Humanitext Reader

柏拉图 · 政治家篇 §281-282

通过直接原因与共同原因区分织造术

第 15 段,共 34 段 · 希腊语

内容简介

为了明确界定织造术,异邦人指出必须将其与梳毛、缩绒和工具制造等相关技术区分开来。他将技术大体分为提供工具的“共同原因”和直接制造产品的“直接原因”,并结合“结合技术”和“分割技术”的框架,逐步细化羊毛加工的各项工序。

§281ΞΕ. ἀλλʼ οὐκ ἔστι πω τέλεον, ὦ παῖ, τοῦτο λελεγμένον.
异邦人:但是,孩子啊,这还没有完全说明白。
ὁ γὰρ ἐν ἀρχῇ τῆς τῶν ἱματίων ἐργασίας ἁπτόμενος τοὐναντίον ὑφῇ δρᾶν φαίνεται.
因为那在开始阶段着手制作衣服的人,显然做着与织造相反的事情。
ΝΕ. ΣΩ. πῶς;
年轻苏格拉底:怎么说?
ΞΕ. τὸ μὲν τῆς ὑφῆς συμπλοκή τίς ἐστί που.
异邦人:织造在某种程度上是一种结合吧。
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。
ΞΕ. τὸ δέ γε τῶν συνεστώτων καὶ συμπεπιλημένων διαλυτική.
异邦人:然而,那项工作则是对结合在一起和缩绒在一起的东西进行分解。
ΝΕ. ΣΩ. τὸ ποῖον δή;
年轻苏格拉底:那究竟是什么呢?
ΞΕ. τὸ τῆς τοῦ ξαίνοντος τέχνης ἔργον.
异邦人:这是梳毛工技术的活。
ἢ τὴν ξαντικὴν τολμήσομεν ὑφαντικὴν καὶ τὸν ξάντην ὡς ὄντα ὑφάντην καλεῖν;
难道我们敢把梳毛术称为织造术,把梳毛工称为织工吗?
ΝΕ. ΣΩ. οὐδαμῶς.
年轻苏格拉底:决不。
ΞΕ. καὶ μὴν τήν γε αὖ στήμονος ἐργαστικὴν καὶ κρόκης εἴ τις ὑφαντικὴν προσαγορεύει, παράδοξόν τε καὶ ψεῦδος ὄνομα λέγει.
异邦人:而且,如果有人把制作经线和纬线的技术也称为织造术,那他所说出的便是一个荒谬而虚假的名字。
ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;
年轻苏格拉底:可不是嘛。
ΞΕ. τί δέ; κναφευτικὴν σύμπασαν καὶ τὴν ἀκεστικὴν πότερα μηδεμίαν ἐπιμέλειαν μηδέ τινα θεραπείαν ἐσθῆτος θῶμεν, ἢ καὶ ταύτας πάσας ὡς ὑφαντικὰς λέξομεν;
异邦人:那么,缩绒术整体和缝补术,我们是应当认为它们对衣服没有任何照料和护理,还是要把所有这些也说成是织造术呢?
ΝΕ. ΣΩ. οὐδαμῶς.
年轻苏格拉底:决不。
ΞΕ. ἀλλὰ μὴν τῆς γε θεραπείας ἀμφισβητήσουσιν αὗται σύμπασαι καὶ τῆς γενέσεως τῆς τῶν ἱματίων τῇ τῆς ὑφαντικῆς δυνάμει, μέγιστον μὲν μέρος ἐκείνῃ διδοῦσαι, μεγάλα δὲ καὶ σφίσιν αὐταῖς ἀπονέμουσαι.
异邦人:然而,所有这些技术在衣服的护理和制作上,都会与织造术的能力发生争执,尽管它们把最大份额归于织造术,但也会为它们自己争取巨大的份额。
ΝΕ. ΣΩ. πάνυ γε.
年轻苏格拉底:确实如此。
ΞΕ. πρὸς τοίνυν ταύταις ἔτι τὰς τῶν ἐργαλείων δημιουργοὺς τέχνας, διʼ ὧν ἀποτελεῖται τὰ τῆς ὑφῆς ἔργα, δοκεῖν χρὴ τό γε συναιτίας εἶναι προσποιήσασθαι παντὸς ὑφάσματος.
异邦人:因此,除了这些之外,我们还必须认为,制造那些用来完成织造工作的工具的技术,也会主张自己至少是所有织物的共同原因。
ΝΕ. ΣΩ. ὀρθότατα.
年轻苏格拉底:非常正确。
ΞΕ. πότερον οὖν ἡμῖν ὁ περὶ τῆς ὑφαντικῆς λόγος, οὗ προειλόμεθα μέρους, ἱκανῶς ἔσται διωρισμένος, ἐὰν ἄρʼ αὐτὴν τῶν ἐπιμελειῶν ὁπόσαι περὶ τὴν ἐρεᾶν ἐσθῆτα, εἰς τὴν καλλίστην καὶ μεγίστην πασῶν τιθῶμεν·
异邦人:那么,我们所选择的这个关于织造术部分的讨论,如果我们把它放在所有关于毛织衣物照料中最美好、最庞大的位置上,是否就已经得到了充分的界定?
