§294ΞΕ. μικρόν γε ἔφθης με ἐρόμενος, ὦ Σώκρατες.
异邦人:苏格拉底啊,你提问得比我稍微早了一点。
ἔμελλον γάρ σε διερωτήσειν ταῦτα πότερον ἀποδέχῃ πάντα, ἤ τι καὶ δυσχεραίνεις τῶν λεχθέντων· νῦν δʼ ἤδη φανερὸν ὅτι τοῦτο βουλησόμεθα τὸ περὶ τῆς τῶν ἄνευ νόμων ἀρχόντων ὀρθότητος διελθεῖν ἡμᾶς.
因为我正打算就这些事询问你,看你是完全接受所说的一切,还是对其中某些部分感到不满;不过现在已经很清楚了,我们接下来会想要探讨关于没有法律进行统治的统治者的正确性问题。
ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;
年轻苏格拉底:可不是吗?
ΞΕ. τρόπον τινὰ μέντοι δῆλον ὅτι τῆς βασιλικῆς ἐστιν ἡ νομοθετική· τὸ δʼ ἄριστον οὐ τοὺς νόμους ἐστὶν ἰσχύειν ἀλλʼ ἄνδρα τὸν μετὰ φρονήσεως βασιλικόν.
异邦人:然而,在某种程度上很明显,立法术是属于王者之艺术的;但最善的并不是法律拥有力量,而是拥有智慧的王者般的男子拥有力量。
οἶσθʼ ὅπῃ;
你明白这是为什么吗?
ΝΕ. ΣΩ. πῇ δὴ λέγεις;
年轻苏格拉底:你这究竟是指什么呢?
ΞΕ. ὅτι νόμος οὐκ ἄν ποτε δύναιτο τό τε ἄριστον καὶ τὸ δικαιότατον ἀκριβῶς πᾶσιν ἅμα περιλαβὼν τὸ βέλτιστον ἐπιτάττειν·
异邦人:因为法律绝不可能在精确地同时包揽对于所有人而言最善且最公正的事情的同时,规定出最好的内容。
αἱ γὰρ ἀνομοιότητες τῶν τε ἀνθρώπων καὶ τῶν πράξεων καὶ τὸ μηδέποτε μηδὲν ὡς ἔπος εἰπεῖν ἡσυχίαν ἄγειν τῶν ἀνθρωπίνων οὐδὲν ἐῶσιν ἁπλοῦν ἐν οὐδενὶ περὶ ἁπάντων καὶ ἐπὶ πάντα τὸν χρόνον ἀποφαίνεσθαι τέχνην οὐδʼ ἡντινοῦν.
因为无论是人与行为的多样性,还是人类事务中可以说没有任何事情能够始终保持静止这一事实,都绝不允许任何技术在任何事情上针对所有人且在所有时间里做出某种简单而一律的宣示。
ταῦτα δὴ συγχωροῦμέν που;
我们对此达成共识了吗?
ΝΕ. ΣΩ. τί μήν;
年轻苏格拉底:当然。
ΞΕ. τὸν δέ γε νόμον ὁρῶμεν σχεδὸν ἐπʼ αὐτὸ τοῦτο συντείνοντα, ὥσπερ τινὰ ἄνθρωπον αὐθάδη καὶ ἀμαθῆ καὶ μηδένα μηδὲν ἐῶντα ποιεῖν παρὰ τὴν ἑαυτοῦ τάξιν, μηδʼ ἐπερωτᾶν μηδένα, μηδʼ ἄν τι νέον ἄρα τῳ συμβαίνῃ βέλτιον παρὰ τὸν λόγον ὃν αὐτὸς ἐπέταξεν.
异邦人:然而,我们看到法律几乎正是朝着这一点发展的,它就像一个任性而无知的人,不准任何人做任何违背自己规定之事,也不准任何人提问,即便对某人来说出现了某种超出他自己规定的指示的、更好的新情况,它也同样不允许。
ΝΕ. ΣΩ. ἀληθῆ· ποιεῖ γὰρ ἀτεχνῶς καθάπερ εἴρηκας νῦν ὁ νόμος ἡμῖν ἑκάστοις.
年轻苏格拉底:说得对;法律对我们每个人所起的确实完全就是你刚才所说的作用。
ΞΕ. οὐκοῦν ἀδύνατον εὖ ἔχειν πρὸς τὰ μηδέποτε ἁπλᾶ τὸ διὰ παντὸς γιγνόμενον ἁπλοῦν;
异邦人:那么,对于绝非简单一律的事物,那始终保持简单一律的东西难道不可能难以发挥良好的作用吗?
ΝΕ. ΣΩ. κινδυνεύει.
