§284ΞΕ. εἰ πρὸς μηδὲν ἕτερον τὴν τοῦ μείζονος ἐάσει τις φύσιν ἢ πρὸς τοὔλαττον, οὐκ ἔσται ποτὲ πρὸς τὸ μέτριον·
异邦人:如果有人容许较大者的本性仅相对于较小者而不相对于任何其他事物,它就永远不会相对于适度。
ἦ γάρ;
不是吗?
ΝΕ. ΣΩ. οὕτως.
年轻苏格拉底:正是如此。
ΞΕ. οὐκοῦν τὰς τέχνας τε αὐτὰς καὶ τἆργα αὐτῶν σύμπαντα διολοῦμεν τούτῳ τῷ λόγῳ, καὶ δὴ καὶ τὴν ζητουμένην νῦν πολιτικὴν καὶ τὴν ῥηθεῖσαν ὑφαντικὴν ἀφανιοῦμεν;
异邦人:那么,我们难道不会通过这一论点摧毁一切技术本身以及它们的所有产品,甚至连我们现在正在探究的政治学和刚才提到的织造术也一起消灭吗?
ἅπασαι γὰρ αἱ τοιαῦταί που τὸ τοῦ μετρίου πλέον καὶ ἔλαττον οὐχ ὡς οὐκ ὂν ἀλλʼ ὡς ὂν χαλεπὸν περὶ τὰς πράξεις παραφυλάττουσι, καὶ τούτῳ δὴ τῷ τρόπῳ τὸ μέτρον σῴζουσαι πάντα ἀγαθὰ καὶ καλὰ ἀπεργάζονται.
因为所有这类技术想必都并非把超出和不及适度的部分视为不存在,而是视为在行动中确实存在且带来困难的障碍加以防范,并且正是通过这种方式保持着尺度,从而创造出一切美好和优秀的事物。
ΝΕ. ΣΩ. τί μήν;
年轻苏格拉底:确实如此。
ΞΕ. οὐκοῦν ἂν τὴν πολιτικὴν ἀφανίσωμεν, ἄπορος ἡμῖν ἡ μετὰ τοῦτο ἔσται ζήτησις τῆς βασιλικῆς ἐπιστήμης;
异邦人:那么,如果我们把政治学消灭了,在此之后我们对王者之学的探究难道不会陷入困境吗?
ΝΕ. ΣΩ. καὶ μάλα.
年轻苏格拉底:确实如此。
ΞΕ. πότερον οὖν, καθάπερ ἐν τῷ σοφιστῇ προσηναγκάσαμεν εἶναι τὸ μὴ ὄν, ἐπειδὴ κατὰ τοῦτο διέφυγεν ἡμᾶς ὁ λόγος, οὕτω καὶ νῦν τὸ πλέον αὖ καὶ ἔλαττον μετρητὰ προσαναγκαστέον γίγνεσθαι μὴ πρὸς ἄλληλα μόνον ἀλλὰ καὶ πρὸς τὴν τοῦ μετρίου γένεσιν;
异邦人:那么,正如我们在《智者篇》中,因为论证在那个关节点上摆脱了我们,而不得不强迫“非存在”存在那样,我们现在是否也必须同样强迫“更多”与“更少”不仅相对于彼此,而且还相对于适度的生成而成为可测量的?
οὐ γὰρ δὴ δυνατόν γε οὔτε πολιτικὸν οὔτʼ ἄλλον τινὰ τῶν περὶ τὰς πράξεις ἐπιστήμονα ἀναμφισβητήτως γεγονέναι τούτου μὴ συνομολογηθέντος.
因为如果这一点不被共同承认,那么无论是一个政治家还是任何其他关于行动的知识拥有者,都绝对不可能无可争议地存在。
ΝΕ. ΣΩ. οὐκοῦν καὶ νῦν ὅτι μάλιστα χρὴ ταὐτὸν ποιεῖν.
