§291ΞΕ. τούτους τε τοίνυν τοὺς κληρωτοὺς βασιλέας ἅμα καὶ ἱερέας, καὶ ὑπηρέτας αὐτῶν καί τινα ἕτερον πάμπολυν ὄχλον σκεπτέον, ὃς ἄρτι κατάδηλος νῦν ἡμῖν γέγονεν ἀποχωρισθέντων τῶν ἔμπροσθεν.
异邦人:因此,这些通过抽签选出的国王以及神官们、他们的仆役,以及由于前面所说的人被分离出去而刚刚对我们显露出来的另一个极庞大的群体,都是我们需要考察的。
ΝΕ. ΣΩ. τίνας δʼ αὐτοὺς καὶ λέγεις;
年轻苏格拉底:您说的这些到底是谁呢?
ΞΕ. καὶ μάλα τινὰς ἀτόπους.
异邦人:确实是一些极其古怪的人。
ΝΕ. ΣΩ. τί δή;
年轻苏格拉底:为什么这么说?
ΞΕ. πάμφυλόν τι γένος αὐτῶν, ὥς γε ἄρτι σκοπουμένῳ φαίνεται.
异邦人:至少在刚才观察的人看来,他们是由各种族类混合而成的。
πολλοὶ μὲν γὰρ λέουσι τῶν ἀνδρῶν εἴξασι καὶ Κενταύροις καὶ τοιούτοισιν ἑτέροις, πάμπολλοι δὲ Σατύροις καὶ τοῖς ἀσθενέσι καὶ πολυτρόποις θηρίοις· ταχὺ δὲ μεταλλάττουσι τάς τε ἰδέας καὶ τὴν δύναμιν εἰς ἀλλήλους.
因为这些人中许多人像狮子和人马以及其他类似的怪物,极多的人则像萨堤罗斯以及那些软弱而多变的野兽;他们很快就会把自己的外貌和能力互相转化。
καὶ μέντοι μοι νῦν, ὦ Σώκρατες, ἄρτι δοκῶ κατανενοηκέναι τοὺς ἄνδρας.
不过,苏格拉底啊,我现在觉得我刚刚看清了这些人的真面目。
ΝΕ. ΣΩ. λέγοις ἄν· ἔοικας γὰρ ἄτοπόν τι καθορᾶν.
年轻苏格拉底:请您说吧;因为您似乎看清了某种奇妙的东西。
ΞΕ. ναί· τὸ γὰρ ἄτοπον ἐξ ἀγνοίας πᾶσι συμβαίνει.
异邦人:是的;因为感到古怪对所有人来说都是源于无知。
καὶ γὰρ δὴ καὶ νῦν αὐτὸς τοῦτʼ ἔπαθον· ἐξαίφνης ἠμφεγνόησα κατιδὼν τὸν περὶ τὰ τῶν πόλεων πράγματα χορόν.
实际上,刚才我自己就经历了这一点;突然间,我看着那个围绕城市事务的合唱队,竟认不出他们来了。
ΝΕ. ΣΩ. ποῖον;
年轻苏格拉底:什么样的合唱队?
ΞΕ. τὸν πάντων τῶν σοφιστῶν μέγιστον γόητα καὶ ταύτης τῆς τέχνης ἐμπειρότατον· ὃν ἀπὸ τῶν ὄντως ὄντων πολιτικῶν καὶ βασιλικῶν καίπερ παγχάλεπον ὄντα ἀφαιρεῖν ἀφαιρετέον, εἰ μέλλομεν ἰδεῖν ἐναργῶς τὸ ζητούμενον.
异邦人:那是所有诡辩家中最伟大的骗子,也是最擅长这种技术的人;尽管要把他从那些真正存在的政治家和国王中剥离出来极其困难,但如果我们想要清晰地看清所探求的对象,就必须把他剥离出来。
ΝΕ. ΣΩ. ἀλλὰ μὴν τοῦτό γε οὐκ ἀνετέον.
年轻苏格拉底:但这绝不能放弃。
ΞΕ. οὔκουν δὴ κατά γε τὴν ἐμήν.
异邦人:至少按我的看法是绝不能放弃的。
καί μοι φράζε τόδε.
那么请告诉我这件事。
ΝΕ. ΣΩ. τὸ ποῖον;
年轻苏格拉底:什么事?
ΞΕ. ἆρʼ οὐ μοναρχία τῶν πολιτικῶν ἡμῖν ἀρχῶν ἐστι μία;
异邦人:独裁政难道不是我们的政治统治形式之一吗?
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。
ΞΕ. καὶ μετὰ μοναρχίαν εἴποι τις ἂν οἶμαι τὴν ὑπὸ τῶν ὀλίγων δυναστείαν.
