Humanitext Reader

柏拉图 · 政治家篇 §285-286

提升辩证术作为探究的真正目的

第 18 段,共 34 段 · 希腊语

内容简介

异邦人解释了“万物皆关乎测量”这一主张的真实含义,并指出,对织造术和政治学的探讨并非为了其自身,而是为了让我们在一切事物上变得更善于辩证(辩证术)。

§285ΞΕ. ὃ γὰρ ἐνίοτε, ὦ Σώκρατες, οἰόμενοι δή τι σοφὸν φράζειν πολλοὶ τῶν κομψῶν λέγουσιν, ὡς ἄρα μετρητικὴ περὶ πάντʼ ἐστὶ τὰ γιγνόμενα, τοῦτʼ αὐτὸ τὸ νῦν λεχθὲν ὂν τυγχάνει.
异邦人:苏格拉底啊,许多聪明人有时以为自己说了什么聪明的话,声称“测量术涉及一切生成的事物”,这其实恰恰就是我们刚才所说的那句话。
μετρήσεως μὲν γὰρ δή τινα τρόπον πάνθʼ ὁπόσα ἔντεχνα μετείληφεν· διὰ δὲ τὸ μὴ κατʼ εἴδη συνειθίσθαι σκοπεῖν διαιρουμένους ταῦτά τε τοσοῦτον διαφέροντα συμβάλλουσιν εὐθὺς εἰς ταὐτὸν ὅμοια νομίσαντες, καὶ τοὐναντίον αὖ τούτου δρῶσιν ἕτερα οὐ κατὰ μέρη διαιροῦντες, δέον, ὅταν μὲν τὴν τῶν πολλῶν τις πρότερον αἴσθηται κοινωνίαν, μὴ προαφίστασθαι πρὶν ἂν ἐν αὐτῇ τὰς διαφορὰς ἴδῃ πάσας ὁπόσαιπερ ἐν εἴδεσι κεῖνται, τὰς δὲ αὖ παντοδαπὰς ἀνομοιότητας, ὅταν ἐν πλήθεσιν ὀφθῶσιν, μὴ δυνατὸν εἶναι δυσωπούμενον παύεσθαι πρὶν ἂν σύμπαντα τὰ οἰκεῖα ἐντὸς μιᾶς ὁμοιότητος ἕρξας γένους τινὸς οὐσίᾳ περιβάληται.
因为一切属于技术的事物确实都在某种程度上分享了测量;但由于他们不习惯于通过按形式进行划分来进行考察,他们便立刻把这些相差如此之大的事物混为一谈,认为它们是相似的,而对于其他事物,他们又反过来做相反的事,不按部分进行划分。 然而,当一个人首先察觉到许多事物的共同性时,他不应该放弃,直到他看到其中所有的差异,即所有存在于形式之中的差异;反之,当各种各样的不相似性在群体中显现时,他不应该在尴尬中停止,直到他把所有相关的事物关进一个相似性的内部,并用某种属的本质将它们包围起来。
ταῦτα μὲν οὖν ἱκανῶς περί τε τούτων καὶ περὶ τῶν ἐλλείψεων καὶ ὑπερβολῶν εἰρήσθω· φυλάττωμεν δὲ μόνον ὅτι δύο γένη περὶ αὐτὰ ἐξηύρηται τῆς μετρητικῆς, καὶ ἅ φαμεν αὔτʼ εἶναι μεμνώμεθα.
那么,关于这些以及关于不足和过度的讨论,就说这么多吧;我们只需记住,关于它们,测量术的两个属已被发现,并且让我们记住我们说它们是什么。
ΝΕ. ΣΩ. μεμνησόμεθα.
年轻苏格拉底:我们会记住的。
ΞΕ. μετὰ τοῦτον δὴ τὸν λόγον ἕτερον προσδεξώμεθα περὶ αὐτῶν τε τῶν ζητουμένων καὶ περὶ πάσης τῆς ἐν τοῖς τοιοῖσδε λόγοις διατριβῆς.
异邦人:在这一论述之后,让我们接受另一个关于被探究的对象本身以及关于我们在这种讨论中的全部消遣的论述。
ΝΕ. ΣΩ. τὸ ποῖον;
年轻苏格拉底:什么样的论述?
