Humanitext Reader

柏拉图 · 政治家篇 §279-280

作为典范的织造术与制衣技术的划分

第 14 段,共 34 段 · 希腊语

内容简介

异邦人选择“织造术”作为政治艺术的典范,并通过对衣服及其相关技术的系统分类与排除,试图将织造术与其他亲缘技术隔离开来以定义其独特性质。

§279ΞΕ. πάλιν δὴ τὸν ἔμπροσθε λόγον ἀναληπτέον, ὡς ἐπειδὴ τῷ βασιλικῷ γένει τῆς περὶ τὰς πόλεις ἐπιμελείας ἀμφισβητοῦσι μυρίοι, δεῖ δὴ πάντας ἀποχωρίζειν τούτους καὶ μόνον ἐκεῖνον λείπειν καὶ πρὸς τοῦτο δὴ παραδείγματος ἔφαμεν δεῖν τινος ἡμῖν.
异邦人:我们确实必须重新回到先前的论述中去。 因为,既然有无数的竞争者在与王室成员争夺对城邦的照料权,我们曾说必须把所有这些人都隔离开来,只留下国王一人。 为了这个目的,我们曾说需要某种典范。
ΝΕ. ΣΩ. καὶ μάλα.
年轻的苏格拉底:非常对。
ΞΕ. τί δῆτα παράδειγμά τις ἄν, ἔχον τὴν αὐτὴν πολιτικῇ πραγματείαν, σμικρότατον παραθέμενος ἱκανῶς ἂν εὕροι τὸ ζητούμενον;
异邦人:那么,有什么典范,既具有与政治事务相同的性质,又极其微小,如果我们把它置于身旁,就能充分发现我们所寻找的东西呢?
βούλει πρὸς Διός, ὦ Σώκρατες, εἰ μή τι πρόχειρον ἕτερον ἔχομεν, ἀλλʼ οὖν τήν γε ὑφαντικὴν προελώμεθα;
凭着宙斯,苏格拉底,如果我们没有其他现成的东西,那我们不就选择织造术吗?
καὶ ταύτην, εἰ δοκεῖ, μὴ πᾶσαν;
而且,如果你同意的话,不是选择它的全部?
ἀποχρήσει γὰρ ἴσως ἡ περὶ τὰ ἐκ τῶν ἐρίων ὑφάσματα·
因为关于毛织品的部分大概就足够了。
τάχα γὰρ ἂν ἡμῖν καὶ τοῦτο τὸ μέρος αὐτῆς μαρτυρήσειε προαιρεθὲν ὃ βουλόμεθα.
因为也许织造术被选出的这部分,就能证明我们所想要的东西。
ΝΕ. ΣΩ. τί γὰρ οὔ;
年轻的苏格拉底:当然可以。
ΞΕ. τί δῆτα οὐ, καθάπερ ἐν τοῖς ἔμπροσθε τέμνοντες μέρη μερῶν ἕκαστον διῃρούμεθα, καὶ νῦν περὶ ὑφαντικὴν ταὐτὸν τοῦτʼ ἐδράσαμεν, καὶ κατὰ δύναμιν ὅτι μάλιστα διὰ βραχέων ταχὺ πάντʼ ἐπελθόντες πάλιν ἤλθομεν ἐπὶ τὸ νῦν χρήσιμον;
异邦人:那么,为什么我们不像先前那样,将部分从部分中切分出来进行划分,而现在对于织造术也采取同样的做法,并在可能的情况下尽可能简短、迅速地浏览完所有部分,重新回到现在有用的地方呢?
ΝΕ. ΣΩ. πῶς λέγεις;
年轻的苏格拉底:您是什么意思?
ΞΕ. αὐτὴν τὴν διέξοδον ἀπόκρισίν σοι ποιήσομαι.
异邦人:我将把这个过程本身作为给你的回答。
ΝΕ. ΣΩ. κάλλιστʼ εἶπες.
年轻的苏格拉底:说得太好了。
ΞΕ. ἔστι τοίνυν πάντα ἡμῖν ὁπόσα δημιουργοῦμεν καὶ κτώμεθα, τὰ μὲν ἕνεκα τοῦ ποιεῖν τι, τὰ δὲ τοῦ μὴ πάσχειν ἀμυντήρια· καὶ τῶν ἀμυντηρίων τὰ μὲν ἀλεξιφάρμακα καὶ θεῖα καὶ ἀνθρώπινα, τὰ δὲ προβλήματα· τῶν δὲ προβλημάτων τὰ μὲν πρὸς τὸν πόλεμον ὁπλίσματα, τὰ δὲ φράγματα· καὶ τῶν φραγμάτων τὰ μὲν παραπετάσματα, τὰ δὲ πρὸς χειμῶνας καὶ καύματα ἀλεξητήρια· τῶν δὲ ἀλεξητηρίων τὰ μὲν στεγάσματα, τὰ δὲ σκεπάσματα· καὶ τῶν σκεπασμάτων ὑποπετάσματα μὲν ἄλλα, περικαλύμματα δὲ ἕτερα· περικαλυμμάτων δὲ τὰ μὲν ὁλόσχιστα, σύνθετα δὲ ἕτερα· τῶν δὲ συνθέτων τὰ μὲν τρητά, τὰ δὲ ἄνευ τρήσεως συνδετά· καὶ τῶν ἀτρήτων τὰ μὲν νεύρινα φυτῶν ἐκ γῆς, τὰ δὲ τρίχινα· τῶν δὲ τριχίνων τὰ μὲν ὕδασι καὶ γῇ κολλητά, τὰ δὲ αὐτὰ αὑτοῖς συνδετά.
异邦人:那么,我们所制造和获得的一切东西,一方面是为了做某事,另一方面是为了免受伤害的防御物;而在防御物中,有些是避邪防病的药物,包括神圣的和人世的,有些是屏障;而在屏障中,有些是用于战争的武装,有些是防护物;在防护物中,有些是遮帘,有些是防寒避暑的掩体;在掩体中,有些是屋顶,有些是覆盖物;在覆盖物中,有些是垫单,有些是裹布;在裹布中,有些是未裁剪的,有些是合成的;在合成的裹布中,有些是缝合的,有些是无缝结扎的;在无缝的裹布中,有些是用地上植物的纤维制成的,有些是用毛发制成的;在毛发制品中,有些是用泥水粘合的,有些是其自身结合在一起的。
