§288ΞΕ. τοῦτο ὃ δὴ ξηροῖς καὶ ὑγροῖς καὶ ἐμπύροις καὶ ἀπύροις παντοδαπὸν εἶδος ἐργασθὲν ἀγγεῖον μιᾷ κλήσει προσφθεγγόμεθα, καὶ μάλα γε συχνὸν εἶδος καὶ τῇ ζητουμένῃ γε, ὡς οἶμαι, προσῆκον οὐδὲν ἀτεχνῶς ἐπιστήμῃ.
异邦人:对于干的和湿的、有火的和无火的,以各种形状制成而我们用单一名称称呼它的“器皿”,这确实是一个数量极多的属,而且在我看来,与我们所探究的知识完全没有关系。
ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;
年轻苏格拉底:当然。
ΞΕ. τούτων δὴ τρίτον ἕτερον εἶδος κτημάτων πάμπολυ κατοπτέον πεζὸν καὶ ἔνυδρον καὶ πολυπλανὲς καὶ ἀπλανὲς καὶ τίμιον καὶ ἄτιμον, ἓν δὲ ὄνομα ἔχον, διότι πᾶν ἕνεκά τινος ἐφέδρας ἐστί, θᾶκος ἀεί τινι γιγνόμενον.
异邦人:在这些之后,我们必须观察第三种极其庞大的财产类型,它们有陆生的、水生的、多移动的、不移动的、贵重的和廉价的,但它们有一个共同的名字,因为它们都是为了某种支撑,总是为某物提供座席。
ΝΕ. ΣΩ. τὸ ποῖον;
年轻苏格拉底:什么样的?
ΞΕ. ὄχημα αὐτό που λέγομεν, οὐ πάνυ πολιτικῆς ἔργον, ἀλλὰ μᾶλλον πολὺ τεκτονικῆς καὶ κεραμικῆς καὶ χαλκοτυπικῆς.
异邦人:我们大概称之为“载具”,这完全不是政治术的工作,而大抵是木工、陶艺和铜匠的工作。
ΝΕ. ΣΩ. μανθάνω.
年轻苏格拉底:我明白了。
ΞΕ. τί δὲ τέταρτον;
异邦人:那么第四种呢?
ἆρʼ ἕτερον εἶναι τούτων λεκτέον, ἐν ᾧ τὰ πλεῖστά ἐστι τῶν πάλαι ῥηθέντων, ἐσθής τε σύμπασα καὶ τῶν ὅπλων τὸ πολὺ καὶ τείχη πάντα θʼ ὅσα γήινα περιβλήματα καὶ λίθινα, καὶ μυρία ἕτερα;
我们是否应该说有一种不同于这些的财产,在其中包含了大部分我们很久以前提到过的东西:所有的衣服、大部分武器、所有的墙壁以及所有由泥土和石头制成的覆盖物,还有无数其他的东西?
προβολῆς δὲ ἕνεκα συμπάντων αὐτῶν εἰργασμένων δικαιότατʼ ἂν ὅλον προσαγορεύοιτο πρόβλημα, καὶ πολλῷ μᾶλλον τέχνης οἰκοδομικῆς ἔργον καὶ ὑφαντικῆς τὸ πλεῖστον νομίζοιτʼ ἂν ὀρθότερον ἢ πολιτικῆς.
既然它们全部是为了防卫的目的而制造的,那么整个类别最公正地应该被称为“防卫物”,而且人们会更正确地将其视为建筑业的工作,在很大程度上也是织造业的工作,而不是政治术的工作。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
年轻苏格拉底:非常正确。
ΞΕ. πέμπτον δὲ ἆρʼ ἂν ἐθέλοιμεν τὸ περὶ τὸν κόσμον καὶ γραφικὴν θεῖναι καὶ ὅσα ταύτῃ προσχρώμενα καὶ μουσικῇ μιμήματα τελεῖται, πρὸς τὰς ἡδονὰς μόνον ἡμῶν ἀπειργασμένα, δικαίως δʼ ἂν ὀνόματι περιληφθέντα ἑνί;
异邦人:那么第五种,我们是否愿意把关于装饰、绘画,以及所有通过使用它们和音乐而制作出来的模仿物归入此类呢? 这些东西仅仅是为了我们的快乐而制造的,并且可以公正地用一个名字来概括。
ΝΕ. ΣΩ. ποίῳ;
年轻苏格拉底:什么样的名字?
ΞΕ. παίγνιόν πού τι λέγεται.