ΞΕ. εἴ τις ἀνέροιτο ἡμᾶς τὴν περὶ γράμματα συνουσίαν τῶν μανθανόντων, ὁπόταν τις ὁτιοῦν ὄνομα ἐρωτηθῇ τίνων ἐστὶ γραμμάτων, πότερον αὐτῷ τότε φῶμεν γίγνεσθαι τὴν ζήτησιν ἑνὸς ἕνεκα μᾶλλον τοῦ προβληθέντος ἢ τοῦ περὶ πάντα τὰ προβαλλόμενα γραμματικωτέρῳ γίγνεσθαι;
异邦人:如果有人问我们关于学习者学习字母的情况,每当有人被问及任何名字是由哪些字母组成的时候,我们是说他当时的探究更多是为了所提出的那一个词,还是为了在所有提出的词上变得更精通语法?
ΝΕ. ΣΩ. δῆλον ὅτι τοῦ περὶ ἅπαντα.
年轻苏格拉底:显然是为了所有的词。
ΞΕ. τί δʼ αὖ νῦν ἡμῖν ἡ περὶ τοῦ πολιτικοῦ ζήτησις;
异邦人:那么,我们现在关于政治家的探究又是如何呢?
ἕνεκα αὐτοῦ τούτου προβέβληται μᾶλλον ἢ τοῦ περὶ πάντα διαλεκτικωτέροις γίγνεσθαι;
它是主要为了他本身而被提出,还是为了让我们在一切事物上变得更善于辩证?
ΝΕ. ΣΩ. καὶ τοῦτο δῆλον ὅτι τοῦ περὶ πάντα.
年轻苏格拉底:这也显然是为了所有的事物。
ΞΕ. ἦ που τὸν τῆς ὑφαντικῆς γε λόγον αὐτῆς ταύτης ἕνεκα θηρεύειν οὐδεὶς ἂν ἐθελήσειεν νοῦν ἔχων· ἀλλʼ οἶμαι τοὺς πλείστους λέληθεν ὅτι τοῖς μὲν τῶν ὄντων ῥᾳδίως καταμαθεῖν αἰσθηταί τινες ὁμοιότητες πεφύκασιν, ἃς οὐδὲν χαλεπὸν δηλοῦν, ὅταν αὐτῶν τις βουληθῇ τῷ λόγον αἰτοῦντι περί του μὴ μετὰ πραγμάτων ἀλλὰ χωρὶς λόγου ῥᾳδίως ἐνδείξασθαι· τοῖς δʼ αὖ μεγίστοις οὖσι καὶ τιμιωτάτοις οὐκ ἔστιν εἴδωλον οὐδὲν πρὸς τοὺς ἀνθρώπους εἰργασμένον ἐναργῶς, οὗ δειχθέντος τὴν τοῦ πυνθανομένου ψυχὴν ὁ βουλόμενος ἀποπληρῶσαι, πρὸς τῶν αἰσθήσεών τινα προσαρμόττων, ἱκανῶς πληρώσει.
异邦人:想必任何心智健全的人都不会仅仅为了织造术本身而想要去探寻它的定义;但我认为大多数人没有注意到:对于存在的事物中的某些事物,自然存在着某些容易理解的感性相似物,当有人想要对要求对某事做出解释的人,在没有麻烦且没有言语解释的情况下,容易地予以展示时,表明这些相似物一点也不困难;而对于最大和最尊贵的事物,则没有任何明显地为人类制作的形象,通过展示它,那些想要满足询问者灵魂并将其适应于某种感官的人,就能够充分地予以满足。
§286ΞΕ. διὸ δεῖ μελετᾶν λόγον ἑκάστου δυνατὸν εἶναι δοῦναι καὶ δέξασθαι· τὰ γὰρ ἀσώματα, κάλλιστα ὄντα καὶ μέγιστα, λόγῳ μόνον ἄλλῳ δὲ οὐδενὶ σαφῶς δείκνυται, τούτων δὲ ἕνεκα πάντʼ ἐστὶ τὰ νῦν λεγόμενα.
异邦人:因此,必须练习能够给出并接受对每件事物的解释;因为无形的事物,作为最美好和最伟大的事物,只能通过言语而不能通过其他任何方式被清晰地表明,而现在所说的一切都是为了这些事物。
ῥᾴων δʼ ἐν τοῖς ἐλάττοσιν ἡ μελέτη παντὸς πέρι μᾶλλον ἢ περὶ τὰ μείζω.
