Humanitext Reader

柏拉图 · 政治家篇 §290

辅助性仆役的排除与预言者和神官的地位

第 21 段,共 34 段 · 希腊语

内容简介

异邦人和年轻苏格拉底考察了从事商业的自由人以及传令官和书吏等行政辅助仆役,认定他们并非政治术的真正竞争者。随后,他们转而分析预言者和神官的崇高社会及宗教地位,这两类人的职责使其成为王室技术的潜在竞争对手。

§290ΞΕ. τί δέ;
异邦人:那么这又如何呢?
τῶν ἐλευθέρων ὅσοι τοῖς νυνδὴ ῥηθεῖσιν εἰς ὑπηρετικὴν ἑκόντες αὑτοὺς τάττουσι, τά τε γεωργίας καὶ τὰ τῶν ἄλλων τεχνῶν ἔργα διακομίζοντες ἐπʼ ἀλλήλους καὶ ἀνισοῦντες, οἱ μὲν κατʼ ἀγοράς, οἱ δὲ πόλιν ἐκ πόλεως ἀλλάττοντες κατὰ θάλατταν καὶ πεζῇ, νόμισμά τε πρὸς τὰ ἄλλα καὶ αὐτὸ πρὸς αὑτὸ διαμείβοντες, οὓς ἀργυραμοιβούς τε καὶ ἐμπόρους καὶ ναυκλήρους καὶ καπήλους ἐπωνομάκαμεν, μῶν τῆς πολιτικῆς ἀμφισβητήσουσί τι;
在自由人中,自愿将自己置于刚才提到的奉仕服务中的人们,他们互相运送并平均分配农业和其他技术的产物,有的在市场中进行交换,有的通过海路和陆路在城市之间来往交换,将货币与其他物品交换,或者将货币本身进行兑换——也就是我们称之为货币兑换商、商人、船主和零售商的人,难道他们会与政治术发生什么争执吗?
ΝΕ. ΣΩ. τάχʼ ἂν ἴσως τῆς γε τῶν ἐμπορευτικῶν.
年轻苏格拉底:也许,至少在关于商业技术方面会。
ΞΕ. ἀλλʼ οὐ μὴν οὕς γε ὁρῶμεν μισθωτοὺς καὶ θῆτας πᾶσιν ἑτοιμότατα ὑπηρετοῦντας, μή ποτε βασιλικῆς μεταποιουμένους εὕρωμεν.
异邦人:但是,我们绝不会发现那些被我们视为雇工和日雇农、最乐意为所有人服务的人,会去主张王室技术。
ΝΕ. ΣΩ. πῶς γάρ;
年轻苏格拉底:怎么会呢?
ΞΕ. τί δὲ ἄρα τοὺς τὰ τοιάδε διακονοῦντας ἡμῖν ἑκάστοτε;
异邦人:那么,那些在各种情况下为我们提供此类服务的人又该如何呢?
ΝΕ. ΣΩ. τὰ ποῖα εἶπες καὶ τίνας;
年轻苏格拉底:您说的是哪一类人,指的又是谁?
ΞΕ. ὧν τὸ κηρυκικὸν ἔθνος, ὅσοι τε περὶ γράμματα σοφοὶ γίγνονται πολλάκις ὑπηρετήσαντες, καὶ πόλλʼ ἄττα ἕτερα περὶ τὰς ἀρχὰς διαπονεῖσθαί τινες ἕτεροι πάνδεινοι, τί τούτους αὖ λέξομεν;
异邦人:那类传令官,以及那些因多次服务而在文字上变得聪明的人,还有其他一些在官署周围极其精明地处理许多事务的人,我们又该怎么称呼他们呢?
ΝΕ. ΣΩ. ὅπερ εἶπες νῦν, ὑπηρέτας, ἀλλʼ οὐκ αὐτοὺς ἐν ταῖς πόλεσιν ἄρχοντας.
年轻苏格拉底:正如您刚才所说,是仆役,而不是城市里的统治者本身。
ΞΕ. ἀλλὰ οὐ μὴν οἶμαί γε ἐνύπνιον ἰδὼν εἶπον ταύτῃ πῃ φανήσεσθαι τοὺς διαφερόντως ἀμφισβητοῦντας τῆς πολιτικῆς.
异邦人:但我绝不认为自己是在做梦时说出,那些与政治术有着突出争执的人将在这附近显现出来的。
καίτοι σφόδρα γε ἄτοπον ἂν εἶναι δόξειε τὸ ζητεῖν τούτους ἐν ὑπηρετικῇ μοίρᾳ τινί.
然而,若在某种仆役的份额中去寻找他们,似乎显得极其荒谬。
ΝΕ. ΣΩ. κομιδῇ μὲν οὖν.
年轻苏格拉底:确实如此。
ΞΕ. ἔτι δὴ προσμείξωμεν ἐγγύτερον ἐπὶ τοὺς μήπω βεβασανισμένους.
异邦人:那么,让我们进一步接近那些尚未经过检验的人。
εἰσὶ δὲ οἵ τε περὶ μαντικὴν ἔχοντές τινος ἐπιστήμης διακόνου μόριον· ἑρμηνευταὶ γάρ που νομίζονται παρὰ θεῶν ἀνθρώποις.
