§299ΞΕ. θεῶ δὴ καὶ τὸ μετὰ ταῦτα ἑπόμενον.
异邦人:那么也请看接下来发生的事情。
ἐπειδὰν γὰρ δὴ τῶν ἀρχόντων ἑκάστοις ὁ ἐνιαυτὸς ἐξέλθῃ, δεήσει δικαστήρια καθίσαντας ἀνδρῶν, ἢ τῶν πλουσίων ἐκ προκρίσεως ἢ σύμπαντος αὖ τοῦ δήμου τοὺς λαχόντας, εἰς τούτους εἰσάγειν τοὺς ἄρξαντας καὶ εὐθύνειν, κατηγορεῖν δὲ τὸν βουλόμενον ὡς οὐ κατὰ τὰ γράμματα τὸν ἐνιαυτὸν ἐκυβέρνησε τὰς ναῦς οὐδὲ κατὰ τὰ παλαιὰ τῶν προγόνων ἔθη·
因为当每个统治者的任期一年届满时,就必须设立由人组成的法庭——或者是从富人中预选出来的,或者是再次从全体平民中抽签决定的——,将这些卸任的统治者带到这些法庭前接受审查,并且允许任何愿意的人进行指控,称其在这一年中没有按照成文规定驾驶船只,也没有按照先祖的古老习俗。
ταὐτὰ δὲ ταῦτα καὶ περὶ τῶν τοὺς κάμνοντας ἰωμένων·
对于那些治疗病人的人也必须实行这完全相同的一套。
ὧν δʼ ἂν καταψηφισθῇ τιμᾶν ὅτι χρὴ παθεῖν αὐτῶν τινας ἢ ἀποτίνειν.
对于那些被判有罪的人,法庭必须估定他们应当遭受何种惩罚或缴纳多少罚金。
ΝΕ. ΣΩ. οὐκοῦν ὅ γʼ ἐθέλων καὶ ἑκὼν ἐν τοῖς τοιούτοις ἄρχειν δικαιότατʼ ἂν ὁτιοῦν πάσχοι καὶ ἀποτίνοι.
年轻苏格拉底:那么,任何愿意且自愿在这种情况下进行统治的人,遭受任何惩罚或缴纳任何罚金都确实是极其公正的。
ΞΕ. καὶ τοίνυν ἔτι δεήσει θέσθαι νόμον ἐπὶ πᾶσι τούτοις, ἄν τις κυβερνητικὴν καὶ τὸ ναυτικὸν ἢ τὸ ὑγιεινὸν καὶ ἰατρικῆς ἀλήθειαν περὶ πνεύματά τε καὶ θερμὰ καὶ ψυχρὰ ζητῶν φαίνηται παρὰ τὰ γράμματα καὶ σοφιζόμενος ὁτιοῦν περὶ τὰ τοιαῦτα, πρῶτον μὲν μήτε ἰατρικὸν αὐτὸν μήτε κυβερνητικὸν ὀνομάζειν ἀλλὰ μετεωρολόγον, ἀδολέσχην τινὰ σοφιστήν, εἶθʼ ὡς διαφθείροντα ἄλλους νεωτέρους καὶ ἀναπείθοντα ἐπιτίθεσθαι κυβερνητικῇ καὶ ἰατρικῇ μὴ κατὰ νόμους, ἀλλʼ αὐτοκράτορας ἄρχειν τῶν πλοίων καὶ τῶν νοσούντων, γραψάμενον εἰσάγειν τὸν βουλόμενον οἷς ἔξεστιν εἰς δή τι δικαστήριον·
异邦人:而且此外,还有必要在这一切之上制定一条法律:如果有人被发现违反成文规定,去探求航海术、操船术、或者关于风、热、冷等方面的健康与医学真理,并在这些事情上玩弄任何诡辩,首先,既不能称他为医生,也不能称他为航海士,要称他为研究天文、喋喋不休的诡辩家;其次,指控他败坏其他年轻人的道德,并劝说他们不按法律行事去着手航海和医学,而是以全权支配船只和病人,任何有资格且愿意的人都可以起诉他并将其带到某个法庭。
ἂν δὲ παρὰ τοὺς νόμους καὶ τὰ γεγραμμένα δόξῃ πείθειν εἴτε νέους εἴτε πρεσβύτας, κολάζειν τοῖς ἐσχάτοις.
