῦν, ὡς ἔτι γελοιότερα πάσχοι ἂν αὐτῶν ἡ ὑπόθεσις, εἰ πολλά ἐστιν, ἢ ἡ τοῦ ἓν εἶναι, εἴ τις ἱκανῶς ἐπεξίοι.
因此,这篇著作反驳了那些主张‘多’的人,并以同样甚至更多的论据予以回敬,意在表明,如果有人能充分加以追究,那么他们的‘有多’的假设,比起‘是一’的假设来,会陷入更滑稽的境地。
διὰ τοιαύτην δὴ φιλονικίαν ὑπὸ νέου ὄντος ἐμοῦ ἐγράφη, καί τις αὐτὸ ἔκλεψε γραφέν, ὥστε οὐδὲ βουλεύσασθαι ἐξεγένετο εἴτʼ ἐξοιστέον αὐτὸ εἰς τὸ φῶς εἴτε μή.
正是由于这样一种好胜心,我在年轻时写下了它,但在写完后有人把它偷走了,以至于我甚至没有机会去权衡,是否应该把它公之于众。
ταύτῃ οὖν σε λανθάνει, ὦ Σώκρατες, ὅτι οὐχ ὑπὸ νέου φιλονικίας οἴει αὐτὸ γεγράφθαι, ἀλλʼ ὑπὸ πρεσβυτέρου φιλοτιμίας·
因此,苏格拉底,在这个方面你忽略了:你以为它不是由年轻人的好胜心写成,而是由年长者的功名心所写。
ἐπεί, ὅπερ γʼ εἶπον, οὐ κακῶς ἀπῄκασας.
不过,正如我所说,你的猜测并不坏。
§129ἀλλʼ ἀποδέχομαι, φάναι τὸν Σωκράτη, καὶ ἡγοῦμαι ὡς λέγεις ἔχειν.
” 苏格拉底说:“好,我接受,并且我认为正如你所说的那样。
τόδε δέ μοι εἰπέ· οὐ νομίζεις εἶναι αὐτὸ καθʼ αὑτὸ εἶδός τι ὁμοιότητος, καὶ τῷ τοιούτῳ αὖ ἄλλο τι ἐναντίον, ὃ ἔστιν ἀνόμοιον·
但请告诉我:你不认为存在着一个 129a¦ 本身独立的、属于相似性的某种形形相吗? 以及与此相反的另一个形相,即不相似性?
τούτοιν δὲ δυοῖν ὄντοιν καὶ ἐμὲ καὶ σὲ καὶ τἆλλα ἃ δὴ πολλὰ καλοῦμεν μεταλαμβάνειν;
在这两者存在的前提下,我和你以及我们称为‘多’的其他一切事物,不都分有着它们吗?
καὶ τὰ μὲν τῆς ὁμοιότητος μεταλαμβάνοντα ὅμοια γίγνεσθαι ταύτῃ τε καὶ κατὰ τοσοῦτον ὅσον ἂν μεταλαμβάνῃ, τὰ δὲ τῆς ἀνομοιότητος ἀνόμοια, τὰ δὲ ἀμφοτέρων ἀμφότερα;
那些分有着相似性的事物,因为分有并在分有的范围内变得相似,而分有着不相似性的事物则变得不相似,分有着两者的事物则兼具两者,不是这样吗?
εἰ δὲ καὶ πάντα ἐναντίων ὄντων ἀμφοτέρων μεταλαμβάνει, καὶ ἔστι τῷ μετέχειν ἀμφοῖν ὅμοιά τε καὶ ἀνόμοια αὐτὰ αὑτοῖς, τί θαυμαστόν;
如果万物都分有着这两者,即使它们是相反的,且通过分有这两者,事物在它们自身中既相似又不相似,这有什么好奇怪的呢?
εἰ μὲν γὰρ αὐτὰ τὰ ὅμοιά τις ἀπέφαινεν ἀνόμοια γιγνόμενα ἢ τὰ ἀνόμοια ὅμοια, τέρας ἂν οἶμαι ἦν· εἰ δὲ τὰ τούτων μετέχοντα ἀμφοτέρων ἀμφότερα ἀποφαίνει πεπονθότα, οὐδὲν ἔμοιγε, ὦ Ζήνων, ἄτοπον δοκεῖ, οὐδέ γε εἰ ἓν ἅπαντα ἀποφαίνει τις τῷ μετέχειν τοῦ ἑνὸς καὶ ταὐτὰ ταῦτα πολλὰ τῷ πλήθους αὖ μετέχειν.
因为如果有人能指出,相似性本身变得不相似,或者不相似性本身变得相似,我想这确实会是一件奇事;但如果他指出,那些分有着这两者的事物同时遭受着这两种状态,芝诺啊,在我看来这没有任何奇怪之处。 甚至,如果有人指出,万物通过分有‘一’而是一,而这些同样的事物又通过分有‘多’常是多,这也同样不奇怪。
ἀλλʼ εἰ ὃ ἔστιν ἕν, αὐτὸ τοῦτο πολλὰ ἀποδείξει καὶ αὖ τὰ πολλὰ δὴ ἕν, τοῦτο ἤδη θαυμάσομαι. καὶ περὶ τῶν ἄλλων ἁπάντων ὡσαύτως·
但是,如果有人能证明‘是一’的东西本身就是多,或者反过来,多本身是一,那我就真的要惊叹了。
εἰ μὲν αὐτὰ τὰ γένη τε καὶ εἴδη ἐν αὑτοῖς ἀποφαίνοι τἀναντία ταῦτα πάθη πάσχοντα, ἄξιον θαυμάζειν·
对于其他一切事物也是一样:如果他能指出,类和形相本身在它们自身中遭受着这些相反的状态,那确实值得惊叹;但如果有人证明我既是一又是多,这有什么好奇怪的呢?
εἰ δʼ ἐμὲ ἕν τις ἀποδείξει ὄντα καὶ πολλά, τί θαυμαστόν, λέγων, ὅταν μὲν βούληται πολλὰ ἀποφῆναι, ὡς ἕτερα μὲν τὰ ἐπὶ δεξιά μού ἐστιν, ἕτερα δὲ τὰ ἐπʼ ἀριστερά, καὶ ἕτερα μὲν τὰ πρόσθεν, ἕτερα δὲ τὰ ὄπισθεν, καὶ ἄνω καὶ κάτω ὡσαύτως—πλήθους γὰρ οἶμαι μετέχω—ὅταν δὲ ἕν, ἐρεῖ ὡς ἑπτὰ ἡμῶν ὄντων εἷς ἐγώ εἰμι ἄνθρωπος μετέχων καὶ τοῦ ἑνός·
当他想表明我是多时,他会说我的右侧和左侧是不同的,我的前胸和后背是不同的,上下也是如此——因为我认为我分有着‘多’;而当他想表明我是一时,他会说,在我们这七个人中,我是一个人,同样也分有着‘一’。
ὥστε ἀληθῆ ἀποφαίνει ἀμφότερα.
所以,他证明了两者都是真实的。
ἐὰν οὖν τις τοιαῦτα ἐπιχειρῇ πολλὰ καὶ ἓν ταὐτὸν ἀποφαίνειν, λίθους καὶ ξύλα καὶ τὰ τοιαῦτα, τὶ φήσομεν αὐτὸν πολλὰ καὶ ἓν ἀποδεικνύναι, οὐ τὸ ἓν πολλὰ οὐδὲ τὰ πολλὰ ἕν, οὐδέ τι θαυμαστὸν λέγειν, ἀλλʼ ἅπερ ἂν πάντες ὁμολογοῖμεν·
因此,如果有人企图在石头、木头以及此类事物上展示这种‘多’和‘一’的统一,我们会说他展示的是它们有‘多’和‘一’,而不是‘一就是多’或‘多就是一’,并且他没有说出任何令人惊奇的事,而只是说了我们所有人都会同意的话。
ἐὰν δέ τις ὧν νυνδὴ ἐγὼ ἔλεγον πρῶτον μὲν διαιρῆται χωρὶς αὐτὰ καθʼ αὑτὰ τὰ εἴδη, οἷον ὁμοιότητά τε καὶ ἀνομοιότητα καὶ πλῆθος καὶ τὸ ἓν καὶ στάσιν καὶ κίνησιν καὶ πάντα τὰ τοιαῦτα, εἶτα ἐν ἑαυτοῖς ταῦτα δυνάμενα συγκεράννυσθαι καὶ διακρίνεσθαι ἀποφαίνῃ, ἀγαίμην ἂν ἔγωγʼ, ἔφη, θαυμαστῶς, ὦ Ζήνων.
但正如我刚才所说,如果有人首先把形相本身独立地划分开来,例如相似性和不相似性、多和一、静止和运动以及所有此类事物,然后指出它们在它们自身中能够相互结合和分离,芝诺啊,”他说,“那我将会无比惊叹,大加赞赏。 ”