τούτοισι δὴ τοῖς ἐκ τῶν ἑαυτοῖς συνδουμένων ἐργασθεῖσιν ἀμυντηρίοις καὶ σκεπάσμασι τὸ μὲν ὄνομα ἱμάτια ἐκαλέσαμεν· τὴν δὲ τῶν ἱματίων μάλιστα ἐπιμελουμένην τέχνην, ὥσπερ τότε τὴν τῆς πόλεως πολιτικὴν εἴπομεν, οὕτω καὶ νῦν ταύτην προσείπωμεν ἀπʼ αὐτοῦ τοῦ πράγματος ἱματιουργικήν;
对于这些由自身结合在一起的材料制成的防御物和覆盖物,我们称之为“衣服”;而对于最照料衣服的技术,就像我们先前把关于城邦的技术称为“政治技术”一样,现在我们也根据事情本身,将它称之为“制衣术”吗?
φῶμεν δὲ καὶ ὑφαντικήν, ὅσον ἐπὶ τῇ τῶν ἱματίων ἐργασίᾳ μέγιστον ἦν μόριον, μηδὲν διαφέρειν πλὴν ὀνόματι ταύτης τῆς ἱματιουργικῆς, καθάπερ κἀκεῖ τότε τὴν βασιλικὴν τῆς πολιτικῆς;
我们是否还要说,作为制衣中最庞大部分的织造术,与这种制衣术除了名称之外毫无区别,正如我们先前对待王室技术和政治技术那样?
§280ΝΕ. ΣΩ. ὀρθότατά γε.
年轻的苏格拉底:非常正确。
ΞΕ. τὸ μετὰ τοῦτο δὴ συλλογισώμεθα ὅτι τὴν ἱματίων ὑφαντικὴν οὕτω ῥηθεῖσάν τις τάχʼ ἂν ἱκανῶς εἰρῆσθαι δόξειεν, μὴ δυνάμενος συννοεῖν ὅτι τῶν μὲν ἐγγὺς συνεργῶν οὔπω διώρισται, πολλῶν δὲ ἑτέρων συγγενῶν ἀπεμερίσθη.
异邦人:在这之后,让我们推论,有人可能会认为,这样谈论衣服的织造术就已经得到了充分的说明,因为他无法理解,它还没有与跟它亲近的协助者区分开来,也没有从许多其他亲缘技术中被隔离出来。
ΝΕ. ΣΩ. ποίων, εἰπέ, συγγενῶν;
年轻的苏格拉底:请告诉我,是哪些亲缘技术?
ΞΕ. οὐχ ἕσπου τοῖς λεχθεῖσιν, ὡς φαίνῃ·
异邦人:看来你没有跟上刚才所说的话。
πάλιν οὖν ἔοικεν ἐπανιτέον ἀρχόμενον ἀπὸ τελευτῆς.
因此,我们似乎必须再次从终点开始往回走。
εἰ γὰρ συννοεῖς τὴν οἰκειότητα, τὴν μὲν διετέμομεν ἀπʼ αὐτῆς νυνδή, τὴν τῶν στρωμάτων σύνθεσιν περιβολῇ χωρίζοντες καὶ ὑποβολῇ.
因为如果你理解这种亲缘关系,我们刚才已经切分出了其中之一,即通过盖被和垫单的区分,将床上用品的制作隔离了出去。
ΝΕ. ΣΩ. μανθάνω.
年轻的苏格拉底:我明白了。
ΞΕ. καὶ μὴν τὴν ἐκ τῶν λίνων καὶ σπάρτων καὶ πάντων ὁπόσα φυτῶν ἄρτι νεῦρα κατὰ λόγον εἴπομεν, δημιουργίαν πᾶσαν ἀφείλομεν· τήν τε αὖ πιλητικὴν ἀφωρισάμεθα καὶ τὴν τρήσει καὶ ῥαφῇ χρωμένην σύνθεσιν, ἧς ἡ πλείστη σκυτοτομική.
异邦人:而且,我们去除了用亚麻、西班牙草以及所有刚才在论述中被称为植物“纤维”的东西制成的全部生产活动;我们也排除了缩绒术以及使用缝合与缝纫的合成技术(其中最大部分是制鞋业)。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
年轻的苏格拉底:确实如此。
ΞΕ. καὶ τοίνυν τὴν τῶν ὁλοσχίστων σκεπασμάτων θεραπείαν δερματουργικὴν καὶ τὰς τῶν στεγασμάτων, ὅσαι τε ἐν οἰκοδομικῇ καὶ ὅλῃ τεκτονικῇ καὶ ἐν ἄλλαις τέχναις ῥευμάτων στεκτικαὶ γίγνονται, συμπάσας ἀφείλομεν, ὅσαι τε περὶ τὰς κλοπὰς καὶ τὰς βίᾳ πράξεις διακωλυτικὰ ἔργα παρέχονται τέχναι φραγμάτων, περί τε γένεσιν ἐπιθηματουργίας οὖσαι καὶ τὰς τῶν θυρωμάτων πήξεις, γομφωτικῆς ἀπονεμηθεῖσαι μόρια τέχνης· τήν τε ὁπλοποιικὴν ἀπετεμόμεθα, μεγάλης καὶ παντοίας τῆς προβληματουργικῆς τμῆμα οὖσαν δυνάμεως·
异邦人:此外,我们也去除了照料未裁剪覆盖物的皮革业,以及所有那些在建筑和整个木工行业以及其他技术中用于防漏雨的遮盖技术;我们还去除了所有提供防范偷盗和暴力行为的屏障技术(它们涉及盖子的制作和门扇的安装,被归为接合技术的一部分);我们还切分出了军器制造术,它是庞大且多样的屏障制造技术能力中的一个部门;确实,我们在最开始就立刻区分并排除了关于避邪药物的全部魔术。
καὶ δὴ καὶ τὴν μαγευτικὴν τὴν περὶ τὰ ἀλεξιφάρμακα κατʼ ἀρχὰς εὐθὺς διωρισάμεθα σύμπασαν, καὶ λελοίπαμεν, ὡς δόξαιμεν ἄν, αὐτὴν τὴν ζητηθεῖσαν ἀμυντικὴν χειμώνων, ἐρεοῦ προβλήματος ἐργαστικήν, ὄνομα δὲ ὑφαντικὴν λεχθεῖσαν.
我们似乎只留下了那项被寻找的、用于防寒的、生产羊毛屏障的防御技术本身,它被冠以“织造术”的名字。
ΝΕ. ΣΩ. ἔοικε γὰρ οὖν.
年轻的苏格拉底:看来确实如此。

