Humanitext Reader

柏拉图 · 政治家篇 §287

论辩篇幅的衡量标准与间接和直接原因的区分

第 19 段,共 34 段 · 希腊语

内容简介

异邦人解释说,讨论的篇幅应当根据它是否能使听者更擅长辩证来判断,随后重新转向政治家的划分,开始区分城邦中的间接原因(如工具)和直接原因。

§287ΞΕ. οὐ τοίνυν οὐδὲ πρὸς τοῦτο πάντα.
异邦人:那么,即使对于这一点,我们也不应以此来判断一切。
οὔτε γὰρ πρὸς τὴν ἡδονὴν μήκους ἁρμόττοντος οὐδὲν προσδεησόμεθα, πλὴν εἰ πάρεργόν τι·
因为我们根本不需要为了娱乐而要求任何合适的篇幅,除非它是一件附带的事情。
τό τε αὖ πρὸς τὴν τοῦ προβληθέντος ζήτησιν, ὡς ἂν ῥᾷστα καὶ τάχιστα εὕροιμεν, δεύτερον ἀλλʼ οὐ πρῶτον ὁ λόγος ἀγαπᾶν παραγγέλλει, πολὺ δὲ μάλιστα καὶ πρῶτον τὴν μέθοδον αὐτὴν τιμᾶν τοῦ κατʼ εἴδη δυνατὸν εἶναι διαιρεῖν, καὶ δὴ καὶ λόγον, ἄντε παμμήκης λεχθεὶς τὸν ἀκούσαντα εὑρετικώτερον ἀπεργάζηται, τοῦτον σπουδάζειν καὶ τῷ μήκει μηδὲν ἀγανακτεῖν, ἄντʼ αὖ βραχύτερος, ὡσαύτως·
另一方面,至于如何以最容易、最迅速的方式找到所提出的探究,理性命令我们将其视为第二位而非第一位,而最首要和最应该尊重的是能够按形式进行划分的方法本身,甚至于,如果一个论述即便说得极长,但只要它能使听者更具发现能力,我们就应当热切追求它,而不因其篇幅感到愤懑;反之,若其较短,亦是同样。
ἔτι δʼ αὖ πρὸς τούτοις τὸν περὶ τὰς τοιάσδε συνουσίας ψέγοντα λόγων μήκη καὶ τὰς ἐν κύκλῳ περιόδους οὐκ ἀποδεχόμενον, ὅτι χρὴ τὸν τοιοῦτον μὴ ταχὺ μηδʼ εὐθὺς οὕτω μεθιέναι ψέξαντα μόνον ὡς μακρὰ τὰ λεχθέντα, ἀλλὰ καὶ προσαποφαίνειν οἴεσθαι δεῖν ὡς βραχύτερα ἂν γενόμενα τοὺς συνόντας ἀπηργάζετο διαλεκτικωτέρους καὶ τῆς τῶν ὄντων λόγῳ δηλώσεως εὑρετικωτέρους, τῶν δὲ ἄλλων καὶ πρὸς ἄλλʼ ἄττα ψόγων καὶ ἐπαίνων μηδὲν φροντίζειν μηδὲ τὸ παράπαν ἀκούειν δοκεῖν τῶν τοιούτων λόγων.
此外,对于那些在诸如此类的集会中指责论述之冗长、不接受迂回陈述的人,我们必须认为,不能在这样的人仅仅指责所说的话太长之后,就如此迅速、如此轻易地放过他,而是必须认为他也应该进一步表明,如果这些论述变得更短一些,是否能使参与者更擅长辩证,并在通过言辞显明存在的事物上更具发现能力;至于其他针对其他事情的指责和赞扬,则完全不必在意,甚至要显得根本没有在听此类论述。
καὶ τούτων μὲν ἅλις, εἰ καὶ σοὶ ταύτῃ συνδοκεῖ· πρὸς δὲ δὴ τὸν πολιτικὸν ἴωμεν πάλιν, τῆς προρρηθείσης ὑφαντικῆς αὐτῷ φέροντες τὸ παράδειγμα.
如果你也同意这一点,关于这些就说这么多吧;现在让我们重新转向政治家,将前述的织造术范例应用于他。
ΝΕ. ΣΩ. καλῶς εἶπες, καὶ ποιῶμεν ἃ λέγεις.
年轻苏格拉底:您说得很好,我们就按照您说的办。
ΞΕ. οὐκοῦν ἀπό γε τῶν πολλῶν ὁ βασιλεὺς ὅσαι σύννομοι, μᾶλλον δὲ ἀπὸ πασῶν τῶν περὶ τὰς ἀγέλας διακεχώρισται· λοιπαὶ δέ, φαμέν, αἱ κατὰ πόλιν αὐτὴν τῶν τε συναιτίων καὶ τῶν αἰτίων, ἃς πρώτας ἀπʼ ἀλλήλων διαιρετέον.
异邦人:那么,国王已经从许多同群放牧的技术中,或者更确切地说,从所有关于群牧的技术中区分出来了;我们说,剩下的则是城邦内部本身的共同原因和直接原因,我们必须首先将它们彼此划分开。
ΝΕ. ΣΩ. ὀρθῶς.
年轻苏格拉底:对。
ΞΕ. οἶσθʼ οὖν ὅτι χαλεπὸν αὐτὰς τεμεῖν δίχα;
异邦人:那么,你是否知道很难将它们一分为二?
τὸ δʼ αἴτιον, ὡς οἶμαι, προϊοῦσιν οὐχ ἧττον ἔσται καταφανές.
而这个原因,我想在我们继续前进时会同样变得明显。
ΝΕ. ΣΩ. οὐκοῦν χρὴ δρᾶν οὕτως.
年轻苏格拉底:那么,我们应当这样做。
ΞΕ. κατὰ μέλη τοίνυν αὐτὰς οἷον ἱερεῖον διαιρώμεθα, ἐπειδὴ δίχα ἀδυνατοῦμεν.
异邦人:既然我们无法将它们一分为二,那就让我们像对待祭祀用的牲畜一样,按关节来划分它们。
δεῖ γὰρ εἰς τὸν ἐγγύτατα ὅτι μάλιστα τέμνειν ἀριθμὸν ἀεί.
因为我们必须始终尽可能地切分成最接近的数目。
ΝΕ. ΣΩ. πῶς οὖν ποιῶμεν τὰ νῦν;
年轻苏格拉底:那么我们现在该怎么做?
ΞΕ. ὥσπερ ἔμπροσθεν, ὁπόσαι παρείχοντο ὄργανα περὶ τὴν ὑφαντικήν, πάσας δήπου τότε ἐτίθεμεν ὡς συναιτίους.
异邦人:就像以前一样,所有为织造术提供工具的技术,我们当时想必都把它们归为共同原因。
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。
ΞΕ. καὶ νῦν δὴ ταὐτὸν μὲν τοῦτο, ἔτι δὲ μᾶλλον ἢ τόθʼ ἡμῖν ποιητέον.
异邦人:现在我们确实必须做这同一件事,而且要比那时做得更多。
ὅσαι γὰρ σμικρὸν ἢ μέγα τι δημιουργοῦσι κατὰ πόλιν ὄργανον, θετέον ἁπάσας ταύτας ὡς οὔσας συναιτίους.
因为在城邦中制造任何工具(无论大小)的技术,我们都必须把它们全部归为共同原因。
ἄνευ γὰρ τούτων οὐκ ἄν ποτε γένοιτο πόλις οὐδὲ πολιτική, τούτων δʼ αὖ βασιλικῆς ἔργον τέχνης οὐδέν που θήσομεν.
因为没有这些,城邦就决不可能产生,政治术也同样不能;但另一方面,我们想必绝不会把这些事情中的任何一件归于王室艺术的工作。
ΝΕ. ΣΩ. οὐ γάρ.
年轻苏格拉底:确实不。
ΞΕ. καὶ μὲν δὴ χαλεπὸν ἐπιχειροῦμεν δρᾶν ἀποχωρίζοντες τοῦτο ἀπὸ τῶν ἄλλων τὸ γένος· ὅτι γὰρ οὖν τῶν ὄντων ἔστιν ὡς ἑνός γέ τινος ὄργανον εἰπόντα δοκεῖν εἰρηκέναι τι πιθανόν.
异邦人:而且,要把这一属与其他属区分开来,我们正在尝试做一件困难的事情;因为对于存在的事物中的任何事物,如果说它是某一个事物的工具,似乎就说出了一些颇为可信的话。
ὅμως δὲ ἕτερον αὖ τῶν ἐν πόλει κτημάτων εἴπωμεν τόδε.
然而,让我们来谈谈城邦中财产的另一种。
ΝΕ. ΣΩ. τὸ ποῖον;
年轻苏格拉底:什么样的?
ΞΕ. ὡς οὐκ ἔστι ταύτην τὴν δύναμιν ἔχον.
异邦人:它不具有这种能力。
οὐ γὰρ ἐπὶ γενέσεως αἰτίᾳ πήγνυται, καθάπερ ὄργανον, ἀλλʼ ἕνεκα τοῦ δημιουργηθέντος σωτηρίας.
因为它不像工具那样是为了产生的原因而结合在一起,而是为了保护已制造出来的东西。
ΝΕ. ΣΩ. τὸ ποῖον;
年轻苏格拉底:什么样的?

