Humanitext Reader

柏拉图 · 政治家篇 §293

医学比喻与作为正确政体标准的知识

第 23 段,共 34 段 · 希腊语

内容简介

异邦人与年轻苏格拉底通过医学的比喻,阐明决定正确政体的唯一标准是统治者的“科学(知识)”,而非统治人数或法律的有无,并指出其他遵守法律的政体仅仅是对这种真实政体的模仿。

§293ΝΕ. ΣΩ. ῥᾴστη μεντἂν οὕτω γʼ εἴη πασῶν τῶν τεχνῶν·
年轻苏格拉底:既然如此,那它确实会成为所有技术中最容易的一种了。
ἴσμεν γὰρ ὅτι χιλίων ἀνδρῶν ἄκροι πεττευταὶ τοσοῦτοι πρὸς τοὺς ἐν τοῖς ἄλλοις Ἕλλησιν οὐκ ἂν γένοιντό ποτε, μή τι δὴ βασιλῆς γε.
因为我们知道,在这一千人中,与其余希腊人中的高手相比,绝不可能产生出相同数量的一流棋手,更不用说国王了。
δεῖ γὰρ δὴ τόν γε τὴν βασιλικὴν ἔχοντα ἐπιστήμην, ἄν τʼ ἄρχῃ καὶ ἐὰν μή, κατὰ τὸν ἔμπροσθε λόγον ὅμως βασιλικὸν προσαγορεύεσθαι.
因为实际上,拥有王者之科学的人,无论他是否统治,根据之前的论证,都必须同样被称为王者。
ΞΕ. καλῶς ἀπεμνημόνευσας.
异邦人:你记忆力很好。
ἑπόμενον δὲ οἶμαι τούτῳ τὴν μὲν ὀρθὴν ἀρχὴν περὶ ἕνα τινὰ καὶ δύο καὶ παντάπασιν ὀλίγους δεῖ ζητεῖν, ὅταν ὀρθὴ γίγνηται.
而作为其推论,我认为,当正确的统治产生时,我们必须在某一个、两个或极少数人身上去寻找它。
ΝΕ. ΣΩ. τί μήν;
年轻苏格拉底:可不是吗?
ΞΕ. τούτους δέ γε, ἐάντε ἑκόντων ἄντʼ ἀκόντων ἄρχωσιν, ἐάντε κατὰ γράμματα ἐάντε ἄνευ γραμμάτων, καὶ ἐὰν πλουτοῦντες ἢ πενόμενοι, νομιστέον, ὥσπερ νῦν ἡγούμεθα, κατὰ τέχνην ἡντινοῦν ἀρχὴν ἄρχοντας.
异邦人:而这些人,无论他们是在被统治者自愿还是违背意愿的情况下进行统治,无论是有成文法还是没有成文法,也无论他们是富裕还是贫穷,都必须被视为——正如我们现在所认为的那样——是在依照某种技术进行统治。
τοὺς ἰατροὺς δὲ οὐχ ἥκιστα νενομίκαμεν, ἐάντε ἑκόντας ἐάντε ἄκοντας ἡμᾶς ἰῶνται, τέμνοντες ἢ κάοντες ἤ τινα ἄλλην ἀλγηδόνα προσάπτοντες, καὶ ἐὰν κατὰ γράμματα ἢ χωρὶς γραμμάτων, καὶ ἐὰν πένητες ὄντες ἢ πλούσιοι, πάντως οὐδὲν ἧττον ἰατρούς φαμεν, ἕωσπερ ἂν ἐπιστατοῦντες τέχνῃ, καθαίροντες εἴτε ἄλλως ἰσχναίνοντες εἴτε καὶ αὐξάνοντες, ἂν μόνον ἐπʼ ἀγαθῷ τῷ τῶν σωμάτων, βελτίω ποιοῦντες ἐκ χειρόνων, σῴζωσιν οἱ θεραπεύοντες ἕκαστοι τὰ θεραπευόμενα·
正如我们对医生也是这样认为的,无论他们是在我们自愿还是违背意愿的情况下治疗我们,是通过切除、烧灼还是施加其他痛苦,无论是根据医书还是不根据医书,也无论他们是贫穷还是富裕,我们都同样称他们为医生,只要他们是以技术来指导,通过净化、或者以其他方式使身体消瘦或使之增长,只要他们是以身体的利益为唯一目的,使之由坏变好,治疗者在治疗时保全被治疗者。
ταύτῃ θήσομεν, ὡς οἶμαι, καὶ οὐκ ἄλλῃ, τοῦτον ὅρον ὀρθὸν εἶναι μόνον ἰατρικῆς καὶ ἄλλης ἡστινοσοῦν ἀρχῆς.
我想,只有通过这种方式,而没有其他方式,我们才会认定这是医学以及任何其他统治的唯一正确的标准。
ΝΕ. ΣΩ. κομιδῇ μὲν οὖν.
年轻苏格拉底:确实如此。
ΞΕ. ἀναγκαῖον δὴ καὶ πολιτειῶν, ὡς ἔοικε, ταύτην ὀρθὴν διαφερόντως εἶναι καὶ μόνην πολιτείαν, ἐν ᾗ τις ἂν εὑρίσκοι τοὺς ἄρχοντας ἀληθῶς ἐπιστήμονας καὶ οὐ δοκοῦντας μόνον, ἐάντε κατὰ νόμους ἐάντε ἄνευ νόμων ἄρχωσι, καὶ ἑκόντων ἢ ἀκόντων, καὶ πενόμενοι ἢ πλουτοῦντες, τούτων ὑπολογιστέον οὐδὲν οὐδαμῶς εἶναι κατʼ οὐδεμίαν ὀρθότητα.
异邦人:那么,正如所见,在政体中,也必然只有这一种才是最正确的、也是唯一的政体,即在其中人们能发现统治者是真正拥有知识的人,而不仅是表面上拥有,无论他们是根据法律还是没有法律进行统治,无论被统治者是自愿还是违背意愿,也无论他们是贫穷还是富裕,这些因素在任何正确性上都绝不能被考虑在内。
ΝΕ. ΣΩ. καλῶς.
年轻苏格拉底:说得好。
ΞΕ. καὶ ἐάντε γε ἀποκτεινύντες τινὰς ἢ καὶ ἐκβάλλοντες καθαίρωσιν ἐπʼ ἀγαθῷ τὴν πόλιν, εἴτε καὶ ἀποικίας οἷον σμήνη μελιττῶν ἐκπέμποντές ποι σμικροτέραν ποιῶσιν, ἤ τινας ἐπεισαγόμενοί ποθεν ἄλλους ἔξωθεν πολίτας ποιοῦντες αὐτὴν αὔξωσιν, ἕωσπερ ἂν ἐπιστήμῃ καὶ τῷ δικαίῳ προσχρώμενοι σῴζοντες ἐκ χείρονος βελτίω ποιῶσι κατὰ δύναμιν, ταύτην τότε καὶ κατὰ τοὺς τοιούτους ὅρους ἡμῖν μόνην ὀρθὴν πολιτείαν εἶναι ῥητέον·
异邦人:而且,无论他们是通过处死或驱逐某些人来为了城市的利益而净化城市,还是像蜜蜂群一样将某些人作为殖民者遣往他处从而缩小城市,或者是从外部引入其他公民来增加城市规模,只要他们能运用知识和正义,尽可能地使之由坏变好并予以保全,在那时,并且根据这样的标准,我们必须说只有这种才是正确的政体。
ὅσας δʼ ἄλλας λέγομεν, οὐ γνησίας οὐδʼ ὄντως οὔσας λεκτέον, ἀλλὰ μεμιμημένας ταύτην, ἃς μὲν ὡς εὐνόμους λέγομεν, ἐπὶ τὰ καλλίω, τὰς δὲ ἄλλας ἐπὶ τὰ αἰσχίονα.
至于我们所说的所有其他政体,我们必须说它们既不真实,也不真正存在,而只是模仿了这种政体,其中我们称为法治健全的政体是往好的方向模仿,而其他的则是往坏的方向模仿。
ΝΕ. ΣΩ. τὰ μὲν ἄλλα, ὦ ξένε, μετρίως ἔοικεν εἰρῆσθαι· τὸ δὲ καὶ ἄνευ νόμων δεῖν ἄρχειν χαλεπώτερον ἀκούειν ἐρρήθη.
年轻苏格拉底:异邦人啊,其他的话似乎说得很得当;但是“统治必须即使在没有法律的情况下也予以实行”这一点,听起来却更难让人接受。