ἢ λέγοιμεν μὲν ἄν τι ἀληθές, οὐ μὴν σαφές γε οὐδὲ τέλεον, πρὶν ἂν καὶ ταύτας αὐτῆς πάσας περιέλωμεν;
或者说,我们虽然说了一些真理,但在把所有这些技术从它那里剥离出去之前,这讨论依然既不清晰也不完整?
ΝΕ. ΣΩ. ὀρθῶς.
年轻苏格拉底:对。
ΞΕ. οὐκοῦν μετὰ ταῦτα ποιητέον ὃ λέγομεν, ἵνʼ ἐφεξῆς ἡμῖν ὁ λόγος ἴῃ;
异邦人:那么接下来我们应该做我们所说的事,好让讨论顺理成章地进行下去吧?
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
年轻苏格拉底:怎么不呢?
ΞΕ. πρῶτον μὲν τοίνυν δύο τέχνας οὔσας περὶ πάντα τὰ δρώμενα θεασώμεθα.
异邦人:那么,首先让我们看看,对于所有被做成的事物,存在着两类技术。
ΝΕ. ΣΩ. τίνας;
年轻苏格拉底:哪两类?
ΞΕ. τὴν μὲν γενέσεως οὖσαν συναίτιον, τὴν δʼ αὐτὴν αἰτίαν.
异邦人:一类是制作的共同原因,另一类是直接原因本身。
ΝΕ. ΣΩ. πῶς;
年轻苏格拉底:怎么说?
ΞΕ. ὅσαι μὲν τὸ πρᾶγμα αὐτὸ μὴ δημιουργοῦσι, ταῖς δὲ δημιουργούσαις ὄργανα παρασκευάζουσιν, ὧν μὴ παραγενομένων οὐκ ἄν ποτε ἐργασθείη τὸ προστεταγμένον ἑκάστῃ τῶν τεχνῶν, ταύτας μὲν συναιτίους, τὰς δὲ αὐτὸ τὸ πρᾶγμα ἀπεργαζομένας αἰτίας.
异邦人:那些不直接制造事物本身、而是为那些制造它的技术提供工具的技术(如果这些工具不在场,分派给各门技术的任务就绝不可能完成),这些我们称为共同原因;而那些直接制作事物本身的技术,我们称为直接原因。
ΝΕ. ΣΩ. ἔχει γοῦν λόγον.
年轻苏格拉底:这至少是合理的。
ΞΕ. μετὰ τοῦτο δὴ τὰς μὲν περί τε ἀτράκτους καὶ κερκίδας καὶ ὁπόσα ἄλλα ὄργανα τῆς περὶ τὰ ἀμφιέσματα γενέσεως κοινωνεῖ, πάσας συναιτίους εἴπωμεν, τὰς δὲ αὐτὰ θεραπευούσας καὶ δημιουργούσας αἰτίας;
异邦人:在此之后,我们就把所有关于纺锤、织梭以及其他参与衣物制作的工具的技术称为‘共同原因’,而把那些护理和制造衣物本身的技术称为‘直接原因’吗?
ΝΕ. ΣΩ. ὀρθότατα.
年轻苏格拉底:非常正确。
§282ΞΕ. τῶν αἰτιῶν δὴ πλυντικὴν μὲν καὶ ἀκεστικὴν καὶ πᾶσαν τὴν περὶ ταῦτα θεραπευτικήν, πολλῆς οὔσης τῆς κοσμητικῆς, τοὐνταῦθα αὐτῆς μόριον εἰκὸς μάλιστα περιλαμβάνειν ὀνομάζοντας πᾶν τῇ τέχνῃ τῇ κναφευτικῇ.
异邦人:在直接原因中,清洗、缝补以及关于这些的一切护理技术(尽管装饰艺术范围很广,这只是它在这里的一个部分),最合理的做法是把这整件事概括并命名为缩绒术。
ΝΕ. ΣΩ. καλῶς.
年轻苏格拉底:很好。
ΞΕ. καὶ μὴν ξαντική γε καὶ νηστικὴ καὶ πάντα αὖ τὰ περὶ τὴν ποίησιν αὐτὴν τῆς ἐσθῆτος ἧς λέγομεν μέρη, μία τίς ἐστι τέχνη τῶν ὑπὸ πάντων λεγομένων, ἡ ταλασιουργική.
异邦人:此外,梳毛术和纺线术,以及关于我们所说的衣服制作本身的所有部分,都是众人所称的同一种技术,即‘羊毛加工术’。
ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;
年轻苏格拉底:可不就是嘛。
ΞΕ. τῆς δὴ ταλασιουργικῆς δύο τμήματά ἐστον, καὶ τούτοιν ἑκάτερον ἅμα δυοῖν πεφύκατον τέχναιν μέρη.
异邦人:而在羊毛加工术中,有两个部分,并且这两个部分中的每一个都同时是两门技术的一部分。
ΝΕ. ΣΩ. πῶς;
年轻苏格拉底:怎么说?
