Humanitext Reader

柏拉图 · 巴门尼德篇 §126-127

凯法洛斯的序引与安提丰转述回忆的开始

第 1 段,共 36 段 · 希腊语

内容简介

凯法洛斯一行在雅典遇到阿德曼托斯等人,并去拜访记住了芝诺论证的安提丰。安提丰开始转述皮托多罗斯的回忆,讲述年轻的苏格拉底如何拜访巴门尼德和芝诺,在听完芝诺著作的朗读后,就“多”的存在问题展开辩论。

§126ἐπειδὴ Ἀθήναζε οἴκοθεν ἐκ Κλαζομενῶν ἀφικόμεθα, κατʼ ἀγορὰν ἐνετύχομεν Ἀδειμάντῳ τε καὶ Γλαύκωνι·
当我们从克拉佐美奈的家中来到雅典时,我们在广场上遇到了阿德曼托斯和格劳孔。
καί μου λαβόμενος τῆς χειρὸς ὁ Ἀδείμαντος, Χαῖρʼ, ἔφη, ὦ Κέφαλε, καὶ εἴ του δέῃ τῶν τῇδε ὧν ἡμεῖς δυνατοί, φράζε.
阿德曼托斯握着我的手说:“欢迎,凯法洛斯! 如果这里有你需要而我们力所能及的事,尽管开口。
ἀλλὰ μὲν δή, εἶπον ἐγώ, πάρειμί γε ἐπʼ αὐτὸ τοῦτο, δεησόμενος ὑμῶν.
”“的确,”我说,“我来这里正是为了这个目的,想向你们提出请求。
λέγοις ἄν, ἔφη, τὴν δέησιν.
”“那就请说出你的请求吧,”他说。
καὶ ἐγὼ εἶπον· τῷ ἀδελφῷ ὑμῶν τῷ ὁμομητρίῳ τί ἦν ὄνομα;
我说:“你们同母异父的兄弟叫什么名字?
οὐ γὰρ μέμνημαι.
因为我不记得了。
παῖς δέ που ἦν, ὅτε τὸ πρότερον ἐπεδήμησα δεῦρο ἐκ Κλαζομενῶν· πολὺς δὲ ἤδη χρόνος ἐξ ἐκείνου.
我以前从克拉佐美奈来这里暂住时,他大概还是个孩子,从那时起已经过去很久了。
τῷ μὲν γὰρ πατρί, δοκῶ, Πυριλάμπης ὄνομα.
我想,他的父亲名叫皮里兰佩斯吧。
πάνυ γε, ἔφη.
”“没错,”他说。
αὐτῷ δέ γε;
“那他自己呢?
Ἀντιφῶν.
”“安提丰。
ἀλλὰ τί μάλιστα πυνθάνῃ;
但你为什么特别问起这个?
οἵδε, εἶπον ἐγώ, πολῖταί τʼ ἐμοί εἰσι, μάλα φιλόσοφοι, ἀκηκόασί τε ὅτι οὗτος ὁ Ἀντιφῶν Πυθοδώρῳ τινὶ Ζήνωνος ἑταίρῳ πολλὰ ἐντετύχηκε, καὶ τοὺς λόγους, οὕς ποτε Σωκράτης καὶ Ζήνων καὶ Παρμενίδης διελέχθησαν, πολλάκις ἀκούσας τοῦ Πυθοδώρου ἀπομνημονεύει.
”“这些人,”我说,“是我的同胞,非常热爱哲学,他们听说这位安提丰曾多次会见芝诺的朋友,一个叫皮托多罗斯的人,而且由于多次听皮托多罗斯讲述苏格拉底、芝诺和巴门尼德曾经进行过的讨论,他把它们都记在了心里。
ἀληθῆ, ἔφη, λέγεις.
”“你说得对,”他说。
τούτων τοίνυν, εἶπον, δεόμεθα διακοῦσαι.
“那么,”我说,“我们希望能详尽地听听这些讨论。
ἀλλʼ οὐ χαλεπόν, ἔφη· μειράκιον γὰρ ὢν αὐτοὺς εὖ μάλα διεμελέτησεν, ἐπεὶ νῦν γε κατὰ τὸν πάππον τε καὶ ὁμώνυμον πρὸς ἱππικῇ τὰ πολλὰ διατρίβει.
”“这并不难,”他说,“因为他年轻时曾非常彻底地练习过这些讨论,虽然现在他效仿与他同名的祖父,把大部分时间花在了骑马。
ἀλλʼ εἰ δεῖ, ἴωμεν παρʼ αὐτόν· ἄρτι γὰρ ἐνθένδε οἴκαδε οἴχεται, οἰκεῖ δὲ ἐγγὺς ἐν Μελίτῃ.
但如果有必要,我们去他家吧;因为他刚才从这里回家了,他就住在附近的梅里特。
§127ταῦτα εἰπόντες ἐβαδίζομεν, καὶ κατελάβομεν τὸν Ἀντιφῶντα οἴκοι, χαλινόν τινα χαλκεῖ ἐκδιδόντα σκευάσαι·
” 说了这些话,我们便走过去,在家里找到了安提丰,他正把一个马嚼子交给铁匠去制作。
ἐπειδὴ δὲ ἐκείνου ἀπηλλάγη οἵ τε ἀδελφοὶ ἔλεγον αὐτῷ ὧν ἕνεκα παρεῖμεν, ἀνεγνώρισέν τέ με ἐκ τῆς προτέρας ἐπιδημίας καί με ἠσπάζετο, καὶ δεομένων ἡμῶν διελθεῖν τοὺς λόγους, τὸ μὲν πρῶτον ὤκνει—πολὺ γὰρ ἔφη ἔργον εἶναι— ἔπειτα μέντοι διηγεῖτο.
当他打发走那个人,他的兄弟们告诉他我们来此的目的时,他想起了我以前的暂住并欢迎我。 当我们请求他讲述那些讨论时,他起初有些犹豫——因为他说这是一件繁重的工作——但随后他确实讲述了。
ἔφη δὲ δὴ ὁ Ἀντιφῶν λέγειν τὸν Πυθόδωρον ὅτι ἀφίκοιντό ποτε εἰς Παναθήναια τὰ μεγάλα Ζήνων τε καὶ Παρμενίδης.
