Humanitext Reader

柏拉图 · 政治家篇 §296

超越成文法律的有益强制与正当统治

第 25 段,共 34 段 · 希腊语

内容简介

异邦人延伸了医生的类比,指出如果统治者违背成文法律,强行对被统治者实施有益的事物,这不能被称为政治上的错误或不公正;明智统治者的有益行为才是国家管理的真理标准。

§296ΞΕ. τῷ δὲ τὰ δίκαια δὴ καὶ ἄδικα καὶ καλὰ καὶ αἰσχρὰ καὶ ἀγαθὰ καὶ κακὰ γράψαντι καὶ ἄγραφα νομοθετήσαντι ταῖς τῶν ἀνθρώπων ἀγέλαις, ὁπόσαι κατὰ πόλιν ἐν ἑκάσταις νομεύονται κατὰ τοὺς τῶν γραψάντων νόμους, ἂν ὁ μετὰ τέχνης γράψας ἤ τις ἕτερος ὅμοιος ἀφίκηται, μὴ ἐξέστω δὴ παρὰ ταῦτα ἕτερα προστάττειν;
异邦人:那么,对于曾为人造人群体——即在各城市中根据制定法律者的法律而受牧养的那些人类群体——写下什么是公正与不公正、美与丑、善与恶,并制定了非成文法律的人,如果那位凭借技术而制定法律的人、或另一个与他相似的人来到,难道就不允许他做出违背这些规定的其他指示吗?
ἢ καὶ τοῦτο τὸ ἀπόρρημα οὐδὲν ἧττον ἂν ἐκείνου τῇ ἀληθείᾳ γελοῖον φαίνοιτο;
或者说,这种禁令在真实性上,难道不也显得和之前那个同样荒谬吗?
ΝΕ. ΣΩ. τί μήν;
年轻苏格拉底:可不是吗?
ΞΕ. οἶσθʼ οὖν ἐπὶ τῷ τοιούτῳ λόγον τὸν παρὰ τῶν πολλῶν λεγόμενον;
异邦人:那么,你可知道大众关于此类事情所说的一种论调?
ΝΕ. ΣΩ. οὐκ ἐννοῶ νῦν γʼ οὕτως.
年轻苏格拉底:我现在一时想不起来。
ΞΕ. καὶ μὴν εὐπρεπής.
异邦人:然而这听起来倒是挺得体的。
φασὶ γὰρ δὴ δεῖν, εἴ τις γιγνώσκει παρὰ τοὺς τῶν ἔμπροσθεν βελτίους νόμους, νομοθετεῖν τὴν ἑαυτοῦ πόλιν ἕκαστον πείσαντα, ἄλλως δὲ μή.
因为他们确实说,如果有人认识到比前人更好的法律,他必须在说服了自己的城市之后才能为之立法,否则就不行。
ΝΕ. ΣΩ. τί οὖν;
年轻苏格拉底:那又怎样?
οὐκ ὀρθῶς;
难道这不对吗?
ΞΕ. ἴσως.
异邦人:也许吧。
ἂν δʼ οὖν μὴ πείθων τις βιάζηται τὸ βέλτιον, ἀπόκριναι, τί τοὔνομα τῆς βίας ἔσται;
但如果有人在没有说服的情况下,强行实施更好的做法,请回答,这种强迫的名称会是什么?
μὴ μέντοι πω, περὶ δὲ τῶν ἔμπροσθεν πρότερον.
不过先别急着回答,我们先讨论一下之前的那件事。
ΝΕ. ΣΩ. ποῖον δὴ λέγεις;
年轻苏格拉底:你指的是哪一类事情?
ΞΕ. ἄν τις ἄρα μὴ πείθων τὸν ἰατρευόμενον, ἔχων δὲ ὀρθῶς τὴν τέχνην, παρὰ τὰ γεγραμμένα τὸ βέλτιον ἀναγκάζῃ δρᾶν παῖδα ἤ τινα ἄνδρα ἢ καὶ γυναῖκα, τί τοὔνομα τῆς βίας ἔσται ταύτης;
异邦人:如果有人在没有说服患者的情况下,但正确地掌握了技术,违背写下来的规定,强迫一个孩子、或某个男人、甚至是女人去做更好的事情,那么这种强迫的名称会是什么?
ἆρʼ οὐ πᾶν μᾶλλον ἢ τὸ παρὰ τὴν τέχνην λεγόμενον ἁμάρτημα τὸ νοσῶδες;
难道这不应该是除了那被称为违背技术的、意在致病的“错误”之外的任何其他名称吗?
καὶ πάντα ὀρθῶς εἰπεῖν ἔστι πρότερον τῷ βιασθέντι περὶ τὸ τοιοῦτον πλὴν ὅτι νοσώδη καὶ ἄτεχνα πέπονθεν ὑπὸ τῶν βιασαμένων ἰατρῶν;
而且对于在类似事情中被强迫的人,除了说他遭受了强迫他们的医生们所给出的不健康且不合技术的待遇之外,难道不可以正确地表达任何其他事情吗?
ΝΕ. ΣΩ. ἀληθέστατα λέγεις.
年轻苏格拉底:你说得再对不过了。
ΞΕ. τί δὲ ἡμῖν δὴ τὸ παρὰ τὴν πολιτικὴν τέχνην ἁμάρτημα λεγόμενόν ἐστιν;
异邦人:那么,对于我们来说,那被称为违背政治艺术的错误是什么?
ἆρʼ οὐ τὸ αἰσχρὸν καὶ κακὸν καὶ ἄδικον;
难道不就是丑、恶和不公正吗?
ΝΕ. ΣΩ. παντάπασί γε.
年轻苏格拉底:完全是。
ΞΕ. τῶν δὴ βιασθέντων παρὰ τὰ γεγραμμένα καὶ πάτρια δρᾶν ἕτερα δικαιότερα καὶ ἀμείνω καὶ καλλίω τῶν ἔμπροσθεν, φέρε, τὸν τῶν τοιούτων αὖ ψόγον περὶ τῆς τοιαύτης βίας, ἆρʼ, εἰ μέλλει μὴ καταγελαστότατος εἶναι πάντων, πάντʼ αὐτῷ μᾶλλον λεκτέον ἑκάστοτε πλὴν ὡς αἰσχρὰ καὶ ἄδικα καὶ κακὰ πεπόνθασιν οἱ βιασθέντες ὑπὸ τῶν βιασαμένων;
异邦人:那么,对于那些被强迫违背写下的规定和祖传习俗、去行使比先前更公正、更好、更美的事情的人,试问,如果关于这种强迫的指责不想成为所有人中最荒谬的,那么每一次人们难道不应该说任何其他的话,唯独不能说被强迫者遭受了强迫他们的人所施加的丑陋、不公正和邪恶的待遇吗?
ΝΕ. ΣΩ. ἀληθέστατα λέγεις.
年轻苏格拉底:你说得再对不过了。
ΞΕ. ἀλλʼ ἆρα ἐὰν μὲν πλούσιος ὁ βιασάμενος ᾖ, δίκαια, ἂν δʼ ἄρα πένης, ἄδικα τὰ βιασθέντα ἐστίν;
异邦人:但是,难道强迫者如果是富人,被强迫的事情就是公正的,而如果是穷人,被强迫的事情就是不公正的吗?
ἢ κἂν πείσας κἂν μὴ πείσας τις, πλούσιος ἢ πένης, ἢ κατὰ γράμματα ἢ παρὰ γράμματα, δρᾷ σύμφορα, τοῦτον δεῖ καὶ περὶ ταῦτα τὸν ὅρον εἶναι τόν γε ἀληθινώτατον ὀρθῆς πόλεως διοικήσεως, ὃν ὁ σοφὸς καὶ ἀγαθὸς ἀνὴρ διοικήσει τὸ τῶν ἀρχομένων;
或者,无论某人是说服了还是没有说服,是富人还是穷人,是依照成文规定还是违背成文规定,只要他做的是有益的事情,这就必须成为关于这些事情、针对正确国家行政管理的最真实的标准,即贤明而善良的人依此来管理被统治者的事务?

