§305ΞΕ. οὐκοῦν ἄρχουσαν ταύτης αὐτὴν ἀποφανούμεθα, εἴπερ τοῖς ἔμπροσθέν γε ὑποληψόμεθα ὁμοίως;
异邦人:那么,如果我们以同样的方式假定前面所说的话,我们是否会宣布它是统治那门知识的呢?
ΝΕ. ΣΩ. φημί.
年轻苏格拉底:我说是的。
ΞΕ. τίνʼ οὖν ποτε καὶ ἐπιχειρήσομεν οὕτω δεινῆς καὶ μεγάλης τέχνης συμπάσης τῆς πολεμικῆς δεσπότιν ἀποφαίνεσθαι πλήν γε δὴ τὴν ὄντως οὖσαν βασιλικήν;
异邦人:那么,除了那真正属于王者的技术之外,我们还会尝试宣布什么别的技术是如此强大和伟大的整个军事技术的统治者呢?
ΝΕ. ΣΩ. οὐδεμίαν ἄλλην.
年轻苏格拉底:没有别的。
ΞΕ. οὐκ ἄρα πολιτικὴν θήσομεν, ὑπηρετικήν γε οὖσαν, τὴν τῶν στρατηγῶν ἐπιστήμην.
异邦人:那么,我们不会将将领们的知识归为政治之术,因为它是服务性的。
ΝΕ. ΣΩ. οὐκ εἰκός.
年轻苏格拉底:不大会。
ΞΕ. ἴθι δή, καὶ τὴν τῶν δικαστῶν τῶν ὀρθῶς δικαζόντων θεασώμεθα δύναμιν.
异邦人:来吧,让我们也看看那些正确进行审判的法官们的力量。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
年轻苏格拉底:非常愿意。
ΞΕ. ἆρʼ οὖν ἐπὶ πλέον τι δύναται τοῦ περὶ τὰ συμβόλαια πάνθʼ ὁπόσα κεῖται νόμιμα παρὰ νομοθέτου βασιλέως παραλαβοῦσα, κρίνειν εἰς ἐκεῖνα σκοποῦσα τά τε δίκαια ταχθέντʼ εἶναι καὶ ἄδικα, τὴν αὑτῆς ἰδίαν ἀρετὴν παρεχομένη τοῦ μήθʼ ὑπό τινων δώρων μήθʼ ὑπὸ φόβων μήτε οἴκτων μήθʼ ὑπό τινος ἄλλης ἔχθρας μηδὲ φιλίας ἡττηθεῖσα παρὰ τὴν τοῦ νομοθέτου τάξιν ἐθέλειν ἂν τἀλλήλων ἐγκλήματα διαιρεῖν;
异邦人:那么,这一力量除了从立法者国王那里继承关于合同的一切既定法律,并通过对照这些法律来判断什么是被规定为正义和非正义的,以及展示其自身的独特美德——由于不屈服于任何贿赂、恐惧、哀悯,或任何其他敌意与友好,因而绝不愿违反立法者的规定去裁决人们彼此的诉讼——之外,它还能做更多的事情吗?
ΝΕ. ΣΩ. οὔκ, ἀλλὰ σχεδὸν ὅσον εἴρηκας ταύτης ἐστὶ τῆς δυνάμεως ἔργον.
年轻苏格拉底:不能,几乎正如您所说,这就是这一力量的工作。
ΞΕ. καὶ τὴν τῶν δικαστῶν ἄρα ῥώμην ἀνευρίσκομεν οὐ βασιλικὴν οὖσαν ἀλλὰ νόμων φύλακα καὶ ὑπηρέτιν ἐκείνης.
异邦人:那么,我们发现法官的力量也不是王者的,而是法律的守护者和后者的服务者。
ΝΕ. ΣΩ. ἔοικέν γε.
年轻苏格拉底:看来是这样。
ΞΕ. τόδε δὴ κατανοητέον ἰδόντι συναπάσας τὰς ἐπιστήμας αἳ εἴρηνται, ὅτι πολιτική γε αὐτῶν οὐδεμία ἀνεφάνη.
异邦人:对此,凡是综合审视刚才所说的所有知识的人都必须理解,那就是,它们中没有任何一个表现为政治之术。
τὴν γὰρ ὄντως οὖσαν βασιλικὴν οὐκ αὐτὴν δεῖ πράττειν ἀλλʼ ἄρχειν τῶν δυναμένων πράττειν, γιγνώσκουσαν τὴν ἀρχήν τε καὶ ὁρμὴν τῶν μεγίστων ἐν ταῖς πόλεσιν ἐγκαιρίας τε πέρι καὶ ἀκαιρίας, τὰς δʼ ἄλλας τὰ προσταχθέντα δρᾶν.
因为那真正属于王者的知识本身不应当去实践,而应当统治那些能够实践的人,它要在城邦中认识关于最重大事情的开始和冲动,并在合适与不合适时机上进行掌控,而其他知识则必须执行被命令的事情。
ΝΕ. ΣΩ. ὀρθῶς.