有些从事预言术的人,掌握了某种作为仆役知识的一部分;因为他们被认为大概是神与人之间的翻译者。
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。
ΞΕ. καὶ μὴν καὶ τὸ τῶν ἱερέων αὖ γένος, ὡς τὸ νόμιμόν φησι, παρὰ μὲν ἡμῶν δωρεὰς θεοῖς διὰ θυσιῶν ἐπιστῆμόν ἐστι κατὰ νοῦν ἐκείνοις δωρεῖσθαι, παρὰ δὲ ἐκείνων ἡμῖν εὐχαῖς κτῆσιν ἀγαθῶν αἰτήσασθαι· ταῦτα δὲ διακόνου τέχνης ἐστί που μόρια ἀμφότερα.
异邦人:而且,神官的族类也是如此,正如习俗所说,他们有专业知识,通过祭祀将我们送给神明的礼物按神明的意愿奉献给他们,并从神明那里通过祈祷为我们请求获得善美之物;而这两者大概都是某种服务技术的一部分。
ΝΕ. ΣΩ. φαίνεται γοῦν.
年轻苏格拉底:至少看起来是这样。
ΞΕ. ἤδη τοίνυν μοι δοκοῦμεν οἷόν γέ τινος ἴχνους ἐφʼ ὃ πορευόμεθα προσάπτεσθαι.
异邦人:那么现在,我们似乎触及了我们所追寻的某种线索。
τὸ γὰρ δὴ τῶν ἱερέων σχῆμα καὶ τὸ τῶν μάντεων εὖ μάλα φρονήματος πληροῦται καὶ δόξαν σεμνὴν λαμβάνει διὰ τὸ μέγεθος τῶν ἐγχειρημάτων, ὥστε περὶ μὲν Αἴγυπτον οὐδʼ ἔξεστι βασιλέα χωρὶς ἱερατικῆς ἄρχειν, ἀλλʼ ἐὰν ἄρα καὶ τύχῃ πρότερον ἐξ ἄλλου γένους βιασάμενος, ὕστερον ἀναγκαῖον εἰς τοῦτο εἰστελεῖσθαι αὐτὸν τὸ γένος· ἔτι δὲ καὶ τῶν Ἑλλήνων πολλαχοῦ ταῖς μεγίσταις ἀρχαῖς τὰ μέγιστα τῶν περὶ τὰ τοιαῦτα θύματα εὕροι τις ἂν προσταττόμενα θύειν.
因为神官和预言者的姿态确实充满了自负,并因其职守的重大而获得了庄严的声誉,以至于在埃及,甚至不允许没有神官身份的国王进行统治,即使他恰巧是通过武力从其他族类中篡夺王位,事后也必须加入这一神官族类;而且在希腊的许多地方,人们也会发现,最大型的这类牺牲祭祀被指派给最高官员来主持。
καὶ δὴ καὶ παρʼ ὑμῖν οὐχ ἥκιστα δῆλον ὃ λέγω· τῷ γὰρ λαχόντι βασιλεῖ φασιν τῇδε τὰ σεμνότατα καὶ μάλιστα πάτρια τῶν ἀρχαίων θυσιῶν ἀποδεδόσθαι.
此外,在我们这里,我所说的话绝非最不明显;因为人们说,最庄严、最传统的古代祭祀已经分配给了通过抽签选出的“国王”。
ΝΕ. ΣΩ. καὶ πάνυ γε.
年轻苏格拉底:完全是这样。

词汇与语法注释

  1. 290aτῆς γε τῶν ἐμπορευτικῶν — 此属格短语暗含了从前文 `τῆς πολιτικῆς` 中省去的 `τέχνης` 或 `ἐπιστήμης`,表达了年轻苏格拉底的保留意见,即这些人“至少在关于商业事务的技术方面”可能会对政治术提出要求。
  2. 290aμή ποτε... εὕρωμεν — 此处使用 `μή ποτε` 配合虚拟语气表示强烈的否定或担忧(“我们绝不会发现……”)。异邦人在上下文中极力否定了最底层的体力劳动者会去主张最高统治技术——“王室技术”的可能性。
  3. 290eτῷ λαχόντι βασιλεῖ — 指雅典九名执政官之一的“王者执政官”(Archon Basileus),他主要负责传统宗教祭祀。此处指明了该职位历史传统上是通过抽签(`λαχόντι`)选出的事实,在语法上作为与格与被动不定式 `ἀποδεδόσθαι` 连用,表示行为的归属。

引用这一段

柏拉图, 政治家篇 §290. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:290

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。