§277ΝΕ. ΣΩ. καὶ κινδυνεύει γε, ὦ ξένε, τελέως ἂν ἡμῖν οὕτως ἔχειν ἡ περὶ τὸν πολιτικὸν ἀπόδειξις.
年轻的苏格拉底:异邦人啊,这样看来,我们关于政治学家的论证似乎就可以完全结束了。
ΞΕ. καλῶς ἄν, ὦ Σώκρατες, ἡμῖν ἔχοι.
异邦人:那样就好了,苏格拉底。
δεῖ δὲ μὴ σοὶ μόνῳ ταῦτα, ἀλλὰ κἀμοὶ μετὰ σοῦ κοινῇ συνδοκεῖν.
但这不该只是你一个人这么认为,而必须是我和你共同赞同。
νῦν δὲ κατά γε τὴν ἐμὴν οὔπω φαίνεται τέλεον ὁ βασιλεὺς ἡμῖν σχῆμα ἔχειν, ἀλλὰ καθάπερ ἀνδριαντοποιοὶ παρὰ καιρὸν ἐνίοτε σπεύδοντες πλείω καὶ μείζω τοῦ δέοντος ἕκαστα τῶν ἔργων ἐπεμβαλλόμενοι βραδύνουσι, καὶ νῦν ἡμεῖς, ἵνα δὴ πρὸς τῷ ταχὺ καὶ μεγαλοπρεπῶς δηλώσαιμεν τὸ τῆς ἔμπροσθεν ἁμάρτημα διεξόδου, τῷ βασιλεῖ νομίσαντες πρέπειν μεγάλα παραδείγματα ποιεῖσθαι, θαυμαστὸν ὄγκον ἀράμενοι τοῦ μύθου, μείζονι τοῦ δέοντος ἠναγκάσθημεν αὐτοῦ μέρει προσχρήσασθαι·
但现在看来,至少依我之见,我们笔下的国王还远未显现出完美的形象。 正如同一些雕塑家,有时在不适当的时候急于求成,在每一件作品上塞进比需要更多、更大的东西,反而延误了进度。 而现在我们也是如此,为了能迅速且宏伟地表明先前论述的错误,我们认为给国王作一个宏大的典范是合适的,于是承载了神话那惊人的庞大体量,并被迫使用了超出其需要的部分。
διὸ μακροτέραν τὴν ἀπόδειξιν πεποιήκαμεν καὶ πάντως τῷ μύθῳ τέλος οὐκ ἐπέθεμεν, ἀλλʼ ἀτεχνῶς ὁ λόγος ἡμῖν ὥσπερ ζῷον τὴν ἔξωθεν μὲν περιγραφὴν ἔοικεν ἱκανῶς ἔχειν, τὴν δὲ οἷον τοῖς φαρμάκοις καὶ τῇ συγκράσει τῶν χρωμάτων ἐνάργειαν οὐκ ἀπειληφέναι πω.
因此,我们让论证变得更长,而且完全没有给神话画上句号。 相反,我们的论证简直就像一个活物,外在的轮廓看似已经足够,但尚未通过颜料和色彩的混合来获得其逼真度。
γραφῆς δὲ καὶ συμπάσης χειρουργίας λέξει καὶ λόγῳ δηλοῦν πᾶν ζῷον μᾶλλον πρέπει τοῖς δυναμένοις ἕπεσθαι· τοῖς δʼ ἄλλοις διὰ χειρουργιῶν.
然而,对于能够跟得上的人来说,用言语和论述来展现一个活物,要比用绘画和一切手艺更为合适;而对于其他人,则需要通过手艺。
ΝΕ. ΣΩ. τοῦτο μὲν ὀρθῶς· ὅπῃ δὲ ἡμῖν οὔπω φῂς ἱκανῶς εἰρῆσθαι δήλωσον.
年轻的苏格拉底:这固然是对的;但请您说明,在什么地方您认为我们还没有谈够。
ΞΕ. χαλεπόν, ὦ δαιμόνιε, μὴ παραδείγμασι χρώμενον ἱκανῶς ἐνδείκνυσθαί τι τῶν μειζόνων.
异邦人:亲爱的朋友,若不使用典范,要充分说明任何更重大的事情都是困难的。
κινδυνεύει γὰρ ἡμῶν ἕκαστος οἷον ὄναρ εἰδὼς ἅπαντα πάντʼ αὖ πάλιν ὥσπερ ὕπαρ ἀγνοεῖν.