年轻苏格拉底:很有可能。
ΞΕ. διὰ τί δή ποτʼ οὖν ἀναγκαῖον νομοθετεῖν, ἐπειδήπερ οὐκ ὀρθότατον ὁ νόμος;
异邦人:那么,既然法律并不是最正确的,为什么却必须立法呢?
ἀνευρετέον τούτου τὴν αἰτίαν.
我们必须找出其原因。
ΝΕ. ΣΩ. τί μήν;
年轻苏格拉底:可不是吗?
ΞΕ. οὐκοῦν καὶ παρʼ ὑμῖν εἰσί τινες οἷαι καὶ ἐν ἄλλαις πόλεσιν ἁθρόων ἀνθρώπων ἀσκήσεις, εἴτε πρὸς δρόμον εἴτε πρὸς ἄλλο τι, φιλονικίας ἕνεκα;
异邦人:在你们这里,难道不也像在其他城市里那样,存在着一些人们为了竞争而进行的、或是为了跑步或是为了其他活动而开展的集体训练吗?
ΝΕ. ΣΩ. καὶ πάνυ γε πολλαί.
年轻苏格拉底:确实如此,而且非常多。
ΞΕ. φέρε νῦν ἀναλάβωμεν πάλιν μνήμῃ τὰς τῶν τέχνῃ γυμναζόντων ἐπιτάξεις ἐν ταῖς τοιαύταις ἀρχαῖς.
异邦人:那好,让我们重新在记忆中回想一下在这些指导活动中,那些依法训练者所下达的命令吧。
ΝΕ. ΣΩ. τὸ ποῖον;
年轻苏格拉底:哪一类的命令?
ΞΕ. ὅτι λεπτουργεῖν οὐκ ἐγχωρεῖν ἡγοῦνται καθʼ ἕνα ἕκαστον, τῷ σώματι τὸ προσῆκον ἑκάστῳ προστάττοντες, ἀλλὰ παχύτερον οἴονται δεῖν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ πολλοὺς τὴν τοῦ λυσιτελοῦντος τοῖς σώμασι ποιεῖσθαι τάξιν.
异邦人:就是说,他们认为不可能针对每一个人进行细致规定,来命令适合于每个人身体的分量,而是认为,大体上且针对大多数人,应该做出更粗略的对身体有益的规定。
ΝΕ. ΣΩ. καλῶς.
年轻苏格拉底:说得好。
ΞΕ. διὸ δή γε καὶ ἴσους πόνους νῦν διδόντες ἁθρόοις ἅμα μὲν ἐξορμῶσιν, ἅμα δὲ καὶ καταπαύουσι δρόμου καὶ πάλης καὶ πάντων τῶν κατὰ τὰ σώματα πόνων.
异邦人:正因为如此,他们现在也是给集体施加相等的任务,同时让他们开始,也同时让他们结束跑步、摔跤以及所有针对身体的任务。
ΝΕ. ΣΩ. ἔστι ταῦτα.
年轻苏格拉底:确实如此。
§295ΞΕ. καὶ τὸν νομοθέτην τοίνυν ἡγώμεθα, τὸν ταῖσιν ἀγέλαις ἐπιστατήσοντα τοῦ δικαίου πέρι καὶ τῶν πρὸς ἀλλήλους συμβολαίων, μή ποθʼ ἱκανὸν γενήσεσθαι πᾶσιν ἁθρόοις προστάττοντα ἀκριβῶς ἑνὶ ἑκάστῳ τὸ προσῆκον ἀποδιδόναι.
异邦人:因此,我们也应该认为,那位对人群在正义和相互契约方面进行监管的立法者,在对集体制订规定时,绝不可能达到能够精确地给予每一个人最适合之物的程度。
ΝΕ. ΣΩ. τὸ γοῦν εἰκός.
年轻苏格拉底:这确实是很自然的。
ΞΕ. ἀλλὰ τὸ τοῖς πολλοῖς γε οἶμαι καὶ ὡς ἐπὶ τὸ πολὺ καί πως οὑτωσὶ παχυτέρως ἑκάστοις τὸν νόμον θήσει, καὶ ἐν γράμμασιν ἀποδιδοὺς καὶ ἐν ἀγραμμάτοις, πατρίοις δὲ ἔθεσι νομοθετῶν.
异邦人:我认为,他会为每个人制订更粗略的法律,是针对大多数人的、且大体上如此的,无论他是通过成文的形式给出,还是在非成文的情况下通过祖传的习俗进行立法。
ΝΕ. ΣΩ. ὀρθῶς.
年轻苏格拉底:很对。
ΞΕ. ὀρθῶς μέντοι.