如果他被判定为违反法律和成文规定去劝说年轻人或老人,就必须对他处以极刑。
οὐδὲν γὰρ δεῖν τῶν νόμων εἶναι σοφώτερον· οὐδένα γὰρ ἀγνοεῖν τό τε ἰατρικὸν καὶ τὸ ὑγιεινὸν οὐδὲ τὸ κυβερνητικὸν καὶ ναυτικόν· ἐξεῖναι γὰρ τῷ βουλομένῳ μανθάνειν γεγραμμένα καὶ πάτρια ἔθη κείμενα.
因为法律规定,任何东西都不能比法律更智慧,因为没有人不知道医学和健康,也没有人不知道航海术和操船术;因为任何愿意的人都可以去学习已经写下的规定和确立的祖传习俗。
ταῦτα δὴ περί τε ταύτας τὰς ἐπιστήμας εἰ γίγνοιτο οὕτως ὡς λέγομεν, ὦ Σώκρατες, καὶ στρατηγικῆς καὶ συμπάσης ἡστινοσοῦν θηρευτικῆς καὶ γραφικῆς ἢ συμπάσης μέρος ὁτιοῦν μιμητικῆς καὶ τεκτονικῆς καὶ συνόλης ὁποιασοῦν σκευουργίας ἢ καὶ γεωργίας καὶ τῆς περὶ τὰ φυτὰ συνόλης τέχνης, ἢ καί τινα ἱπποφορβίαν αὖ κατὰ συγγράμματα θεασαίμεθα γιγνομένην ἢ σύμπασαν ἀγελαιοκομικὴν ἢ μαντικὴν ἢ πᾶν ὅτι μέρος διακονικὴ περιείληφεν, ἢ πεττείαν ἢ σύμπασαν ἀριθμητικὴν ψιλὴν εἴτε ἐπίπεδον εἴτʼ ἐν βάθεσιν εἴτʼ ἐν τάχεσιν οὖσάν που, — περὶ ἅπαντα ταῦτα οὕτω πραττόμενα τί ποτʼ ἂν φανείη, κατὰ συγγράμματα γιγνόμενα καὶ μὴ κατὰ τέχνην;
那么,苏格拉底,如果在这些科学上真的发生像我们所说的这种情况,而且对于军事学、任何形式的狩猎术、绘画术或整个模仿术的任何部分、木工术和任何工具制造的整体、甚至农业和关于植物的整个技术,或者如果我们看到某种马匹饲养也是按照成文规定进行的,或者整个牧畜、占卜,或服务性工作所包含的一切部门,或者棋艺,或者整个纯粹的算术,不论是在平面上、在立体上、还是在速度上——如果所有这些事情都以这种方式进行,按照成文规定而不是按照技术来进行,那到底会呈现出怎样的景象呢?
ΝΕ. ΣΩ. δῆλον ὅτι πᾶσαί τε αἱ τέχναι παντελῶς ἂν ἀπόλοιντο ἡμῖν, καὶ οὐδʼ εἰς αὖθις γένοιντʼ ἄν ποτε διὰ τὸν ἀποκωλύοντα τοῦτον ζητεῖν νόμον· ὥστε ὁ βίος, ὢν καὶ νῦν χαλεπός, εἰς τὸν χρόνον ἐκεῖνον ἀβίωτος γίγνοιτʼ ἂν τὸ παράπαν.
年轻苏格拉底:很明显,所有的技术都会在我们这里彻底消亡,并且由于这条禁止探索的法律,以后再也无法产生;因此,我们现在的生命虽然已经很艰难,但在那个时候就将完全无法生存了。