词汇与语法注释

  1. 296aτῷ δὲ τὰ δίκαια δὴ καὶ αἰσχρὰ καὶ ἀγαθὰ καὶ κακὰ γράψαντι — 与格名词短语 τῷ ... γράψαντι 在条件句的主句中充当 μὴ ἐξέστω(难道不应该允许)的间接宾语(或相关与格)。虽然插入的条件从句 ἂν ... ἀφίκηται 使得句法结构变得复杂,但其整体架构建立在假设原初立法者与新来的技术统治者为同一人或同等水平的前提之上。
  2. 296cπλὴν ὅτι νοσώδη καὶ ἄτεχνα πέπονθεν — 连接词短语 πλὴν ὅ提(除了……之外)与前文的 πάντα ... πλὴν(除……之外的任何事情)相呼应。由于被强迫接受的治疗本身在医学上是正确的,因此患者不能如实抱怨自己遭受了致病且不合技术的治疗;这意味着除了这一项指责(因为不符合事实)之外,任何其他指责(如强迫行为本身的处理粗暴)都可以被正确提出。
  3. 296eὅρον ... ὃν ὁ σοφὸς καὶ ἀγαθὸς ἀνὴρ διοικήσει τὸ τῶν ἀρχομένων — 关系代词 ὃν 指代先行词 ὅρον(标准),在句中作为表示方式或手段的同类宾语(或副词性宾格)与动词 διοικήσει(将管理)连用。该动词的直接宾语是随后的 τὸ τῶν ἀρχομένων(被统治者的事务),其结构清晰地表明:施行有益的统治正是正确的国家管理的“真实标准”,贤明之人将依此进行统治。

引用这一段

柏拉图, 政治家篇 §296. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:296

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。