异邦人:大概被称为“娱乐物”吧。
ΝΕ. ΣΩ. τί μήν;
年轻苏格拉底:当然。
ΞΕ. τοῦτο τοίνυν τούτοις ἓν ὄνομα ἅπασι πρέψει προσαγορευθέν· οὐ γὰρ σπουδῆς οὐδὲν αὐτῶν χάριν, ἀλλὰ παιδιᾶς ἕνεκα πάντα δρᾶται.
异邦人:因此,这个名字非常适合称呼所有这些东西;因为它们的制造完全不是为了严肃的目的,而是为了游戏。
ΝΕ. ΣΩ. καὶ τοῦτο σχεδόν τι μανθάνω.
年轻苏格拉底:这也大体上明白了。
ΞΕ. τὸ δὲ πᾶσιν τούτοις σώματα παρέχον, ἐξ ὧν καὶ ἐν οἷς δημιουργοῦσιν ὁπόσαι τῶν τεχνῶν νῦν εἴρηνται, παντοδαπὸν εἶδος πολλῶν ἑτέρων τεχνῶν ἔκγονον ὄν, ἆρʼ οὐχ ἕκτον θήσομεν;
异邦人:那么,为所有这些提供材料(躯体)的东西,即目前所提到的所有技术在其中且用它来制造器物的材料——这是一种多姿多彩的类型,是许多其他技术的产物——我们难道不应该把它作为第六种吗?
ΝΕ. ΣΩ. τὸ ποῖον δὴ λέγεις;
年轻苏格拉底:您指的到底是哪一种?
ΞΕ. χρυσόν τε καὶ ἄργυρον καὶ πάνθʼ ὁπόσα μεταλλεύεται καὶ ὅσα δρυοτομικὴ καὶ κουρὰ σύμπασα τέμνουσα παρέχει τεκτονικῇ καὶ πλεκτικῇ· καὶ ἔτι φλοιστικὴ φυτῶν τε καὶ ἐμψύχων δέρματα σωμάτων περιαιροῦσα σκυτοτομική, καὶ ὅσαι περὶ τὰ τοιαῦτά εἰσιν τέχναι, καὶ φελλῶν καὶ βύβλων καὶ δεσμῶν ἐργαστικαὶ παρέσχον δημιουργεῖν σύνθετα ἐκ μὴ συντιθεμένων εἴδη γενῶν.
异邦人:金、银以及所有开采出来的矿物,还有伐木业和整个修剪业通过砍伐而提供给木工和编织业的材料;此外还有剥植物皮的技术,以及剥去活体皮肤的制鞋业,和与此类事物相关的技术,还有软木、纸草和绳索的加工业,它们提供了从非复合的原料种类中制造出复合形态的手段。
ἓν δὲ αὐτὸ προσαγορεύομεν πᾶν τὸ πρωτογενὲς ἀνθρώποις κτῆμα καὶ ἀσύνθετον καὶ βασιλικῆς ἐπιστήμης οὐδαμῶς ἔργον ὄν.
我们将这一切统称为人类的“原初财产”,它是非复合的,且绝非王室知识的工作。
ΝΕ. ΣΩ. καλῶς.
年轻苏格拉底:很好。
§289ΞΕ. τὴν δὴ τῆς τροφῆς κτῆσιν, καὶ ὅσα εἰς τὸ σῶμα συγκαταμειγνύμενα ἑαυτῶν μέρεσι μέρη σώματος εἰς τὸ θεραπεῦσαί τινα δύναμιν εἴληχε, λεκτέον ἕβδομον ὀνομάσαντας αὐτὸ σύμπαν ἡμῶν εἶναι τροφόν, εἰ μή τι κάλλιον ἔχομεν ἄλλο θέσθαι·
异邦人:那么关于营养的获得,以及所有混入身体内部,通过它们自身的部分而具有维护身体某些部分之力量的东西,我们必须称之为第七种。
γεωργικῇ δὲ καὶ θηρευτικῇ καὶ γυμναστικῇ καὶ ἰατρικῇ καὶ μαγειρικῇ πᾶν ὑποτιθέντες ὀρθότερον ἀποδώσομεν ἢ τῇ πολιτικῇ.
除非我们有其他更好的名字,否则我们就将其整体命名为我们的“滋养物”;而将这一切归入农业、狩猎、体育、医学和烹饪,我们会比归入政治术给出一个更正确的归属。
ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;
年轻苏格拉底:当然。
ΞΕ. σχεδὸν τοίνυν ὅσα ἔχεται κτήσεως, πλὴν τῶν ἡμέρων ζῴων, ἐν τούτοις ἑπτὰ οἶμαι γένεσιν εἰρῆσθαι.