年轻苏格拉底:所以我们现在也必须尽最大努力去做同样的事。
ΞΕ. πλέον, ὦ Σώκρατες, ἔτι τοῦτο τὸ ἔργον ἢ ʼκεῖνο— καίτοι κἀκείνου γε μεμνήμεθα τὸ μῆκος ὅσον ἦν—ἀλλʼ ὑποτίθεσθαι μὲν τὸ τοιόνδε περὶ αὐτῶν καὶ μάλα δίκαιον.
异邦人:苏格拉底啊,这项任务甚至比那项任务还要艰巨——尽管我们也记得那项任务的篇幅有多长——但是对它们做出如下的假设确实是非常合理的。
ΝΕ. ΣΩ. τὸ ποῖον;
年轻苏格拉底:什么样的假设?
ΞΕ. ὥς ποτε δεήσει τοῦ νῦν λεχθέντος πρὸς τὴν περὶ αὐτὸ τἀκριβὲς ἀπόδειξιν.
异邦人:即,为了对精确性本身进行论证,我们在未来的某个时候将会需要现在所说的话。
ὅτι δὲ πρὸς τὰ νῦν καλῶς καὶ ἱκανῶς δείκνυται, δοκεῖ μοι βοηθεῖν μεγαλοπρεπῶς ἡμῖν οὗτος ὁ λόγος, ὡς ἄρα ἡγητέον ὁμοίως τὰς τέχνας πάσας εἶναι, μεῖζόν τε ἅμα καὶ ἔλαττον μετρεῖσθαι μὴ πρὸς ἄλληλα μόνον ἀλλὰ καὶ πρὸς τὴν τοῦ μετρίου γένεσιν.
而就我们目前的目的而言,这一论点在我看来能够极好地帮助我们,并且已经得到了充分和出色的说明:也就是说,我们必须认为所有的技术都同样存在,而且较大和较小不仅相对于彼此,同时也相对于适度的生成而被测量。
τούτου τε γὰρ ὄντος ἐκεῖνα ἔστι, κἀκείνων οὐσῶν ἔστι καὶ τοῦτο, μὴ δὲ ὄντος ποτέρου τούτων οὐδέτερον αὐτῶν ἔσται ποτέ.
因为,由于这一方存在,那一方才存在;由于那一方存在,这一方也存在;而如果这两者中任何一方不存在,它们中的任何一方就永远不会存在。
ΝΕ. ΣΩ. τοῦτο μὲν ὀρθῶς· ἀλλὰ τί δὴ τὸ μετὰ τοῦτο;
年轻苏格拉底:这确实很正确;但在这之后又是什么呢?
ΞΕ. δῆλον ὅτι διαιροῖμεν ἂν τὴν μετρητικήν, καθάπερ ἐρρήθη, ταύτῃ δίχα τέμνοντες, ἓν μὲν τιθέντες αὐτῆς μόριον συμπάσας τέχνας ὁπόσαι τὸν ἀριθμὸν καὶ μήκη καὶ βάθη καὶ πλάτη καὶ ταχυτῆτας πρὸς τοὐναντίον μετροῦσιν, τὸ δὲ ἕτερον, ὁπόσαι πρὸς τὸ μέτριον καὶ τὸ πρέπον καὶ τὸν καιρὸν καὶ τὸ δέον καὶ πάνθʼ ὁπόσα εἰς τὸ μέσον ἀπῳκίσθη τῶν ἐσχάτων.
异邦人:显然,正如刚才所说,我们会在这条线上把测量术一分为二,将其中的一部分设定为所有那些针对相反者来测量数量、长度、宽度、深度和速度的技术;而另一部分则设定为所有那些相对于适度、合宜、时机、本分以及所有远离极端而安居于中间地带的事物来进行测量的技术。
ΝΕ. ΣΩ. καὶ μέγα γε ἑκάτερον τμῆμα εἶπες, καὶ πολὺ διαφέρον ἀλλήλοιν.
年轻苏格拉底:您所说的这两个部分确实都很巨大,而且彼此之间有着巨大的差别。