Humanitext Reader

柏拉图 · 政治家篇 §307-308

勇敢与节制的极端之弊与政治之术的筛选

第 32 段,共 34 段 · 希腊语

内容简介

异邦人解释了温和的品质(节制)与活跃的品质(勇敢)在失去时机时会转变为极端的恶德,而这两者的不和会由于过度渴望和平或战争而导致国家覆灭与奴役。他进而指出,真正的政治之术正如其他组合技术一样,是通过测试与教育筛选出合适的要素,从而将国家织合在一起的监督者。

§307ΞΕ. τί δέ;
异邦人:那么这个又如何?
τὸ τῆς ἠρεμαίας αὖ γενέσεως εἶδος ἆρʼ οὐ πολλάκις ἐπῃνέκαμεν ἐν πολλαῖς τῶν πράξεων;
我们是否也在许多活动中,常常赞美那属于温和生起之物的一种类型呢?
ΝΕ. ΣΩ. καὶ σφόδρα γε.
年轻苏格拉底:确实非常经常。
ΞΕ. μῶν οὖν οὐ τἀναντία λέγοντες ἢ περὶ ἐκείνων τοῦτο φθεγγόμεθα;
异邦人:那么,我们说出这话,难道不是在说着与针对那些事物时相反的话吗?
ΝΕ. ΣΩ. πῶς;
年轻苏格拉底:怎么讲?
ΞΕ. ὡς ἡσυχαῖά πού φαμεν ἑκάστοτε καὶ σωφρονικά, περί τε διάνοιαν πραττόμενα ἀγασθέντες καὶ κατὰ τὰς πράξεις αὖ βραδέα καὶ μαλακά, καὶ ἔτι περὶ φωνὰς γιγνόμενα λεῖα καὶ βαρέα, καὶ πᾶσαν ῥυθμικὴν κίνησιν καὶ ὅλην μοῦσαν ἐν καιρῷ βραδυτῆτι προσχρωμένην, οὐ τὸ τῆς ἀνδρείας ἀλλὰ τὸ τῆς κοσμιότητος ὄνομα ἐπιφέρομεν αὐτοῖς σύμπασιν.
异邦人:也就是说,我们每次在赞美关于思想的活动时说“温和”和“节制”,在活动中说“缓慢”和“温柔”,进一步在声音方面说“平滑”和“低沉”,以及对于一切有节奏的运动和在合适时机下并用缓慢的整个音乐,我们对所有这些共同应用的不是勇敢的名字,而是规整的名字。
ΝΕ. ΣΩ. ἀληθέστατα.
年轻苏格拉底:最真实不过。
ΞΕ. καὶ μὴν ὁπόταν αὖ γε ἀμφότερα γίγνηται ταῦθʼ ἡμῖν ἄκαιρα, μεταβάλλοντες ἑκάτερα αὐτῶν ψέγομεν ἐπὶ τἀναντία πάλιν ἀπονέμοντες τοῖς ὀνόμασιν.
异邦人:然而,一旦这两者对我们来说又变得不合时宜,我们就会改变态度,责备它们各自,重新将它们归于相反的名字。
ΝΕ. ΣΩ. πῶς;
年轻苏格拉底:怎么讲?
ΞΕ. ὀξύτερα μὲν αὐτὰ γιγνόμενα τοῦ καιροῦ καὶ θάττω καὶ σκληρότερα φαινόμενα ὑβριστικὰ καὶ μανικὰ λέγοντες, τὰ δὲ βαρύτερα καὶ βραδύτερα καὶ μαλακώτερα δειλὰ καὶ βλακικά·
异邦人:当它们变得比时宜更为敏锐、更加迅速并显得更为粗暴时,我们称其为“傲慢”和“疯狂”;而另一方面,对那些更沉重、更缓慢、更温柔的,我们称之为“懦弱”和“迟钝”。
καὶ σχεδὸν ὡς τὸ πολὺ ταῦτά τε καὶ τὴν σώφρονα φύσιν καὶ τὴν ἀνδρείαν τὴν τῶν ἐναντίων, οἷον πολεμίαν διαλαχούσας στάσιν ἰδέας, οὔτʼ ἀλλήλαις μειγνυμένας ἐφευρίσκομεν ἐν ταῖς περὶ τὰ τοιαῦτα πράξεσιν, ἔτι τε τοὺς ἐν ταῖς ψυχαῖς αὐτὰς ἴσχοντας διαφερομένους ἀλλήλοις ὀψόμεθα ἐὰν μεταδιώκωμεν.
而且几乎大体上,我们发现这两者,即节制的天性与相反者的勇敢,仿佛抽签分得了敌对派别的相反型相,在关于此类事物的活动中互不相容,而且如果我们追究下去,就会看到在灵魂中保有它们的人们彼此也是不和的。
ΝΕ. ΣΩ. ποῦ δὴ λέγεις;
年轻苏格拉底:您说在何处能看到呢?