然而,在较小的事物上进行任何练习,都比较大的事物更容易。
ΝΕ. ΣΩ. κάλλιστʼ εἶπες.
年轻苏格拉底:您说得太好了。
ΞΕ. ὧν τοίνυν χάριν ἅπανθʼ ἡμῖν ταῦτʼ ἐρρήθη περὶ τούτων, μνησθῶμεν.
异邦人:那么,让我们记住,为了什么原因,我们关于这些谈到了所有这一切。
ΝΕ. ΣΩ. τίνων;
年轻苏格拉底:为了什么原因?
ΞΕ. ταύτης τε οὐχ ἥκιστα αὐτῆς ἕνεκα τῆς δυσχερείας ἣν περὶ τὴν μακρολογίαν τὴν περὶ τὴν ὑφαντικὴν ἀπεδεξάμεθα δυσχερῶς, καὶ τὴν περὶ τὴν τοῦ παντὸς ἀνείλιξιν καὶ τὴν τοῦ σοφιστοῦ πέρι τῆς τοῦ μὴ ὄντος οὐσίας, ἐννοοῦντες ὡς ἔσχε μῆκος πλέον, καὶ ἐπὶ τούτοις δὴ πᾶσιν ἐπεπλήξαμεν ἡμῖν αὐτοῖς, δείσαντες μὴ περίεργα ἅμα καὶ μακρὰ λέγοιμεν.
异邦人:这不外乎是为了我们勉强接受关于织造术的长篇大论时的那一反感,以及关于宇宙的展开、关于智者篇中关于非存在之本质的长篇大论,想到它们具有过度的长度而产生的反感,并且确实因为所有这些,我们责备了我们自己,担心我们说话既多余又冗长。
ἵνʼ οὖν εἰς αὖθις μηδὲν πάσχωμεν τοιοῦτον, τούτων ἕνεκα πάντων τὰ πρόσθε νῷν εἰρῆσθαι φάθι.
因此,为了让我们以后不再遭遇此类事情,请承认之前我们所说的一切都是为了所有这些原因。
ΝΕ. ΣΩ. ταῦτʼ ἔσται.
年轻苏格拉底:会这样的。
λέγε ἑξῆς μόνον.
请继续往下说。
ΞΕ. λέγω τοίνυν ὅτι χρὴ δὴ μεμνημένους ἐμὲ καὶ σὲ τῶν νῦν εἰρημένων τόν τε ψόγον ἑκάστοτε καὶ ἔπαινον ποιεῖσθαι βραχύτητος ἅμα καὶ μήκους ὧν ἂν ἀεὶ πέρι λέγωμεν, μὴ πρὸς ἄλληλα τὰ μήκη κρίνοντες ἀλλὰ κατὰ τὸ τῆς μετρητικῆς μέρος ὃ τότε ἔφαμεν δεῖν μεμνῆσθαι, πρὸς τὸ πρέπον.
异邦人:那么我说,你和我必须记住刚才所说的话,在我们每次对我们所讨论的任何事物的简短与冗长进行谴责和赞扬时,不要通过彼此比较其长度来判断,而是要根据我们当时说必须记住的测量术的那一部分,即相对于合宜。
ΝΕ. ΣΩ. ὀρθῶς.
年轻苏格拉底:对。

词汇与语法注释

  1. 285aδέον — 非人称动词 `δεῖ`(应该)的中性分词被用作宾格绝对结构(accusative absolute),意为“而本应该”或“在应当……的情况下”。
  2. 285eμὴ μετὰ πραγμάτων ἀλλὰ χωρὶς λόγου — 对比了 `πραγμάτων`(繁琐的手续、麻烦)与 `λόγου`(言语解释、论证)。这里说明在展示感性相似物时,无需繁琐的操作,也无需言语上的严密定义,只需直接指出即可。
  3. 286cτὰ πρόσθε νῷν εἰρῆσθαι φάθι — `νῷν` 是第一人称代词 `ἐγώ` 的双数与格形式,用作被动完成时不定式 `εἰρῆσθαι` 的施事者(“由我们两人”)。整句意为“承认之前我们所说的一切都是为了所有这些原因”。

引用这一段

柏拉图, 政治家篇 §285-286. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:285-286

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。