安提丰说,皮托多罗斯曾说,有一次芝诺和巴门尼德来参加大泛雅典娜节。
τὸν μὲν οὖν Παρμενίδην εὖ μάλα ἤδη πρεσβύτην εἶναι, σφόδρα πολιόν, καλὸν δὲ κἀγαθὸν τὴν ὄψιν, περὶ ἔτη μάλιστα πέντε καὶ ἑξήκοντα· Ζήνωνα δὲ ἐγγὺς τῶν τετταράκοντα τότε εἶναι, εὐμήκη δὲ καὶ χαρίεντα ἰδεῖν, καὶ λέγεσθαι αὐτὸν παιδικὰ τοῦ Παρμενίδου γεγονέναι.
此时巴门尼德已经年纪很大,满头白发,但容貌俊美高尚,大约六十五岁;而芝诺当时接近四十岁,身材修长,仪表堂堂,据说他是巴门尼德的爱人。
καταλύειν δὲ αὐτοὺς ἔφη παρὰ τῷ Πυθοδώρῳ ἐκτὸς τείχους ἐν Κεραμεικῷ·
安提丰说,他们借宿在城墙外凯拉米科斯的皮托多罗斯家中。
οἷ δὴ καὶ ἀφικέσθαι τόν τε Σωκράτη καὶ ἄλλους τινὰς μετʼ αὐτοῦ πολλούς, ἐπιθυμοῦντας ἀκοῦσαι τῶν τοῦ Ζήνωνος γραμμάτων—τότε γὰρ αὐτὰ πρῶτον ὑπʼ ἐκείνων κομισθῆναι—Σωκράτη δὲ εἶναι τότε σφόδρα νέον.
苏格拉底和许多随行的人来到那里,渴望听听芝诺的著作——因为这些著作当时是第一次被他们带到这里——而苏格拉底当时还非常年轻。
ἀναγιγνώσκειν οὖν αὐτοῖς τὸν Ζήνωνα αὐτόν, τὸν δὲ Παρμενίδην τυχεῖν ἔξω ὄντα·
于是,芝诺亲自读给他们听,而巴门尼德刚好在外面。
καὶ εἶναι πάνυ βραχὺ ἔτι λοιπὸν τῶν λόγων ἀναγιγνωσκομένων, ἡνίκα αὐτός τε ἐπεισελθεῖν ἔφη ὁ Πυθόδωρος ἔξωθεν καὶ τὸν Παρμενίδην μετʼ αὐτοῦ καὶ Ἀριστοτέλη τὸν τῶν τριάκοντα γενόμενον, καὶ σμίκρʼ ἄττα ἔτι ἐπακοῦσαι τῶν γραμμάτων· οὐ μὴν αὐτός γε, ἀλλὰ καὶ πρότερον ἀκηκοέναι τοῦ Ζήνωνος.
当这些讨论只剩下极少一部分还没读完时,皮托多罗斯说,他自己从外面进来,巴门尼德和他在一起,还有后来成为三十人僭主之一的亚里士多德,他们还听到了著作的最后一点点内容;不过皮托多罗斯自己以前也听芝诺讲过。
τὸν οὖν Σωκράτη ἀκούσαντα πάλιν τε κελεῦσαι τὴν πρώτην ὑπόθεσιν τοῦ πρώτου λόγου ἀναγνῶναι, καὶ ἀναγνωσθείσης, πῶς, φάναι, ὦ Ζήνων, τοῦτο λέγεις;
苏格拉底听完后,要求他把第一个讨论的第一条假设再读一遍。 读完后,他说:“芝诺,你这是什么意思?
εἰ πολλά ἐστι τὰ ὄντα, ὡς ἄρα δεῖ αὐτὰ ὅμοιά τε εἶναι καὶ ἀνόμοια, τοῦτο δὲ δὴ ἀδύνατον· οὔτε γὰρ τὰ ἀνόμοια ὅμοια οὔτε τὰ ὅμοια ἀνόμοια οἷόν τε εἶναι;
如果存在的事物是多,那么它们就必须既是相似的又是不相似的,但这显然是不可能的;因为既不可能让不相似的事物相似,也不可能让相似的事物不相似。
οὐχ οὕτω λέγεις;
你不是这个意思吗?
οὕτω, φάναι τὸν Ζήνωνα.
”“正是如此,”芝诺说。
οὐκοῦν εἰ ἀδύνατον τά τε ἀνόμοια ὅμοια εἶναι καὶ τὰ ὅμοια ἀνόμοια, ἀδύνατον δὴ καὶ πολλὰ εἶναι;
“那么,如果不相似的事物不可能相似,相似的事物不可能不相似,那么‘多’的存在不也是不可能的吗?
εἰ γὰρ πολλὰ εἴη, πάσχοι ἂν τὰ ἀδύνατα.
因为如果存在多,它们就会陷入不可能的境地。
ἆρα τοῦτό ἐστιν ὃ βούλονταί σου οἱ λόγοι, οὐκ ἄλλο τι ἢ διαμάχεσθαι παρὰ πάντα τὰ λεγόμενα ὡς οὐ πολλά ἐστι;
这难道不就是你的讨论所意图的吗,无非是要反对一切关于‘多’的说法,表明没有‘多’?
καὶ τούτου αὐτοῦ οἴει σοι τεκμήριον εἶναι ἕκαστον τῶν λόγων, ὥστε καὶ ἡγῇ τοσαῦτα τεκμήρια παρέχεσθαι, ὅσουσπερ λόγους γέγραφας, ὡς οὐκ ἔστι πολλά;
而且你认为你的每一篇讨论都是这同一事实的证据,以至于你相信,你写了多少篇讨论,就提供了多少个证据,来证明 128a¦ 没有‘多’?
οὕτω λέγεις, ἢ ἐγὼ οὐκ ὀρθῶς καταμανθάνω;
你是这个意思,还是我理解得不对? ”

