- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:294-295
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
客人は、常に変化し一律ではない人間社会において、法律が単純で固定的な規則しか定められない限界を指摘し、知恵ある王による支配の優位性と、法律が大雑把な規則としてしか機能しない理由を医師の例えを用いて説明する。
ΞΕ. μικρόν γε ἔφθης με ἐρόμενος, ὦ Σώκρατες. ἔμελλον γάρ σε διερωτήσειν ταῦτα πότερον ἀποδέχῃ πάντα, ἤ τι καὶ δυσχεραίνεις τῶν λεχθέντων· νῦν δʼ ἤδη φανερὸν ὅτι τοῦτο βουλησόμεθα τὸ περὶ τῆς τῶν ἄνευ νόμων ἀρχόντων ὀρθότητος διελθεῖν ἡμᾶς. ΝΕ. ΣΩ. πῶς γὰρ οὔ; ΞΕ. τρόπον τινὰ μέντοι δῆλον ὅτι τῆς βασιλικῆς ἐστιν ἡ νομοθετική· τὸ δʼ ἄριστον οὐ τοὺς νόμους ἐστὶν ἰσχύειν ἀλλʼ ἄνδρα τὸν μετὰ φρονήσεως βασιλικόν.1 οἶσθʼ ὅπῃ; ΝΕ. ΣΩ. πῇ δὴ λέγεις; ΞΕ. ὅτι νόμος οὐκ ἄν ποτε δύναιτο τό τε ἄριστον καὶ τὸ δικαιότατον ἀκριβῶς πᾶσιν ἅμα περιλαβὼν τὸ βέλτιστον ἐπιτάττειν· αἱ γὰρ ἀνομοιότητες τῶν τε ἀνθρώπων καὶ τῶν πράξεων καὶ τὸ μηδέποτε μηδὲν ὡς ἔπος εἰπεῖν ἡσυχίαν ἄγειν τῶν ἀνθρωπίνων2 οὐδὲν ἐῶσιν ἁπλοῦν ἐν οὐδενὶ περὶ ἁπάντων καὶ ἐπὶ πάντα τὸν χρόνον ἀποφαίνεσθαι τέχνην οὐδʼ ἡντινοῦν. ταῦτα δὴ συγχωροῦμέν που; ΝΕ. ΣΩ. τί μήν; ΞΕ. τὸν δέ γε νόμον ὁρῶμεν σχεδὸν ἐπʼ αὐτὸ τοῦτο συντείνοντα, ὥσπερ τινὰ ἄνθρωπον αὐθάδη καὶ ἀμαθῆ καὶ μηδένα μηδὲν ἐῶντα ποιεῖν παρὰ τὴν ἑαυτοῦ τάξιν, μηδʼ ἐπερωτᾶν μηδένα, μηδʼ ἄν τι νέον ἄρα τῳ συμβαίνῃ βέλτιον παρὰ τὸν λόγον ὃν αὐτὸς ἐπέταξεν. ΝΕ. ΣΩ. ἀληθῆ· ποιεῖ γὰρ ἀτεχνῶς καθάπερ εἴρηκας νῦν ὁ νόμος ἡμῖν ἑκάστοις. ΞΕ. οὐκοῦν ἀδύνατον εὖ ἔχειν πρὸς τὰ μηδέποτε ἁπλᾶ τὸ διὰ παντὸς γιγνόμενον ἁπλοῦν; ΝΕ. ΣΩ. κινδυνεύει. ΞΕ. διὰ τί δή ποτʼ οὖν ἀναγκαῖον νομοθετεῖν, ἐπειδήπερ οὐκ ὀρθότατον ὁ νόμος; ἀνευρετέον τούτου τὴν αἰτίαν. ΝΕ. ΣΩ. τί μήν; ΞΕ. οὐκοῦν καὶ παρʼ ὑμῖν εἰσί τινες οἷαι καὶ ἐν ἄλλαις πόλεσιν ἁθρόων ἀνθρώπων ἀσκήσεις, εἴτε πρὸς δρόμον εἴτε πρὸς ἄλλο τι, φιλονικίας ἕνεκα; ΝΕ. ΣΩ. καὶ πάνυ γε πολλαί. ΞΕ. φέρε νῦν ἀναλάβωμεν πάλιν μνήμῃ τὰς τῶν τέχνῃ γυμναζόντων ἐπιτάξεις ἐν ταῖς τοιαύταις ἀρχαῖς. ΝΕ. ΣΩ. τὸ ποῖον; ΞΕ. ὅτι λεπτουργεῖν οὐκ ἐγχωρεῖν ἡγοῦνται καθʼ ἕνα ἕκαστον, τῷ σώματι τὸ προσῆκον ἑκάστῳ προστάττοντες, ἀλλὰ παχύτερον οἴονται δεῖν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ πολλοὺς τὴν τοῦ λυσιτελοῦντος τοῖς σώμασι ποιεῖσθαι τάξιν. ΝΕ. ΣΩ. καλῶς. ΞΕ. διὸ δή γε καὶ ἴσους πόνους νῦν διδόντες ἁθρόοις ἅμα μὲν ἐξορμῶσιν, ἅμα δὲ καὶ καταπαύουσι δρόμου καὶ πάλης καὶ πάντων τῶν κατὰ τὰ σώματα πόνων. ΝΕ. ΣΩ. ἔστι ταῦτα.