词汇与语法注释

  1. 286eτό τε αὖ πρὸς τὴν τοῦ προβληθέντος ζήτησιν... δεύτερον ἀλλʼ οὐ πρῶτον ὁ λόγος ἀγαπᾶν παραγγέλλει — 指示代词 `τό`(`τό τε αὖ πρὸς τὴν...`)是不定式 `ἀγαπᾶν` 的宾语,并受后面的 `δεύτερον ἀλλʼ οὐ πρῶτον`(“作为第二位的,而非第一位的”)副词性修饰。`ὁ λόγος` 是主句的主语。
  2. 287aὡς βραχύτερα ἂν γενόμενα τοὺς συνόντας ἀπηργάζετο — 分词 `γενόμενα` 表示条件(“如果它们变得更短的话”),与带有 `ἄν` 的直陈式未完成过去时主句动词 `ἂν... ἀπηργάζετο` 一起构成了与过去事实相反的虚拟条件句。
  3. 287dὅτι γὰρ οὖν τῶν ὄντων ἔστιν ὡς ἑνός γέ τινος ὄργανον εἰπόντα δοκεῖν εἰρηκέναι τι πιθανόν — 泛指关系代词 `ὅτι γὰρ οὖν`(“存在的事物中无论什么”)与部分属格 `τῶν ὄντων` 连用。不定式 `δοκεῖν` 具有一个隐含的泛指宾格单数主语,宾格分词 `εἰπόντα` 作为其修饰语一致,构成了“[某人]如果说……似乎就说了说得通的话”的句式结构。

引用这一段

柏拉图, 政治家篇 §287. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:287

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。