§309ΞΕ. ταὐτὸν δή μοι τοῦθʼ ἡ βασιλικὴ φαίνεται πᾶσι τοῖς κατὰ νόμον παιδευταῖς καὶ τροφεῦσιν, τὴν τῆς ἐπιστατικῆς αὐτὴ δύναμιν ἔχουσα, οὐκ ἐπιτρέψειν ἀσκεῖν ὅτι μή τις πρὸς τὴν αὑτῆς σύγκρασιν ἀπεργαζόμενος ἦθός τι πρέπον ἀποτελεῖ, ταῦτα δὲ μόνα παρακελεύεσθαι παιδεύειν·
异邦人:在我看来,这完全一样的事情,正是王之术对所有依法进行教育和养育的人所做的。 由于其自身拥有监督的力量,它将不允许人们训练任何不朝向它自身的织合而产生合适性格的事情,而只吩咐他们传授这些。
καὶ τοὺς μὲν μὴ δυναμένους κοινωνεῖν ἤθους ἀνδρείου καὶ σώφρονος ὅσα τε ἄλλα ἐστὶ τείνοντα πρὸς ἀρετήν, ἀλλʼ εἰς ἀθεότητα καὶ ὕβριν καὶ ἀδικίαν ὑπὸ κακῆς βίᾳ φύσεως ἀπωθουμένους, θανάτοις τε ἐκβάλλει καὶ φυγαῖς καὶ ταῖς μεγίσταις κολάζουσα ἀτιμίαις.
对于那些无法分沾勇敢和节制的性格以及其他一切倾向于美德之物,反而因邪恶天性的暴力而被推向不敬神、傲慢和不义的人,它通过判处死刑、流放以及用最大的耻辱来惩罚他们,从而将他们清除出去。
ΝΕ. ΣΩ. λέγεται γοῦν πως οὕτως.
年轻苏格拉底:无论如何,大致是这样说的。
ΞΕ. τοὺς δὲ ἐν ἀμαθίᾳ τε αὖ καὶ ταπεινότητι πολλῇ κυλινδουμένους εἰς τὸ δουλικὸν ὑποζεύγνυσι γένος.
异邦人:而对于那些反过来在无知和极度卑下中打滚的人,它则将他们套上奴隶的身份。
ΝΕ. ΣΩ. ὀρθότατα.
年轻苏格拉底:最正确不过。
ΞΕ. τοὺς λοιποὺς τοίνυν, ὅσων αἱ φύσεις ἐπὶ τὸ γενναῖον ἱκαναὶ παιδείας τυγχάνουσαι καθίστασθαι καὶ δέξασθαι μετὰ τέχνης σύμμειξιν πρὸς ἀλλήλας, τούτων τὰς μὲν ἐπὶ τὴν ἀνδρείαν μᾶλλον συντεινούσας, οἷον στημονοφυὲς νομίσασʼ αὐτῶν εἶναι τὸ στερεὸν ἦθος, τὰς δὲ ἐπὶ τὸ κόσμιον πίονί τε καὶ μαλακῷ καὶ κατὰ τὴν εἰκόνα κροκώδει διανήματι προσχρωμένας, ἐναντία δὲ τεινούσας ἀλλήλαις, πειρᾶται τοιόνδε τινὰ τρόπον συνδεῖν καὶ συμπλέκειν.
异邦人:至于其余的人,他们若得到教育,其天性便足以确立高贵的品质,并能凭借技术接受彼此之间的混合——在这些人中,对于那些更倾向于勇敢的天性,它将他们坚固的性格视为像经线一样的性质;而对于那些倾向于规整的天性,则使用肥沃、柔软、且如比喻中像纬线一样的线,尽管它们倾向于相反的方向,它仍尝试以某种如下的方式将它们结合并织合在一起。
ΝΕ. ΣΩ. ποῖον δή;
年轻苏格拉底:究竟是哪种方式呢?
ΞΕ. πρῶτον μὲν κατὰ τὸ συγγενὲς τὸ ἀειγενὲς ὂν τῆς ψυχῆς αὐτῶν μέρος θείῳ συναρμοσαμένη δεσμῷ, μετὰ δὲ τὸ θεῖον τὸ ζῳογενὲς αὐτῶν αὖθις ἀνθρωπίνοις.
异邦人:首先,它将他们魂中那同族的、永生的部分用神圣的纽带结合起来,而在神圣的部分之后,再将他们那动物性的部分用属人的纽带结合起来。
ΝΕ. ΣΩ. πῶς τοῦτʼ εἶπες αὖ;
年轻苏格拉底:您这又是指什么呢?