客人:ソクラテスよ、君は私に尋ねることで少し先を越したね。というのも、私は君に、今語られたことすべてを受け入れるか、あるいは何かしら不満に思う点があるかを尋ねようとしていたのだから。しかし、法律なしに支配する者たちの正しさについて、私たちが議論を進めることを望んでいるのは、今やもう明らかだね。 若きソクラテス:どうしてそう望まないことがありましょうか。 客人:しかし、ある意味では、立法術が王者の技術に属することは明らかだ。だが、最善なのは、法律が力を持つことではなく、思慮を備えた王者のごとき男が力を持つことなのだ。どのような仕組みでそうなるのか、分かるかね。 若きソクラテス:一体どういう意味でおっしゃっているのですか。 客人:それは、法律はすべての人にとって最善かつ最も正しいことを同時に正確に包含して、最も優れたことを命令することは決してできないからだ。なぜなら、人間や行為の多様性、そして、人間の事柄においては、いわば何一つとして決して静止していないという事実が、いかなる技術に対しても、すべての事柄に関して、かつあらゆる時間において、何か単純で一律な決定を下すことを決して許さないからだ。私たちはこのことに同意するね。 若きソクラテス:もちろんです。 客人:しかし、法律はほとんどこれそのものに向かっているのを目にする。それはあたかも、頑固で無知で、自分の命令に反することを何一つ誰にもすることを許さず、また誰にも質問することを許さない人間のようであり、たとえ誰かにとって、自ら命じた規定に反して何か新しい、より良い状況が生じたとしても[それを認めない]のだ。 若きソクラテス:その通りです。法律はまったく今あなたがおっしゃった通りのことを、私たち一人一人に対して行います。 客人:それなら、常に単純で一律であるものが、決して単純ではない事柄に対して、うまく適合することは不可能なのではないかね。 若きソクラテス:そのおそれがあります。 客人:では、法律が最も正しいものではないのに、なぜどうしても立法することが必要なのだろうか。この原因を見出さねばならない。 若きソクラテス:全くその通りです。 客人:ところで、君たちの国にも、他の都市と同様に、競争のために人々が集団で行う、走ることや他の競技のための訓練のようなものがあるのではないかね。 若きソクラテス:ええ、とてもたくさんあります。 客人:では、そのような指導的場面において、技術に基づいて訓練を施す者たちの命令を、もう一度記憶に呼び起こしてみよう。 若きソクラテス:それはどういうことですか。 客人:彼らは、一人一人に対して細かく指示を与え、個々の身体に適したものを命令することは不可能だと考えており、むしろ、大体において、かつ多くの人々を対象にして、身体に有益な規定をより大雑把に作るべきだと考えていることだ。 若きソクラテス:その通りです。 客人:それゆえ、彼らは集団に対して一律に均等な負荷を与え、走ることも、格闘も、その他すべての身体的負荷も、同時に開始させ、同時に終了させるのだ。 若きソクラテス:確かにそのようになっています。
ΞΕ. καὶ τὸν νομοθέτην τοίνυν ἡγώμεθα, τὸν ταῖσιν ἀγέλαις ἐπιστατήσοντα τοῦ δικαίου πέρι καὶ τῶν πρὸς ἀλλήλους συμβολαίων, μή ποθʼ ἱκανὸν γενήσεσθαι πᾶσιν ἁθρόοις προστάττοντα ἀκριβῶς ἑνὶ ἑκάστῳ τὸ προσῆκον ἀποδιδόναι. ΝΕ. ΣΩ. τὸ γοῦν εἰκός. ΞΕ. ἀλλὰ τὸ τοῖς