ΞΕ. ἐν πᾶσί τε δὴ τούτοις οἷς νῦν εἴπομεν, ὡς εἰκός τε ἐν ἑτέροις πολλοῖς.
异邦人:在这一切我们刚才说到的事情中,并且很可能也在其他许多事情中。
κατὰ γὰρ οἶμαι τὴν αὑτῶν ἑκατέροις συγγένειαν τὰ μὲν ἐπαινοῦντες ὡς οἰκεῖα σφέτερα, τὰ δὲ τῶν διαφόρων ψέγοντες ὡς ἀλλότρια, πολλὴν εἰς ἔχθραν ἀλλήλοις καὶ πολλῶν πέρι καθίστανται.
因为我认为,根据各自与这两种性质的亲近关系,他们赞美一些东西为自己人,而责备不同性质者的东西为外人,从而彼此之间在许多事情上陷入极大的敌对。
ΝΕ. ΣΩ. κινδυνεύουσιν.
年轻苏格拉底:他们很可能会。
ΞΕ. παιδιὰ τοίνυν αὕτη γέ τις ἡ διαφορὰ τούτων ἐστὶ τῶν εἰδῶν· περὶ δὲ τὰ μέγιστα νόσος συμβαίνει πασῶν ἐχθίστη γίγνεσθαι ταῖς πόλεσιν.
异邦人:因此,这些型相之间的这种分歧还只是一种戏谑;但在最重大的事情上,它却成了对城邦而言所有疾病中最可憎的一种。
ΝΕ. ΣΩ. περὶ δὴ ποῖα φῄς;
年轻苏格拉底:您是指关于什么样的事情?
ΞΕ. περὶ ὅλην, ὥς γε εἰκός, τὴν τοῦ ζῆν παρασκευήν.
异邦人:自然是关于生活的整个预备。
οἱ μὲν γὰρ δὴ διαφερόντως ὄντες κόσμιοι τὸν ἥσυχον ἀεὶ βίον ἕτοιμοι ζῆν, αὐτοὶ καθʼ αὑτοὺς μόνοι τὰ σφέτερα αὐτῶν πράττοντες, οἴκοι τε αὖ πρὸς ἅπαντας οὕτως ὁμιλοῦντες, καὶ πρὸς τὰς ἔξωθεν πόλεις ὡσαύτως ἕτοιμοι πάντα ὄντες τρόπον τινὰ ἄγειν εἰρήνην·
因为那些格外规整的人总是准备过着宁静的生活,只顾自己处理自己的事务,在城里也是这样与所有人交往,对待外面的城邦同样准备以各种方式过某种和平的生活。
καὶ διὰ τὸν ἔρωτα δὴ τοῦτον ἀκαιρότερον ὄντα ἢ χρή, ὅταν ἃ βούλονται πράττωσιν, ἔλαθον αὐτοί τε ἀπολέμως ἴσχοντες καὶ τοὺς νέους ὡσαύτως διατιθέντες, ὄντες τε ἀεὶ τῶν ἐπιτιθεμένων, ἐξ ὧν οὐκ ἐν πολλοῖς ἔτεσιν αὐτοὶ καὶ παῖδες καὶ σύμπασα ἡ πόλις ἀντʼ ἐλευθέρων πολλάκις ἔλαθον αὑτοὺς γενόμενοι δοῦλοι.
然而,由于这种爱超出了应有的时宜,当他们做着自己想做的事时,他们没有察觉到自己本身变得不习武,并且使年轻人也处于同样的状态,结果总是处于侵略者的支配下,以至于在为数不多的几年里,他们自己、他们的孩子以及整个城邦常常在不知不觉中,从自由人变成了奴隶。
§308ΝΕ. ΣΩ. χαλεπὸν εἶπες καὶ δεινὸν πάθος.
年轻苏格拉底:您说这是一种痛苦而可怕的遭遇。
ΞΕ. τί δʼ οἱ πρὸς τὴν ἀνδρείαν μᾶλλον ῥέποντες;
异邦人:那么,那些更倾向于勇敢的人又如何呢?
ἆρʼ οὐκ ἐπὶ πόλεμον ἀεί τινα τὰς αὑτῶν συντείνοντες πόλεις διὰ τὴν τοῦ τοιούτου βίου σφοδροτέραν τοῦ δέοντος ἐπιθυμίαν εἰς ἔχθραν πολλοῖς καὶ δυνατοῖς καταστάντες ἢ πάμπαν διώλεσαν ἢ δούλας αὖ καὶ ὑποχειρίους τοῖς ἐχθροῖς ὑπέθεσαν τὰς αὑτῶν πατρίδας;
难道他们不是因为对这种生活的欲望比应有的更为强烈,从而总是将自己的城邦推向某种战争,与许多强大的敌人陷入敌对,要么使自己的祖国彻底灭亡,要么反过来使之沦为敌人的奴隶和臣属吗?