ΞΕ. τὸ μὲν ξαντικὸν καὶ τὸ τῆς κερκιστικῆς ἥμισυ καὶ ὅσα τὰ συγκείμενα ἀπʼ ἀλλήλων ἀφίστησι, πᾶν τοῦτο ὡς ἓν φράζειν τῆς τε ταλασιουργίας αὐτῆς ἐστί που, καὶ μεγάλα τινὲ κατὰ πάντα ἡμῖν ἤστην τέχνα, ἡ συγκριτική τε καὶ διακριτική.
异邦人:梳毛、织梭工作的一半,以及所有将结合在一起的东西彼此分离的过程,若要把这一切总括为一个,大概就属于羊毛加工本身。
ΝΕ. ΣΩ. ναί.
而在每一个层面上,我们曾拥有两门巨大的技术:结合技术与分割技术。
ΞΕ. τῆς τοίνυν διακριτικῆς ἥ τε ξαντικὴ καὶ τὰ νυνδὴ ῥηθέντα ἅπαντά ἐστιν·
年轻苏格拉底:是的。
ἡ γὰρ ἐν ἐρίοις τε καὶ στήμοσι διακριτική, κερκίδι μὲν ἄλλον τρόπον γιγνομένη, χερσὶ δὲ ἕτερον, ἔσχεν ὅσα ἀρτίως ὀνόματα ἐρρήθη.
异邦人:因此,梳毛以及刚才所说的所有过程,都属于分割技术;因为在羊毛和经线上的分割技术,虽然一是用织梭,一是用手,以不同的方式进行,却获得了刚才所说的所有那些名称。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
年轻苏格拉底:确实如此。
ΞΕ. αὖθις δὴ πάλιν συγκριτικῆς μόριον ἅμα καὶ ταλασιουργίας ἐν αὐτῇ γιγνόμενον λάβωμεν· ὅσα δὲ τῆς διακριτικῆς ἦν αὐτόθι, μεθιῶμεν σύμπαντα, δίχα τέμνοντες τὴν ταλασιουργίαν διακριτικῷ τε καὶ συγκριτικῷ τμήματι.
异邦人:现在,让我们再次获取属于结合技术、同时也发生在羊毛加工内部的那一部分;至于刚才属于分割技术的所有部分,我们全部放手,将羊毛加工分为分割和结合两个部分。
ΝΕ. ΣΩ. διῃρήσθω.
年轻苏格拉底:就这样划分吧。
ΞΕ. τὸ συγκριτικὸν τοίνυν αὖ σοι καὶ ταλασιουργικὸν ἅμα μόριον, ὦ Σώκρατες, διαιρετέον, εἴπερ ἱκανῶς μέλλομεν τὴν προρρηθεῖσαν ὑφαντικὴν αἱρήσειν.
异邦人:那么,苏格拉底,那同时具有结合和羊毛加工性质的部分,如果你我还想充分把握刚才所说的织造术,就必须再次进行划分。
ΝΕ. ΣΩ. οὐκοῦν χρή.
年轻苏格拉底:那当然必须。
ΞΕ. χρὴ μὲν οὖν·
异邦人:确实必须。
καὶ λέγωμέν γε αὐτῆς τὸ μὲν εἶναι στρεπτικόν, τὸ δὲ συμπλεκτικόν.
我们要说,在这部分中,一个是捻线技术,另一个是交织技术。
ΝΕ. ΣΩ. ἆρʼ οὖν μανθάνω;
年轻苏格拉底:那我理解对了吗?
δοκεῖς γάρ μοι τὸ περὶ τὴν τοῦ στήμονος ἐργασίαν λέγειν στρεπτικόν.
您似乎是在把关于经线制作的技术称为捻线技术。
ΞΕ. οὐ μόνον γε, ἀλλὰ καὶ κρόκης·
异邦人:不仅是经线,纬线也是如此。
ἢ γένεσιν ἄστροφόν τινα αὐτῆς εὑρήσομεν; ΝΕ. ΣΩ. οὐδαμῶς.
难道我们会发现纬线有不经捻制而生成的吗?
ΞΕ. διόρισαι δὴ καὶ τούτοιν ἑκάτερον·
年轻苏格拉底:决不。
ἴσως γὰρ ὁ διορισμὸς ἔγκαιρος ἄν σοι γένοιτο.
异邦人:那么,请给这两个部分中的每一个下个定义吧。
ΝΕ. ΣΩ. πῇ;
因为这个界定对你来说或许会很适时。
ΞΕ. τῇδε·
年轻苏格拉底:如何界定?
τῶν περὶ ξαντικὴν ἔργων μηκυνθέν τε καὶ σχὸν πλάτος λέγομεν εἶναι κάταγμά τι;
异邦人:就这样:经梳毛工序拉长并具有宽度的东西,我们说它是一束松毛吗?
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。
ΞΕ. τούτου δὴ τὸ μὲν ἀτράκτῳ τε στραφὲν καὶ στερεὸν νῆμα γενόμενον στήμονα μὲν φάθι τὸ νῆμα, τὴν δὲ ἀπευθύνουσαν αὐτὸ τέχνην εἶναι στημονονητικήν.
异邦人:那么,在这束松毛中,通过纺锤捻制并成为结实线条的线,你就称之为‘经线’,而把拉直它的技术称为‘经线纺制术’。
ΝΕ. ΣΩ. ὀρθῶς.
年轻苏格拉底:对。