词汇与语法注释

  1. 128bὑπὲρ ἡμᾶς τοὺς ἄλλους φαίνεται ὑμῖν τὰ εἰρημένα εἰρῆσθαι. — 此处的 `ὑμῖν` 应当解释为与动词完成时被动不定式 `εἰρῆσθαι` 连用的“施事者与格”(即“被你们说出”)。如果将其解释为依附于 `φαίνεται`(“在你们看来”),则全句意为“在你们看来,你们所说的话似乎超越了我们其他人”,这不符合苏格拉底带有讽刺意味的赞美语境,即“你们两人的讨论方式(在我们看来)已经远远超越了我们其他人”。
  2. 128cὥστε ἅπερ σὺ λέγεις διανοηθὲν γραφῆναι, τοὺς ἀνθρώπους δὲ ἐπικρυπτόμενον — 分词 `διανοηθέν`(被动分词,此处作主动/异用意)和 `ἐπικρυπτόμενον`(中动分词)的主语是前文的 `τὸ γράμμα`(这篇著作)。这是一种拟人化修辞,将书本身描绘为“怀着某种意图而被写下”和“向人们隐瞒自己”。
  3. 129aἐναντίων ὄντων ἀμφοτέρων — 这是一个属格独立结构,其中 `ἀμφοτέρων` 是逻辑主语,`ἐναντίων` 是表语,表示“尽管两者是相反的”或“在两者相反的前提下”。

引用这一段

柏拉图, 巴门尼德篇 §128-129. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:128-129

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。