异邦人:那么,除了驯养的动物之外,几乎所有与财产相关的种类,我想都已经在这一共七个属中谈到了。
σκόπει δέ· ἦν γὰρ δικαιότατα μὲν ἂν τεθὲν κατʼ ἀρχὰς τὸ πρωτογενὲς εἶδος, μετὰ δὲ τοῦτο ὄργανον, ἀγγεῖον, ὄχημα, πρόβλημα, παίγνιον, θρέμμα.
请看:因为最公正地应该在开始时放置原初财产这一属,在此之后是工具、器皿、载具、防卫物、娱乐物、滋养物。
ἃ παραλείπομεν δέ, εἴ τι μὴ μέγα λέληθεν, εἴς τι τούτων δυνατὸν ἁρμόττειν, οἷον ἡ τοῦ νομίσματος ἰδέα καὶ σφραγίδων καὶ παντὸς χαρακτῆρος.
而我们遗漏的东西,除非有什么重大的东西被忽略了,都可以归入这些属中的某一个,例如货币、印章和一切压印。
γένος τε γὰρ ἐν αὑτοῖς ταῦτα οὐδὲν ἔχει μέγα σύννομον, ἀλλὰ τὰ μὲν εἰς κόσμον, τὰ δὲ εἰς ὄργανα βίᾳ μέν, ὅμως δὲ πάντως ἑλκόμενα συμφωνήσει.
因为这些东西本身并没有形成一个庞大的、属于同一个生活圈子的属,而是有些被硬拉入装饰,有些被拉入工具,虽然有些勉强,但无论如何它们完全能相协调。
τὰ δὲ περὶ ζῴων κτῆσιν τῶν ἡμέρων, πλὴν δούλων, ἡ πρότερον ἀγελαιοτροφικὴ διαμερισθεῖσα πάντʼ εἰληφυῖα ἀναφανεῖται.
至于关于驯养动物的财产,除了奴隶之外,之前划分的群牧术将显得已经把它们全部包罗进去了。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
年轻苏格拉底:非常正确。
ΞΕ. τὸ δὲ δὴ δούλων καὶ πάντων ὑπηρετῶν λοιπόν, ἐν οἷς που καὶ μαντεύομαι τοὺς περὶ αὐτὸ τὸ πλέγμα ἀμφισβητοῦντας τῷ βασιλεῖ καταφανεῖς γενήσεσθαι, καθάπερ τοῖς ὑφάνταις τότε τοὺς περὶ τὸ νήθειν τε καὶ ξαίνειν καὶ ὅσα ἄλλα εἴπομεν.
异邦人:而关于奴隶和所有仆役的剩余部分,我想,其中那些为了政治织物本身而与国王发生争执的人,必将变得显而易见,正如当时对于织工而言,那些关于纺纱、梳理以及我们提到的所有其他工作的人一样。
οἱ δὲ ἄλλοι πάντες, ὡς συναίτιοι λεχθέντες, ἅμα τοῖς ἔργοις τοῖς νυνδὴ ῥηθεῖσιν ἀνήλωνται καὶ ἀπεχωρίσθησαν ἀπὸ βασιλικῆς τε καὶ πολιτικῆς πράξεως.
至于其他所有人,他们被称为共同原因,已经随着刚才提到的工作而被消耗殆尽,并与国王及政治活动区分开来。
ΝΕ. ΣΩ. ἐοίκασι γοῦν.
年轻苏格拉底:至少看起来是这样。
ΞΕ. ἴθι δὴ σκεψώμεθα τοὺς λοιποὺς προσελθόντες ἐγγύθεν, ἵνα αὐτοὺς εἰδῶμεν βεβαιότερον.
异邦人:来吧,让我们走近一点观察剩下的人,以便我们能更确切地认识他们。
ΝΕ. ΣΩ. οὐκοῦν χρή.
年轻苏格拉底:理当如此。
ΞΕ. τοὺς μὲν δὴ μεγίστους ὑπηρέτας, ὡς ἐνθένδε ἰδεῖν, τοὐναντίον ἔχοντας εὑρίσκομεν οἷς ὑπωπτεύσαμεν ἐπιτήδευμα καὶ πάθος.
异邦人:这样,就我们从这里看去,最主要的仆役们,我们发现他们的职业和境遇与我们所怀疑的恰恰相反。
ΝΕ. ΣΩ. τίνας;
年轻苏格拉底:哪些人?
ΞΕ. τοὺς ὠνητούς τε καὶ τῷ τρόπῳ τούτῳ κτητούς· οὓς ἀναμφισβητήτως δούλους ἔχομεν εἰπεῖν; ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης.
异邦人:那些被买来并以此方式获得的仆役;对于他们,我们可以毫无争议地称之为奴隶,他们最不可能要求王室技术。
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
年轻苏格拉底:当然。