词汇与语法注释

  1. 281aτὸ δέ γε τῶν συνεστώτων καὶ συμπεπιλημένων διαλυτική. — 省略句结构。承接前句的对比关系 `τὸ μὲν τῆς ὑφῆς συμπλοκή τίς ἐστί`(“织造是一种结合”),在 `τὸ δέ` 之后省略了表示另一道工序(如梳毛)的主语,在表语形容词 `διαλυτική` 之后也省略了阴性单数名词 `τέχνη`。由此确立了衣物制作的初始阶段是与“结合”相对立的“分解”。
  2. 281cδοκεῖν χρὴ τό γε συναιτίας εἶναι προσποιήσασθαι παντὸς ὑφάσματος. — 带定冠词不定式作宾语的复杂结构。非人称动词短语 `δοκεῖν χρή` 支配着带入格的主语 `τὰς τῶν ἐργαλείων δημιουργοὺς τέχνας`(“制造工具的技术”)和不定式 `προσποιήσασθαι`(“声称/主张”)。而该不定式的直接宾语是带定冠词的不定式短语 `τό... εἶναι`(“是……之物”),其表语为属格 `συναιτίας`(“共同原因”),并由 `παντὸς ὑφάσματος`(“所有织物的”)作关系修饰。
  3. 281dπότερον οὖν ἡμῖν ὁ περὶ τῆς ὑφαντικῆς λόγος... ἢ λέγοιμεν μὲν ἄν τι ἀληθές, οὐ μὴν σαφές γε οὐδὲ τέλεον, πρὶν ἂν καὶ ταύτας αὐτῆς πάσας περιέλωμεν; — 双重抉择疑问句(`πότερον... ἤ`)。条件从句 `ἐὰν ἄρʼ... τιθῶμεν` 修饰第一个选择项 `ἱκανῶς ἔσται διωρισμένος`(直陈式将来时),而第二个选择项则转入潜在虚拟式 `λέγοιμεν μὲν ἄν`(无条件从句,使用 ἄν + 祈愿式)。末尾的 `πρὶν ἂν... περιέλωμεν` 引导时间从句,因主句具有否定语义(“既不清晰也不完整”),故结合虚拟式表示“在剥离所有这些技术之前(绝不……)”。
  4. 282bτὸ μὲν ξαντικόν... πᾶν τοῦτο ὡς ἓν φράζειν τῆς τε ταλασιουργίας αὐτῆς ἐστί που — 说明性(同格)不定式的用法。在以 `πᾶν τοῦτο`(“所有这一切”)为主语的陈述中,插入了不定式短语 `ὡς ἓν φράζειν`(“将其总括为一个来表述”),用以在概念上整合复杂的工序。系动词 `ἐστί` 实际上以这个不定式所指的行为为核心主语,并以属格 `τῆς ταλασιουργίας`(“属于羊毛加工术”)作表语(领属属格)。

引用这一段

柏拉图, 政治家篇 §281-282. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:281-282

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。