ΝΕ. ΣΩ. ἔστι καὶ ταῦτα.
年轻苏格拉底:这也是有的。
ΞΕ. πῶς οὖν μὴ φῶμεν ἐν τούτοις ἀμφότερα ταῦτα τὰ γένη πολλὴν πρὸς ἄλληλα ἀεὶ καὶ τὴν μεγίστην ἴσχειν ἔχθραν καὶ στάσιν;
异邦人:那么,在这些事情中,我们怎能不宣布这两个种群总是对彼此怀有极大的、乃至最大的敌意和不和呢?
ΝΕ. ΣΩ. οὐδαμῶς ὡς οὐ φήσομεν.
年轻苏格拉底:我们决不能不宣布。
ΞΕ. οὐκοῦν ὅπερ ἐπεσκοποῦμεν κατʼ ἀρχὰς ἀνηυρήκαμεν, ὅτι μόρια ἀρετῆς οὐ σμικρὰ ἀλλήλοις διαφέρεσθον φύσει καὶ δὴ καὶ τοὺς ἴσχοντας δρᾶτον τὸ αὐτὸ τοῦτο;
异邦人:那么,我们难道没有找到最初我们所审视的事情,即美德的那些不小的部分在天性上相互对立,并且确实使保有它们的人也做着这完全相同的事吗?
ΝΕ. ΣΩ. κινδυνεύετον.
年轻苏格拉底:它们看来是这样。
ΞΕ. τόδε τοίνυν αὖ λάβωμεν.
异邦人:那么,让我们再来抓住这一点。
ΝΕ. ΣΩ. τὸ ποῖον;
年轻苏格拉底:哪一点?
ΞΕ. εἴ τίς που τῶν συνθετικῶν ἐπιστημῶν πρᾶγμα ὁτιοῦν τῶν αὑτῆς ἔργων, κἂν εἰ τὸ φαυλότατον, ἑκοῦσα ἐκ μοχθηρῶν καὶ χρηστῶν τινων συνίστησιν, ἢ πᾶσα ἐπιστήμη πανταχοῦ τὰ μὲν μοχθηρὰ εἰς δύναμιν ἀποβάλλει, τὰ δὲ ἐπιτήδεια καὶ χρηστὰ ἔλαβεν, ἐκ τούτων δὲ καὶ ὁμοίων καὶ ἀνομοίων ὄντων, πάντα εἰς ἓν αὐτὰ συνάγουσα, μίαν τινὰ δύναμιν καὶ ἰδέαν δημιουργεῖ.
异邦人:是否任何一门组合的科学,在制作其工作的任何作品时,哪怕是最微不足道的作品,会心甘情愿地从坏的和好的材料中去组合它? 还是说每一门科学在任何地方都尽可能地抛弃坏的,而接受合适的和好的材料,并从这些材料(无论它们是同类还是异类)中,将它们全部汇集为一,创造出某种单一的力量和型相?
ΝΕ. ΣΩ. τί μήν;
年轻苏格拉底:当然是后者。
ΞΕ. οὐδʼ ἄρα ἡ κατὰ φύσιν ἀληθῶς οὖσα ἡμῖν πολιτικὴ μή ποτε ἐκ χρηστῶν καὶ κακῶν ἀνθρώπων ἑκοῦσα εἶναι συστήσηται πόλιν τινά, ἀλλʼ εὔδηλον ὅτι παιδιᾷ πρῶτον βασανιεῖ, μετὰ δὲ τὴν βάσανον αὖ τοῖς δυναμένοις παιδεύειν καὶ ὑπηρετεῖν πρὸς τοῦτʼ αὐτὸ παραδώσει, προστάττουσα καὶ ἐπιστατοῦσα αὐτή, καθάπερ ὑφαντικὴ τοῖς τε ξαίνουσι καὶ τοῖς τἆλλα προπαρασκευάζουσιν ὅσα πρὸς τὴν πλέξιν αὐτῆς συμπαρακολουθοῦσα προστάττει καὶ ἐπιστατεῖ, τοιαῦτα ἑκάστοις ἐνδεικνῦσα τὰ ἔργα ἀποτελεῖν οἷα ἂν ἐπιτήδεια ἡγῆται πρὸς τὴν αὑτῆς εἶναι συμπλοκήν.
异邦人:那么,对我们来说真正符合天性的政治之术,也绝不会心甘情愿地从好人和坏人中去组合一个城邦,而是显然首先会通过戏谑来测试他们,在测试之后,又会将其移交给那些能够进行教育和为此服务的人,由其自身进行命令和监督,正如织布术对梳毛工和那些为织布进行其他前期准备的人进行命令和监督、密切跟随并向各自示意制作出她认为适合自己织合的工作一样。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
年轻苏格拉底:完全如此。