年轻苏格拉底:正确。
ΞΕ. διὰ ταῦτα ἄρα ἃς μὲν ἄρτι διεληλύθαμεν, οὔτʼ ἀλλήλων οὔθʼ αὑτῶν ἄρχουσαι, περὶ δέ τινα ἰδίαν αὑτῆς οὖσα ἑκάστη πρᾶξιν, κατὰ τὴν ἰδιότητα τῶν πράξεων τοὔνομα δικαίως εἴληφεν ἴδιον.
异邦人:因此,我们刚才经历的那些知识,既不统治彼此,也不统治自己,而是各自关注自己的某种特殊活动,根据这些活动的特殊性,它们理所当然地得到了各自特定的名称。
ΝΕ. ΣΩ. εἴξασι γοῦν.
年轻苏格拉底:至少看来是这样。
ΞΕ. τὴν δὲ πασῶν τε τούτων ἄρχουσαν καὶ τῶν νόμων καὶ συμπάντων τῶν κατὰ πόλιν ἐπιμελουμένην καὶ πάντα συνυφαίνουσαν ὀρθότατα, τοῦ κοινοῦ τῇ κλήσει περιλαβόντες τὴν δύναμιν αὐτῆς, προσαγορεύοιμεν δικαιότατʼ ἄν, ὡς ἔοικε, πολιτικήν.
异邦人:但是,统治所有这些并统治法律、管理城邦中所有事务并将一切最正确地织合在一起的知识,用一个共同的名称概括其力量,正如看来那般,我们最公正地称之为政治之术。
ΝΕ. ΣΩ. παντάπασι μὲν οὖν.
年轻苏格拉底:完全如此。
ΞΕ. οὐκοῦν δὴ καὶ κατὰ τὸ τῆς ὑφαντικῆς παράδειγμα βουλοίμεθʼ ἂν ἐπεξελθεῖν αὐτὴν νῦν, ὅτε καὶ πάντα τὰ γένη τὰ κατὰ πόλιν δῆλα ἡμῖν γέγονε;
异邦人:那么,既然城邦中的所有种群对我们来说都已经变得明朗,我们现在是否也想按照织布的比喻来详尽地探讨它呢?
ΝΕ. ΣΩ. καὶ σφόδρα γε.
年轻苏格拉底:非常想。
§306ΞΕ. τὴν δὴ βασιλικὴν συμπλοκήν, ὡς ἔοικε, λεκτέον ποία τέ ἐστι καὶ τίνι τρόπῳ συμπλέκουσα ποῖον ἡμῖν ὕφασμα ἀποδίδωσιν.
异邦人:那么,看来我们必须说明王者的织合究竟是什么样的,以什么方式织合,以及它交给我们什么样的织物。
ΝΕ. ΣΩ. δῆλον.
年轻苏格拉底:显然。
ΞΕ. ἦ χαλεπὸν ἐνδείξασθαι πρᾶγμα ἀναγκαῖον ἄρα γέγονεν, ὡς φαίνεται.
异邦人:但是,看来一件难以展示的事情不可避免地出现了。
ΝΕ. ΣΩ. πάντως γε μὴν ῥητέον.
年轻苏格拉底:但无论如何必须说。
ΞΕ. τὸ γὰρ ἀρετῆς μέρος ἀρετῆς εἴδει διάφορον εἶναί τινα τρόπον τοῖς περὶ λόγους ἀμφισβητητικοῖς καὶ μάλʼ εὐεπίθετον πρὸς τὰς τῶν πολλῶν δόξας.
异邦人:因为美德的一个部分在某种程度上与美德的另一种类型不同,这对于那些好在言辞中争论的人来说是一个非常容易用来攻击大众意见的论点。
ΝΕ. ΣΩ. οὐκ ἔμαθον.
年轻苏格拉底:我没有懂。
ΞΕ. ἀλλʼ ὧδε πάλιν.
异邦人:那我们再这样说。
ἀνδρείαν γὰρ οἶμαί σε ἡγεῖσθαι μέρος ἓν ἀρετῆς ἡμῖν εἶναι.
因为我想你认为勇敢是我们美德的一个部分。
ΝΕ. ΣΩ. πάνυ γε.
年轻苏格拉底:确实。
ΞΕ. καὶ μὴν σωφροσύνην γε ἀνδρείας μὲν ἕτερον, ἓν δʼ οὖν καὶ τοῦτο μόριον ἧς κἀκεῖνο.
异邦人:而且,节制确实与勇敢不同,但这也是与勇敢同属一个整体的其中一部分。
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。
ΞΕ. τούτων δὴ πέρι θαυμαστόν τινα λόγον ἀποφαίνεσθαι τολμητέον.
异邦人:那么,关于这些,我们必须敢于宣布一个令人惊异的说法。
ΝΕ. ΣΩ. ποῖον;
年轻苏格拉底:什么样的说法?
ΞΕ. ὡς ἐστὸν κατὰ δή τινα τρόπον εὖ μάλα πρὸς ἀλλήλας ἔχθραν καὶ στάσιν ἐναντίαν ἔχοντε ἐν πολλοῖς τῶν ὄντων.