异邦人:我想,在独裁政之后,人们会提到由少数人掌握的权力统治。
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
年轻苏格拉底:怎么会不呢?
ΞΕ. τρίτον δὲ σχῆμα πολιτείας οὐχ ἡ τοῦ πλήθους ἀρχή, δημοκρατία τοὔνομα κληθεῖσα;
异邦人:而政体的第三种形式,难道不是多数人的统治,被冠以民主制之名吗?
ΝΕ. ΣΩ. καὶ πάνυ γε.
年轻苏格拉底:完全如此。
ΞΕ. τρεῖς δʼ οὖσαι μῶν οὐ πέντε τρόπον τινὰ γίγνονται, δύʼ ἐξ ἑαυτῶν ἄλλα πρὸς αὑταῖς ὀνόματα τίκτουσαι;
异邦人:虽然它们是三种,但通过从自身中产生另外两个名称并加于自身之上,在某种意义上难道不就变成了五种吗?
ΝΕ. ΣΩ. ποῖα δή;
年轻苏格拉底:究竟是哪些呢?
ΞΕ. πρὸς τὸ βίαιόν που καὶ ἑκούσιον ἀποσκοποῦντες νῦν καὶ πενίαν καὶ πλοῦτον καὶ νόμον καὶ ἀνομίαν ἐν αὐταῖς γιγνόμενα διπλῆν ἑκατέραν τοῖν δυοῖν διαιροῦντες μοναρχίαν μὲν προσαγορεύουσιν ὡς δύο παρεχομένην εἴδη δυοῖν ὀνόμασι, τυραννίδι, τὸ δὲ βασιλικῇ.
异邦人:我想,通过观察其中发生的强制与自愿、贫穷与财富、法律与不法,并将前两种统治形式中的每一种一分为二,人们便把独裁政称作具有两种形式并冠以两个名称:一为僭主政,另一为王政。
ΝΕ. ΣΩ. τί μήν;
年轻苏格拉底:可不是吗?
ΞΕ. τὴν δὲ ὑπʼ ὀλίγων γε ἑκάστοτε κρατηθεῖσαν πόλιν ἀριστοκρατίᾳ καὶ ὀλιγαρχίᾳ.
异邦人:而对于每次由少数人统治的城市,则(分为)贵族政和寡头政。
ΝΕ. ΣΩ. καὶ πάνυ γε.
年轻苏格拉底:确实如此。
§292ΞΕ. δημοκρατίας γε μήν, ἐάντʼ οὖν βιαίως ἐάντε ἑκουσίως τῶν τὰς οὐσίας ἐχόντων τὸ πλῆθος ἄρχῃ, καὶ ἐάντε τοὺς νόμους ἀκριβῶς φυλάττον ἐάντε μή, πάντως τοὔνομα οὐδεὶς αὐτῆς εἴωθε μεταλλάττειν.
异邦人:然而,至于民主制,无论多数人是对拥有财产的人进行强制还是自愿的统治,也无论他们是否严格遵守法律,在任何情况下,习惯上都没有人会去更改它的名称。
ΝΕ. ΣΩ. ἀληθῆ.
年轻苏格拉底:确实。
ΞΕ. τί οὖν;
异邦人:那么如何呢?
οἰόμεθά τινα τούτων τῶν πολιτειῶν ὀρθὴν εἶναι τούτοις τοῖς ὅροις ὁρισθεῖσαν, ἑνὶ καὶ ὀλίγοις καὶ πολλοῖς, καὶ πλούτῳ καὶ πενίᾳ, καὶ τῷ βιαίῳ καὶ ἑκουσίῳ, καὶ μετὰ γραμμάτων καὶ ἄνευ νόμων συμβαίνουσαν γίγνεσθαι;
我们是否认为,这些政体中,有哪一个是根据这些界限——即一人、少数、多数,财富与贫穷,强制与自愿,以及伴随成文法典或没有法律而产生——来界定,从而可以说是正确的政体呢?
ΝΕ. ΣΩ. τί γὰρ δὴ καὶ κωλύει;
年轻苏格拉底:确实,又有什么能阻止它呢?
ΞΕ. σκόπει δὴ σαφέστερον τῇδε ἑπόμενος.
异邦人:那么,沿着这条路线跟随,更清楚地考察一下。
ΝΕ. ΣΩ. πῇ;
年轻苏格拉底:哪条路线?
ΞΕ. τῷ ῥηθέντι κατὰ πρώτας πότερον ἐμμενοῦμεν ἢ διαφωνήσομεν;
异邦人:对于最开始所说的话,我们是要坚持呢,还是要去否定它?