异邦人:的确很对。
πῶς γὰρ ἄν τις ἱκανὸς γένοιτʼ ἄν ποτε, ὦ Σώκρατες, ὥστε διὰ βίου ἀεὶ παρακαθήμενος ἑκάστῳ διʼ ἀκριβείας προστάττειν τὸ προσῆκον;
因为,苏格拉底啊,怎么可能有人能够终身总是守在每个人身边,精确地规定合适的分量呢?
ἐπεὶ τοῦτʼ ἂν δυνατὸς ὤν, ὡς οἶμαι, τῶν τὴν βασιλικὴν ὁστισοῦν ὄντως ἐπιστήμην εἰληφότων σχολῇ ποτʼ ἂν ἑαυτῷ θεῖτʼ ἐμποδίσματα γράφων τοὺς λεχθέντας τούτους νόμους.
因为,我想,在那些真正掌握了王者之科学的人中,如果有人有这个能力,他就绝不会想要通过写下这些所谓的法律来给自己设置障碍。
ΝΕ. ΣΩ. ἐκ τῶν νῦν γοῦν, ὦ ξένε, εἰρημένων.
年轻苏格拉底:至少从刚才所说的话来看,确实如此,异邦人。
ΞΕ. μᾶλλον δέ γε, ὦ βέλτιστε, ἐκ τῶν μελλόντων ῥηθήσεσθαι.
异邦人:但我亲爱的朋友,从接下来的话来看更是如此。
ΝΕ. ΣΩ. τίνων δή;
年轻苏格拉底:指的是什么话?
ΞΕ. τῶν τοιῶνδε.
异邦人:比如下面这些。
εἴπωμεν γὰρ δὴ πρός γε ἡμᾶς αὐτοὺς ἰατρὸν μέλλοντα ἢ καί τινα γυμναστικὸν ἀποδημεῖν καὶ ἀπέσεσθαι τῶν θεραπευομένων συχνόν, ὡς οἴοιτο, χρόνον, μὴ μνημονεύσειν οἰηθέντα τὰ προσταχθέντα τοὺς γυμναζομένους ἢ τοὺς κάμνοντας, ὑπομνήματα γράφειν ἂν ἐθέλειν αὐτοῖς, ἢ πῶς;
让我们对自己这样说吧,假设有一位医生或者某个体育教练打算出国,并预计要离开他的被治疗者相当长的一段时间,他想到那些接受训练者或病人不会记住他所下达的指令,那么他会想要给他们写下备忘录,不是吗?
ΝΕ. ΣΩ. οὕτως.
年轻苏格拉底:确实会这样。
ΞΕ. τί δʼ εἰ παρὰ δόξαν ἐλάττω χρόνον ἀποδημήσας ἔλθοι πάλιν;
异邦人:但是,如果他出人意料地在更短的时间内结束旅行回来了呢?
ἆρʼ οὐκ ἂν παρʼ ἐκεῖνα τὰ γράμματα τολμήσειεν ἄλλʼ ὑποθέσθαι, συμβαινόντων ἄλλων βελτιόνων τοῖς κάμνουσι διὰ πνεύματα ἤ τι καὶ ἄλλο παρὰ τὴν ἐλπίδα τῶν ἐκ Διὸς ἑτέρως πως τῶν εἰωθότων γενόμενα, καρτερῶν δʼ ἂν ἡγοῖτο δεῖν μὴ ἐκβαίνειν τἀρχαῖά ποτε νομοθετηθέντα μήτε αὐτὸν προστάττοντα ἄλλα μήτε τὸν κάμνοντα ἕτερα τολμῶντα παρὰ τὰ γραφέντα δρᾶν, ὡς ταῦτα ὄντα ἰατρικὰ καὶ ὑγιεινά, τὰ δὲ ἑτέρως γιγνόμενα νοσώδη τε καὶ οὐκ ἔντεχνα·
如果病人们出现了其他更好的情况,比如由于风向或者某些其他违背预期的、源自宙斯的变化以不同于寻常的方式发生,他难道不敢在那些写下来的规定之外另行建议吗? 还是说,他会坚持认为绝不能越出过去定下的旧法规,他自己不命令别的事情,病人也不敢做出违背写下的规定的其他事情,认为这些写下来的才是符合医学和健康的,而以其他方式产生的则是不健康的和不合技术的?
ἢ πᾶν τὸ τοιοῦτον ἔν γε ἐπιστήμῃ συμβαῖνον καὶ ἀληθεῖ τέχνῃ περὶ ἅπαντα παντάπασι γέλως ἂν ὁ μέγιστος γίγνοιτο τῶν τοιούτων νομοθετημάτων;
或者说,在一切涉及知识和真实技术的事务中,发生此类情况以及制定此类法律,岂不完全会成为最大的笑柄?
ΝΕ. ΣΩ. παντάπασι μὲν οὖν.
年轻苏格拉底:确实完全是这样。