πολλοῖς γε οἶμαι καὶ ὡς ἐπὶ τὸ πολὺ καί πως οὑτωσὶ παχυτέρως ἑκάστοις τὸν νόμον θήσει, καὶ ἐν γράμμασιν ἀποδιδοὺς καὶ ἐν ἀγραμμάτοις, πατρίοις δὲ ἔθεσι νομοθετῶν. ΝΕ. ΣΩ. ὀρθῶς. ΞΕ. ὀρθῶς μέντοι. πῶς γὰρ ἄν τις ἱκανὸς γένοιτʼ ἄν ποτε, ὦ Σώκρατες, ὥστε διὰ βίου ἀεὶ παρακαθήμενος ἑκάστῳ διʼ ἀκριβείας προστάττειν τὸ προσῆκον; ἐπεὶ τοῦτʼ ἂν δυνατὸς ὤν,3 ὡς οἶμαι, τῶν τὴν βασιλικὴν ὁστισοῦν ὄντως ἐπιστήμην εἰληφότων σχολῇ ποτʼ ἂν ἑαυτῷ θεῖτʼ ἐμποδίσματα γράφων τοὺς λεχθέντας τούτους νόμους. ΝΕ. ΣΩ. ἐκ τῶν νῦν γοῦν, ὦ ξένε, εἰρημένων. ΞΕ. μᾶλλον δέ γε, ὦ βέλτιστε, ἐκ τῶν μελλόντων ῥηθήσεσθαι. ΝΕ. ΣΩ. τίνων δή; ΞΕ. τῶν τοιῶνδε. εἴπωμεν γὰρ δὴ πρός γε ἡμᾶς αὐτοὺς ἰατρὸν μέλλοντα ἢ καί τινα γυμναστικὸν ἀποδημεῖν καὶ ἀπέσεσθαι τῶν θεραπευομένων συχνόν, ὡς οἴοιτο, χρόνον, μὴ μνημονεύσειν οἰηθέντα τὰ προσταχθέντα τοὺς γυμναζομένους4 ἢ τοὺς κάμνοντας, ὑπομνήματα γράφειν ἂν ἐθέλειν αὐτοῖς, ἢ πῶς; ΝΕ. ΣΩ. οὕτως. ΞΕ. τί δʼ εἰ παρὰ δόξαν ἐλάττω χρόνον ἀποδημήσας ἔλθοι πάλιν; ἆρʼ οὐκ ἂν παρʼ ἐκεῖνα τὰ γράμματα τολμήσειεν ἄλλʼ ὑποθέσθαι, συμβαινόντων ἄλλων βελτιόνων τοῖς κάμνουσι διὰ πνεύματα ἤ τι καὶ ἄλλο παρὰ τὴν ἐλπίδα τῶν ἐκ Διὸς ἑτέρως πως τῶν εἰωθότων γενόμενα, καρτερῶν δʼ ἂν ἡγοῖτο δεῖν μὴ ἐκβαίνειν τἀρχαῖά ποτε νομοθετηθέντα μήτε αὐτὸν προστάττοντα ἄλλα μήτε τὸν κάμνοντα ἕτερα τολμῶντα παρὰ τὰ γραφέντα δρᾶν, ὡς ταῦτα ὄντα ἰατρικὰ καὶ ὑγιεινά, τὰ δὲ ἑτέρως γιγνόμενα νοσώδη τε καὶ οὐκ ἔντεχνα· ἢ πᾶν τὸ τοιοῦτον ἔν γε ἐπιστήμῃ συμβαῖνον καὶ ἀληθεῖ τέχνῃ περὶ ἅπαντα παντάπασι γέλως ἂν ὁ μέγιστος γίγνοιτο τῶν τοιούτων νομοθετημάτων; ΝΕ. ΣΩ. παντάπασι μὲν οὖν.