词汇与语法注释

  1. 279aἔχον τὴν αὐτὴν πολιτικῇ πραγματείαν — 分词 `ἔχον` 的直接宾语是 `τὴν αὐτὴν ... πραγματείαν`(相同的活动),而与格 `πολιτικῇ` 与指示代词 `τὴν αὐτὴν` 结合,表示比较或一致的对象(“与政治[艺术的活动]相同”)。
  2. 279bπροαιρεθὲν ὃ βουλόμεθα — 中性单数主格被动分词 `προαιρεθὲν` 与前述主语 `τοῦτο τὸ μέρος`(这个部分)一致。关系从句 `ὃ βουλόμεθα`(我们所想要的)指代所寻求的真理或证明,分词起条件状语或定语作用,意为“这个被选出的部分,将证明我们所想要的东西”。
  3. 280bτὴν μὲν... τὴν τῶν στρωμάτων σύνθεσιν — 阴性单数宾格关系代词 `τὴν` 指代从前述名词 `τὴν οἰκειότητα`(亲缘关系)中切分出的一个部门。名词短语 `τὴν τῶν στρωμάτων σύνθεσιν`(床上用品的组合)与 `τὴν μὲν` 构成同位语,预示着与后面省略的 `τὴν δὲ [τῶν ἱματίων σύνθεσιν]`(衣服的组合)之间的对比。
  4. 280dὅσαι τε... ἀπονεμηθεῖσαι μόρια τέχνης — 由关系代词 `ὅσαι` 引导的冗长关系从句起名词性作用,整体作为全句主要动词 `ἀφείλομεν`(280c末尾)直接宾语的一部分。与从句内主语(多种屏障技术)一致的阴性复数主格被动分词 `ἀπονεμηθεῖσαι` 起修饰作用,意为“被归为[接合技术]部分的[技术]”。

引用这一段

柏拉图, 政治家篇 §279-280. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:279-280

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。