因为我们每个人似乎都在梦中知道一切,醒来时却又对一切一无所知。
ΝΕ. ΣΩ. πῶς τοῦτʼ εἶπες;
年轻的苏格拉底:您这是什么意思?
ΞΕ. καὶ μάλʼ ἀτόπως ἔοικά γε ἐν τῷ παρόντι κινήσας τὸ περὶ τῆς ἐπιστήμης πάθος ἐν ἡμῖν.
异邦人:在当下,我似乎以一种极其奇怪的方式,触动了我们关于知识的某种状态。
ΝΕ. ΣΩ. τί δή;
年轻的苏格拉底:为什么呢?
ΞΕ. παραδείγματος, ὦ μακάριε, αὖ μοι καὶ τὸ παράδειγμα αὐτὸ δεδέηκεν.
异邦人:我亲爱的朋友,为了解释‘典范’本身,我现在竟然又需要一个‘典范’了。
ΝΕ. ΣΩ. τί οὖν;
年轻的苏格拉底:那又怎样?
λέγε μηδὲν ἐμοῦ γε ἕνεκα ἀποκνῶν.
说吧,一点也用不着为我而犹豫。
ΞΕ. λεκτέον ἐπειδὴ καὶ σύ γε ἕτοιμος ἀκολουθεῖν.
异邦人:既然你也准备好跟上,那我必须说。
τοὺς γάρ που παῖδας ἴσμεν, ὅταν ἄρτι γραμμάτων ἔμπειροι γίγνωνται—
ΝΕ. ΣΩ. τὸ ποῖον;
我想我们知道,孩子们在刚开始掌握文字的时候—— 年轻的苏格拉底:他们怎么了?
ΞΕ. ὅτι τῶν στοιχείων ἕκαστον ἐν ταῖς βραχυτάταις καὶ ῥᾴσταις τῶν συλλαβῶν ἱκανῶς διαισθάνονται, καὶ τἀληθῆ φράζειν περὶ ἐκεῖνα δυνατοὶ γίγνονται.
异邦人:——他们在最简短、最容易的音节中,能够很好地识别每一个字母,并能够说出关于它们的正确事实。
§278ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;
年轻的苏格拉底:怎么会不呢?
ΞΕ. ταὐτὰ δέ γε ταῦτα ἐν ἄλλαις ἀμφιγνοοῦντες πάλιν δόξῃ τε ψεύδονται καὶ λόγῳ.
异邦人:但在其他音节中,他们却认不出这些相同的字母,从而在意见和言语上都犯了错。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
年轻的苏格拉底:确实如此。
ΞΕ. ἆρʼ οὖν οὐχ ὧδε ῥᾷστον καὶ κάλλιστον ἐπάγειν αὐτοὺς ἐπὶ τὰ μήπω γιγνωσκόμενα;
异邦人:那么,通过以下方式将他们引向尚未认识的事物,不就是最容易、最美妙的吗?
ΝΕ. ΣΩ. πῶς;
年轻的苏格拉底:怎么做?
ΞΕ. ἀνάγειν πρῶτον ἐπʼ ἐκεῖνα ἐν οἷς ταὐτὰ ταῦτα ὀρθῶς ἐδόξαζον, ἀναγαγόντας δὲ τιθέναι παρὰ τὰ μήπω γιγνωσκόμενα, καὶ παραβάλλοντας ἐνδεικνύναι τὴν αὐτὴν ὁμοιότητα καὶ φύσιν ἐν ἀμφοτέραις οὖσαν ταῖς συμπλοκαῖς, μέχριπερ ἂν πᾶσι τοῖς ἀγνοουμένοις τὰ δοξαζόμενα ἀληθῶς παρατιθέμενα δειχθῇ, δειχθέντα δέ, παραδείγματα οὕτω γιγνόμενα, ποιήσῃ τῶν στοιχείων ἕκαστον πάντων ἐν πάσαις ταῖς συλλαβαῖς τὸ μὲν ἕτερον ὡς τῶν ἄλλων ἕτερον ὄν, τὸ δὲ ταὐτὸν ὡς ταὐτὸν ἀεὶ κατὰ ταὐτὰ ἑαυτῷ προσαγορεύεσθαι.
异邦人:首先把他们带回到他们对这些相同字母持有正确意见的那些事例中,带回之后,把这些事例放在尚未认识的事物旁边。 通过对比,展示在两种结合(音节)中都存在着相同的相似性和本性,直到所有不认识的事物都在与那些持有正确信念的事物并列对照中显现出来。 这样展现出来并成为‘典范’后,就能使所有音节中的每一个字母,不同的被称作不同于其他的,而相同的则始终被称作与自身相同。
ΝΕ. ΣΩ. παντάπασι μὲν οὖν.