词汇与语法注释

  1. 307aμῶν οὖν οὐ τἀναντία λέγοντες ἢ περὶ ἐκείνων τοῦτο φθεγγόμεθα; — 带有否定词 οὐ 的疑问小词 μῶν 表示强烈的肯定推测(“难道我们不是……吗?”)。而 ἢ 作为比较或对照的基准,在此处表示“与我们针对那些[与勇敢相关的]事物所说的话相反”,从而揭示了对这两种美德评价标准的非对称性。
  2. 307eἔλαθον αὐτοί τε ἀπολέμως ἴσχοντες — 动词 λανθάνω 与主格分词的结合(即“无意中/不知不觉中做某事”的惯用构型)。此处使用不定过去时 ἔλαθον,表示他们自己本身“在不知不觉中”变得不习武。308a 处的 ἔλαθον αὑτοὺς γενόμενοι δοῦλοι 亦采用相同构型,并带有反身代词 αὑτούς,用以强调他们在毫无察觉中沦为奴隶这一不可避免的悲惨结局。
  3. 308cεἴ τίς που τῶν συνθετικῶν ἐπιστημῶν... ἢ πᾶσα ἐπιστήμη... — 由 εἴ... ἤ... 这一关联结构引导的选择性间接疑问句(或对照性假设)。前半句提问“组合科学中的某一种是否会心甘情愿地从坏材料中制作作品”,后半句与之对照“还是说每一门科学都会排除坏材料而选取好材料”,从而为在 308d 处逻辑地推导出“政治学亦同样必须排除恶人以构建城邦”这一结论作铺垫。

引用这一段

柏拉图, 政治家篇 §307-308. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:307-308

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。