ΝΕ. ΣΩ. τῷ δὴ ποίῳ λέγεις;
年轻苏格拉底:您指的是哪一个?
ΞΕ. τὴν βασιλικὴν ἀρχὴν τῶν ἐπιστημῶν εἶναί τινα ἔφαμεν, οἶμαι.
异邦人:我想,我们曾说过王室的统治是某种科学吧。
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。
ΞΕ. καὶ τούτων γε οὐχ ἁπασῶν, ἀλλὰ κριτικὴν δήπου τινὰ καὶ ἐπιστατικὴν ἐκ τῶν ἄλλων προειλόμεθα.
异邦人:而且并非所有的科学,而是从其他科学中选出了某种判断的和指挥的科学,对吧。
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。
ΞΕ. κἀκ τῆς ἐπιστατικῆς τὴν μὲν ἐπʼ ἀψύχοις ἔργοις, τὴν δʼ ἐπὶ ζῴοις·
异邦人:并且从指挥的科学中,一者是对无生命的工作,另一者是对有生命的对象。
καὶ κατὰ τοῦτον δὴ τὸν τρόπον μερίζοντες δεῦρʼ ἀεὶ προεληλύθαμεν, ἐπιστήμης οὐκ ἐπιλανθανόμενοι, τὸ δʼ ἥτις οὐχ ἱκανῶς πω δυνάμενοι διακριβώσασθαι.
正是通过这种方式进行划分,我们一直推进到这里,并没有忘记科学这一核心,只是还没有能够足够精确地规定它究竟是哪一种科学。
ΝΕ. ΣΩ. λέγεις ὀρθῶς.
年轻苏格拉底:您说得对。
ΞΕ. τοῦτʼ αὐτὸ τοίνυν ἆρʼ ἐννοοῦμεν, ὅτι τὸν ὅρον οὐκ ὀλίγους οὐδὲ πολλούς, οὐδὲ τὸ ἑκούσιον οὐδὲ τὸ ἀκούσιον, οὐδὲ πενίαν οὐδὲ πλοῦτον γίγνεσθαι περὶ αὐτῶν χρεών, ἀλλά τινα ἐπιστήμην, εἴπερ ἀκολουθήσομεν τοῖς πρόσθεν;
异邦人:那么,我们是否意识到这一点:如果我们真的要遵循先前的论点,那么关于这些政体的界限绝不能设定为少数或多数,也不能是自愿或不自愿,也不能是贫穷或财富,而必须是某种科学?
ΝΕ. ΣΩ. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον μὴ ποιεῖν.
年轻苏格拉底:但这确实是不得不做的。
ΞΕ. ἐξ ἀνάγκης δὴ νῦν τοῦτο οὕτω σκεπτέον, ἐν τίνι ποτὲ τούτων ἐπιστήμη συμβαίνει γίγνεσθαι περὶ ἀνθρώπων ἀρχῆς, σχεδὸν τῆς χαλεπωτάτης καὶ μεγίστης κτήσασθαι.
异邦人:因此,现在我们必须必然这样来考察:在这些统治形式中,究竟在哪一个当中会产生关于统治人类的科学? 这大概是极难获得也最伟大的科学。
δεῖ γὰρ ἰδεῖν αὐτήν, ἵνα θεασώμεθα τίνας ἀφαιρετέον ἀπὸ τοῦ φρονίμου βασιλέως, οἳ προσποιοῦνται μὲν εἶναι πολιτικοὶ καὶ πείθουσι πολλούς, εἰσὶ δὲ οὐδαμῶς.
因为我们必须看清这种科学,以便看清有哪些人是必须从贤明的国王中剥离出来的——他们虽然自称是政治家并说服了许多人,但实际上根本不是。
ΝΕ. ΣΩ. δεῖ γὰρ δὴ ποιεῖν τοῦτο, ὡς ὁ λόγος ἡμῖν προείρηκεν.
年轻苏格拉底:确实必须这样做,正如我们的论证刚才所指示的那样。
ΞΕ. μῶν οὖν δοκεῖ πλῆθός γε ἐν πόλει ταύτην τὴν ἐπιστήμην δυνατὸν εἶναι κτήσασθαι;
异邦人:那么,城市中的大众有可能获得这种科学吗?
ΝΕ. ΣΩ. καὶ πῶς;
年轻苏格拉底:怎么可能呢?
ΞΕ. ἀλλʼ ἆρα ἐν χιλιάνδρῳ πόλει δυνατὸν ἑκατόν τινας ἢ καὶ πεντήκοντα αὐτὴν ἱκανῶς κτήσασθαι;
异邦人:那么,在一个有一千人的城市里,是否有大约一百人,甚至五十人,有可能充分获得它呢?