年轻的苏格拉底:完全是这样。
ΞΕ. οὐκοῦν τοῦτο μὲν ἱκανῶς συνειλήφαμεν, ὅτι παραδείγματός γʼ ἐστὶ τότε γένεσις, ὁπόταν ὂν ταὐτὸν ἐν ἑτέρῳ διεσπασμένῳ δοξαζόμενον ὀρθῶς καὶ συναχθὲν περὶ ἑκάτερον ὡς συνάμφω μίαν ἀληθῆ δόξαν ἀποτελῇ;
异邦人:那么,我们是否已经足够地把握了这点:当同一个事物在另一个分离的事物中被正确地认识,并且被结合起来,对两者产生一个统一的真信念时,‘典范’就诞生了?
ΝΕ. ΣΩ. φαίνεται.
年轻的苏格拉底:看来是这样。
ΞΕ. θαυμάζοιμεν ἂν οὖν εἰ ταὐτὸν τοῦτο ἡμῶν ἡ ψυχὴ φύσει περὶ τὰ τῶν πάντων στοιχεῖα πεπονθυῖα τοτὲ μὲν ὑπʼ ἀληθείας περὶ ἓν ἕκαστον ἔν τισι συνίσταται, τοτὲ δὲ περὶ ἅπαντα ἐν ἑτέροις αὖ φέρεται, καὶ τὰ μὲν αὐτῶν ἁμῇ γέ πῃ τῶν συγκράσεων ὀρθῶς δοξάζει, μετατιθέμενα δʼ εἰς τὰς τῶν πραγμάτων μακρὰς καὶ μὴ ῥᾳδίους συλλαβὰς ταὐτὰ ταῦτα πάλιν ἀγνοεῖ;
异邦人:那么,如果我们的灵魂在面对万物的元素(基本要素)时,在本性上也经历着这同样的过程:有时在某些事物中对每一个个别元素有真实的把握,但在其他事物中却又对一切感到迷茫;一方面能以某种方式正确认识它们的某些结合形式,但当这些相同的元素被转移到事物那漫长而复杂的音节中时,它却又对此一无所知——如果真是这样,我们还会感到奇怪吗?
ΝΕ. ΣΩ. καὶ θαυμαστόν γε οὐδέν.
年轻的苏格拉底:这确实没有什么好奇怪的。
ΞΕ. πῶς γάρ, ὦ φίλε, δύναιτο ἄν τις ἀρχόμενος ἀπὸ δόξης ψευδοῦς ἐπί τι τῆς ἀληθείας καὶ μικρὸν μέρος ἀφικόμενος κτήσασθαι φρόνησιν;
异邦人:因为,我的朋友,一个人如果从虚假的意见出发,即使触及了真理的某一小部分,又怎能获得真正的智慧呢?
ΝΕ. ΣΩ. σχεδὸν οὐδαμῶς.
年轻的苏格拉底:几乎不可能。
ΞΕ. οὐκοῦν ταῦτα εἰ ταύτῃ πέφυκεν, οὐδὲν δὴ πλημμελοῖμεν ἂν ἐγώ τε καὶ σὺ πρῶτον μὲν ἐπιχειρήσαντες ὅλου παραδείγματος ἰδεῖν τὴν φύσιν ἐν σμικρῷ κατὰ μέρος ἄλλῳ παραδείγματι, μετὰ δὲ ταῦτα μέλλοντες, ἐπὶ τὸ τοῦ βασιλέως μέγιστον ὂν ταὐτὸν εἶδος ἀπʼ ἐλαττόνων φέροντές ποθεν, διὰ παραδείγματος ἐπιχειρεῖν αὖ τὴν τῶν κατὰ πόλιν θεραπείαν τέχνῃ γνωρίζειν, ἵνα ὕπαρ ἀντʼ ὀνείρατος ἡμῖν γίγνηται;
异邦人:因此,如果事情在本性上确实如此,那么我和你先尝试通过一个微小的、局部的其他典范来认清‘典范’整体的本性,在此之后,再把那属于国王的、最宏大的同一型相从较小的事务中引申出来,通过典范尝试用技术来认识对城邦的照料,从而使我们获得清醒的现实而非虚幻的梦境,这样做难道不是完全没有错吗?
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν ὀρθῶς.
年轻的苏格拉底:确实非常正确。