异邦人:那就是,它们在某种程度上极易相互敌对,并在许多存在的事物中持有相反的派别。
ΝΕ. ΣΩ. πῶς λέγεις;
年轻苏格拉底:您怎么说?
ΞΕ. οὐκ εἰωθότα λόγον οὐδαμῶς· πάντα γὰρ οὖν δὴ ἀλλήλοις τά γε τῆς ἀρετῆς μόρια λέγεταί που φίλια.
异邦人:一个完全不合常理的说法;因为美德的所有部分通常都被说成是相互友好的。
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。
ΞΕ. σκοπῶμεν δὴ προσσχόντες τὸν νοῦν εὖ μάλα πότερον οὕτως ἁπλοῦν ἐστι τοῦτο, ἢ παντὸς μᾶλλον αὐτῶν ἔχει διαφορὰν τοῖς συγγενέσιν ἔς τι;
异邦人:那么,让我们非常仔细地留心思考,这事情是否如此简单,还是它们在某些方面与其同族的美德有着极大的不同?
ΝΕ. ΣΩ. ναί, λέγοις ἂν πῇ σκεπτέον.
年轻苏格拉底:是的,您请说我们应当如何思考。
ΞΕ. ἐν τοῖς σύμπασι χρὴ ζητεῖν ὅσα καλὰ μὲν λέγομεν, εἰς δύο δὲ αὐτὰ τίθεμεν ἐναντία ἀλλήλων εἴδη.
异邦人:我们必须在所有那些我们称之为美,但又将其归入两个相反类型的万物中去寻找。
ΝΕ. ΣΩ. λέγʼ ἔτι σαφέστερον.
年轻苏格拉底:请说得更明白些。
ΞΕ. ὀξύτητα καὶ τάχος, εἴτε κατὰ σώματα εἴτʼ ἐν ψυχαῖς εἴτε κατὰ φωνῆς φοράν, εἴτε αὐτῶν τούτων εἴτε ἐν εἰδώλοις ὄντων, ὁπόσα μουσικὴ μιμουμένη καὶ ἔτι γραφικὴ μιμήματα παρέχεται, τούτων τινὸς ἐπαινέτης εἴτε αὐτὸς πώποτε γέγονας εἴτε ἄλλου παρὼν ἐπαινοῦντος ᾔσθησαι;
异邦人:关于敏锐和迅速,无论是在身体上,在灵魂中,还是在声音的流转中,无论是在这些事物本身,还是在它们的影像中(只要是音乐的模仿以及绘画所提供出来的模仿物),你是否自己曾是其中某物的赞赏者,或者在别人赞赏时在场听过?
ΝΕ. ΣΩ. τί μήν;
年轻苏格拉底:当然。
ΞΕ. ἦ καὶ μνήμην ἔχεις ὅντινα τρόπον αὐτὸ δρῶσιν ἐν ἑκάστοις τούτων;
异邦人:那你还记得他们在这些每个情况下是如何赞赏的吗?
ΝΕ. ΣΩ. οὐδαμῶς.
年轻苏格拉底:完全不记得了。
ΞΕ. ἆρʼ οὖν δυνατὸς αὐτὸ ἂν γενοίμην, ὥσπερ καὶ διανοοῦμαι, διὰ λόγων ἐνδείξασθαί σοι;
异邦人:那么,我是否能够像我所想的那样,通过言辞来向你表明它呢?
ΝΕ. ΣΩ. τί δʼ οὔ;
年轻苏格拉底:怎么会不能呢?
ΞΕ. ῥᾴδιον ἔοικας ἡγεῖσθαι τὸ τοιοῦτον· σκοπώμεθα δʼ οὖν αὐτὸ ἐν τοῖς ὑπεναντίοις γένεσι.
异邦人:你似乎认为这样一件事很容易;但让我们在相反的类型中思考它。
τῶν γὰρ δὴ πράξεων ἐν πολλαῖς καὶ πολλάκις ἑκάστοτε τάχος καὶ σφοδρότητα καὶ ὀξύτητα διανοήσεώς τε καὶ σώματος, ἔτι δὲ καὶ φωνῆς, ὅταν ἀγασθῶμεν, λέγομεν αὐτὸ ἐπαινοῦντες μιᾷ χρώμενοι προσρήσει τῇ τῆς ἀνδρείας.
因为在许多活动中,且每次在许多时候,当我们赞叹思想、身体以及声音的迅速、激烈和敏锐时,我们通过使用一个称呼,即“勇敢”,来赞赏它。
ΝΕ. ΣΩ. πῶς;
年轻苏格拉底:怎么讲?
ΞΕ. ὀξὺ καὶ ἀνδρεῖον πρῶτόν πού φαμεν, καὶ ταχὺ καὶ ἀνδρικόν, καὶ σφοδρὸν ὡσαύτως· καὶ πάντως ἐπιφέροντες τοὔνομα ὃ λέγω κοινὸν πάσαις ταῖς φύσεσι ταύταις ἐπαινοῦμεν αὐτάς.
异邦人:我们大概首先会说“敏锐且勇敢”,还有“迅速且男子气概(勇敢)”,以及同样说“激烈”;我们通过将我所说的那个共同名字应用于所有这些天性,来赞美它们。
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。