词汇与语法注释

  1. 293aῥᾴστη μεντἂν οὕτω γʼ εἴη — μεντἂν 是 μέντοι 与 ἄν 的缩合(crasis)。它与希求语气(optative)εἴη 结合,表示一种潜在或条件性的陈述(“在这种情况下,它确实会是……”)。在此处,针对异邦人此前关于在一千人的城市中是否能有五十或一百人获得政治科学的提问,年轻苏格拉底以反讽的口吻作出了这一推论。
  2. 293aμή τι δὴ βασιλῆς γε — 这是一种带有省略的惯用法,意为“更不用说国王了”或“何况国王呢”(μή τι δή... γε)。此处引入了一个递进的强否定:既然在一千人中连相同数量的一流棋手(πεττευταί)都无法产生,那么产生相同数量的国王就更加不可能了。βασιλῆς 是雅典方言中的复数主格(相当于 βασιλεῖς)。
  3. 293bἕωσπερ ἂν ἐπιστατοῦντες τέχνῃ ... σῴζωσιν — 由 ἕως 自动词加上虚拟语气(σῴζωσιν)构成的临时/条件限定从句(意为“只要他们保全……”),修饰主句动词 φαμέν(“我们说[他们同样是医生]”)。这个长句展示了医学的正确定义结构:尽管存在各种让步性条件(自愿与否、有无成文规则、富裕或贫穷),只要他们“以技术来指导(ἐπιστατοῦντες τέχνῃ)”并“保全被治疗者(σῴζωσιν)”,他们就是医生。
  4. 293dτούτων ὑπολογιστέον οὐδὲν οὐδαμῶς εἶναι — 这是动形容词 ὑπολογιστέον(应当考虑)与不定式 εἶναι 结合使用的无人称结构,作为被引导词 ἀ规划的 ἀναγκαῖον(“必然的”)所引入的“对格加不定式”句式的一部分。其含义为:“在任何正确性(κατʼ οὐδεμίαν ὀρθότητα)上,这些因素(τούτων)都绝不(οὐδὲν οὐδαμῶς)应当被考虑在内(ὑπολογιστέον εἶναι)”。其中属格 τούτων 受动形容词支配。

引用这一段

柏拉图, 政治家篇 §293. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:293

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。