词汇与语法注释

  1. 126aμου λαβόμενος τῆς χειρὸς — 意为“握着我的手”。动词λαμβάνομαι(握住、抓住)支配被接触事物的属格。在此处,人称(μου)与身体部位(χειρός)均呈属格;虽然可以将μου解释为修饰χειρός的属格,但整体结构呈现为双重属格的用法。
  2. 126cτοὺς λόγους, οὕς ποτε Σωκράτης καὶ Ζήνων καὶ Παρμενίδης διελέχθησαν — 关系代词οὕ斯作为通常为不及物(或中动)的动词διελέχθησαν的同族宾语(或表示讨论内容的直接宾语)。先行词是主句中ἀπομνημονεύει(记忆)的宾语τοὺς λόγους。
  3. 127aχαλινόν τινα χαλκεῖ ἐκδιδόντα σκευάσαι — 不定式σκευάσαι用作副词性目的或结果状语,与动词ἐκδίδωμι(委托、发出)连用,意为“把马缰交给铁匠去制作”。
  4. 127aἔφη δὲ δὴ ὁ Ἀντιφῶν λέγειν τὸν Πυθόδωρον ὅτι — 双重间接引语结构。在主句动词ἔφη(安提丰说)的支配下,出现了宾格加不定式结构λέγειν τὸν Πυθόδωρον(皮托多罗斯说),而皮托多罗斯说的话又由ὅτι引导。

引用这一段

柏拉图, 巴门尼德篇 §126-127. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:126-127

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。