客人:それなら、正義や相互の契約に関して人間の群れを監督する立法者についても同様に考えよう。彼は、集団全体に命令を下すにあたって、一人一人に対して正確にふさわしいものを与えることは、決して十全にはできないだろう、と。 若きソクラテス:それはもっともなことです。 客人:むしろ、大多数の人々のために、大体において、そしてどうにかこのように大雑把に、一人一人に法律を定めることになると思う。それを文字に書いて与えるにせよ、あるいは文字に頼らず、祖伝の慣習によって立法するにせよ。 若きソクラテス:正しいお考えです。 客人:まさに正しい。ソクラテスよ、生涯にわたって常に一人一人の傍らに寄り添って、正確にふさわしいものを命令することのできる者など、どうして現れることができようか。なぜなら、真に王者の知識を身に付けた者たちのうち、誰であれ、もしそのようなことができる者がいるとすれば、私は、彼が前述のそのような法律を書き残すことによって、自分自身に障害を課すようなことは、到底しないと思うからだ。 若きソクラテス:今語られたことからすれば、確かにその通りです、客人よ。 客人:だが、さらにいっそう、これから語られることからしてそうなのだ、わが友よ。 若きソクラテス:それは一体どういうことですか。 客人:次のようなことだ。私たち自身にこう言ってみよう。医師、あるいは体育の指導者が、旅に出て、治療を受ける者たちからかなり長い間離れることになると考えたとする。その際、彼は、訓練をする者たちや病人が自分の命令したことを覚えていないだろうと考え、彼らに備忘録を書き残したいと思うのではないだろうか。それともどうだろうか。 若きソクラテス:そのようにするでしょう。 客人:では、もし彼が予想に反して短い旅を終えて戻ってきたらどうだろうか。病人に、より良い他の状況が生じたとしたら、あの書き残された文書に反して、別の指示を与えることをあえてしないだろうか。通常とは異なる風や、何か他のゼウス(天候)による予期せぬ変化が、別な形で生じたためにね。それとも、かつて定められた古い規則から一歩も外れてはならない、自分自身も別のことを命じてはならないし、病人も書かれたものに反して異なることをあえて行ってはならない、これら書かれたものこそが医学的であり健康的であって、それ以外のやり方は不健康で非技術的である、と頑なに守り通すべきだと彼は考えるだろうか。あるいは、知識と真の技術が関わるあらゆる事柄において、このような事態やこのような立法は、まったく最大の物笑いの種になるのではないか。 若きソクラテス:全くもって、その通りです。
- 294aτὸ δʼ ἄριστον οὐ τοὺς νόμους ἐστὶν ἰσχύειν ἀλλʼ ἄνδρα τὸν μετὰ φρονήσεως βασιλικόν
非人称動詞のように機能する ἐστίν の補語として、対格と不定詞の結合(対格不定詞構文)が並列されている。主語は中性名詞句の τὸ ἄριστον であり、「最も優れたことは[τοὺς νόμους ἰσχύειν(法律が力を持つこと)]ではなく、[ἄνδρα τὸν μετὰ φρονήσεως βασιλικόν(思慮を備えた王者のごとき男が力を持つこと)]である」という構文。後者には ἰσχύειν が共有されて省略されている。
- 294bτὸ μηδέποτε μηδὲν ὡς ἔπος εἰπεῖν ἡσυχίαν ἄγειν τῶν ἀνθρωπίνων
冠詞付き不定詞(τὸ ... ἡσυχίαν ἄγειν)の構文。属格の τῶν ἀνθρωπίνων(人間の事柄のうちで)は、不定詞の意味上の主語である μηδέν(何一つ)にかかる部分属格として機能している。全体として主節の動詞 οὐδὲν ἐῶσιν の主語(αἱ ἀνομοιότητες と並列)として働いている。
- 295bἐπεὶ τοῦτʼ ἂν δυνατὸς ὤν
分詞 ὤν は接辞 ἄν を伴い、未来における可能性の条件節(εἰ τοῦτο δυνατὸς εἴη)に相当する条件分詞として機能している。主節の希求法 ἂν ... θεῖτο と呼応して、「もしその者がこのようなことができるとしたら」という仮定を表す。
- 295cμὴ μνημονεύσειν οἰηθέντα τὰ προσταχθέντα τοὺς γυμναζομένους
分詞 οἰηθέντα の目的語として、未来不定詞 μὴ μνημονεύσειν を伴う対格不定詞構文が置かれている。不定詞の意味上の主語は、同じ文脈の医師ではなく、対格で示された被訓練者たち(τοὺς γυμναζομένους)である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 2 件