ΞΕ. τὴν τῶν καλῶν καὶ δικαίων πέρι καὶ ἀγαθῶν καὶ τῶν τούτοις ἐναντίων ὄντως οὖσαν ἀληθῆ δόξαν μετὰ βεβαιώσεως, ὁπόταν ἐν ψυχαῖς ἐγγίγνηται, θείαν φημὶ ἐν δαιμονίῳ γίγνεσθαι γένει.
异邦人:我是说,关于美、正义、善以及它们相反之物的、真正存在的并带有确证的真确意见,每当它在灵魂中产生时,我称其在神圣的种属中成为神圣的事物。
ΝΕ. ΣΩ. πρέπει γοῦν οὕτω.
年轻苏格拉底:无论如何,这样说是合适。
ΞΕ. τὸν δὴ πολιτικὸν καὶ τὸν ἀγαθὸν νομοθέτην ἆρʼ ἴσμεν ὅτι προσήκει μόνον δυνατὸν εἶναι τῇ τῆς βασιλικῆς μούσῃ τοῦτο αὐτὸ ἐμποιεῖν τοῖς ὀρθῶς μεταλαβοῦσι παιδείας, οὓς ἐλέγομεν νυνδή;
听起来。 异邦人:那么,我们难道不知道,惟有政治家和优秀的立法者,才配得上凭借王之术的缪斯,将这完全相同的东西植入那些正确分享了教育的人之中,也就是我们刚才所说的人?
ΝΕ. ΣΩ. τὸ γοῦν εἰκός.
年轻苏格拉底:无论如何,这是很自然的。
ΞΕ. ὃς δʼ ἂν δρᾶν γε, ὦ Σώκρατες, ἀδυνατῇ τὸ τοιοῦτον, μηδέποτε τοῖς νῦν ζητουμένοις ὀνόμασιν αὐτὸν προσαγορεύωμεν.
异邦人:但是,苏格拉底啊,无论是谁,若无力做这样一件事,我们就决不要用现在所寻找的名字来称呼他。
ΝΕ. ΣΩ. ὀρθότατα.
年轻苏格拉底:最正确不过。
ΞΕ. τί οὖν;
异邦人:那么如何?
ἀνδρεία ψυχὴ λαμβανομένη τῆς τοιαύτης ἀληθείας ἆρʼ οὐχ ἡμεροῦται καὶ τῶν δικαίων μάλιστα οὕτω κοινωνεῖν ἂν ἐθελήσειεν, μὴ μεταλαβοῦσα δὲ ἀποκλινεῖ μᾶλλον πρὸς θηριώδη τινὰ φύσιν;
一个勇敢的灵魂若是把握了这种真理,难道不会变得温顺,并且最愿意以这种方式分沾正义吗? 而若未能分享,它难道不会更倾向于某种野兽般的天性吗?
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
年轻苏格定:怎么会不呢?
ΞΕ. τί δὲ τὸ τῆς κοσμίας φύσεως;
异邦人:那么规整的天性又如何?
ἆρʼ οὐ τούτων μὲν μεταλαβὸν τῶν δοξῶν ὄντως σῶφρον καὶ φρόνιμον, ὥς γε ἐν πολιτείᾳ, γίγνεται, μὴ κοινωνῆσαν δὲ ὧν λέγομεν ἐπονείδιστόν τινα εὐηθείας δικαιότατα λαμβάνει φήμην;
若是分享了这些意见,它难道不会在城邦中变得真正节制和聪明吗? 而若未分享我们所说的东西,它难道不会最公正地获得某种可耻的愚蠢名声吗?
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
年轻苏格拉底:完全如此。
ΞΕ. οὐκοῦν συμπλοκὴν καὶ δεσμὸν τοῦτον τοῖς μὲν κακοῖς πρὸς σφᾶς αὐτοὺς καὶ τοῖς ἀγαθοῖς πρὸς τοὺς κακοὺς μηδέποτε μόνιμον φῶμεν γίγνεσθαι, μηδέ τινα ἐπιστήμην αὐτῷ σπουδῇ πρὸς τοὺς τοιούτους ἂν χρῆσθαί ποτε;
异邦人:因此,我们是否可以说,这种织合和纽带,在恶人彼此之间,以及善人与恶人之间,决不会成为持久的,而且任何科学也决不会认真地对这样的人使用它?
ΝΕ. ΣΩ. πῶς γάρ;
年轻苏格拉底:当然,怎么会呢?