Humanitext Reader

柏拉图 · 政治家篇 §276

通过群落看护与自愿统治界定政治家

第 12 段,共 34 段 · 希腊语

内容简介

讨论如何进行正确的定义和划分以避免质疑。通过将先前的“群落养育”修正为“群落看护(照料)”,并将其划分为神圣牧手与人类照料者,以及强迫统治(僭主)与自愿统治(国王/政治家),从而推导出对政治家的正确定义。

§276ΝΕ. ΣΩ. ὀρθῶς.
年轻的苏格拉底:对。
ἀλλʼ ἡ μετὰ τοῦτο διαίρεσις αὖ τίνα τρόπον ἐγίγνετʼ ἄν;
但在这之后的划分又应该以何种方式进行呢?
ΞΕ. κατὰ ταὐτὰ καθʼ ἅπερ ἔμπροσθεν διῃρούμεθα τὴν ἀγελαιοτροφικὴν πεζοῖς τε καὶ ἀπτῆσι, καὶ ἀμείκτοις τε καὶ ἀκεράτοις, τοῖς αὐτοῖς ἄν που τούτοις διαιρούμενοι καὶ τὴν ἀγελαιοκομικὴν τήν τε νῦν καὶ τὴν ἐπὶ Κρόνου βασιλείαν περιειληφότες ἂν ἦμεν ὁμοίως ἐν τῷ λόγῳ.
客人:正像我们先前将‘群落养育业’划分为陆生与无翼、不杂交与无角一样,如果我们用这些相同的划分来分割‘群落看护业’,我们本来也就会在讨论中同样囊括现在的统治和克洛诺斯时期的统治了。
ΝΕ. ΣΩ. φαίνεται· ζητῶ δὲ αὖ τί τὸ μετὰ τοῦτο.
年轻的苏格拉底:看来是这样;但我又想问,这之后该是什么。
ΞΕ. δῆλον ὅτι λεχθέντος οὕτω τοῦ τῆς ἀγελαιοκομικῆς ὀνόματος οὐκ ἄν ποτε ἐγένεθʼ ἡμῖν τό τινας ἀμφισβητεῖν ὡς οὐδʼ ἐπιμέλεια τὸ παράπαν ἐστίν, ὥσπερ τότε δικαίως ἠμφεσβητήθη μηδεμίαν εἶναι τέχνην ἐν ἡμῖν ἀξίαν τούτου τοῦ θρεπτικοῦ προσρήματος, εἰ δʼ οὖν τις εἴη, πολλοῖς πρότερον αὐτῆς καὶ μᾶλλον προσήκειν ἤ τινι τῶν βασιλέων.
客人:显然,如果当时说出的是‘群落看护’这个名称,我们就绝不会遇到有人争辩说这根本不是一种照料。 而当时人们却合理地争辩说,在我们中间没有任何一门技术配得上‘养育者’这个称号;即便确实有,那它也比任何国王都更早、更合适地属于其他许多人。
ΝΕ. ΣΩ. ὀρθῶς.
年轻的苏格拉底:对。
ΞΕ. ἐπιμέλεια δέ γε ἀνθρωπίνης συμπάσης κοινωνίας οὐδεμία ἂν ἐθελήσειεν ἑτέρα μᾶλλον καὶ προτέρα τῆς βασιλικῆς φάναι καὶ κατὰ πάντων ἀνθρώπων ἀρχῆς εἶναι τέχνη.
客人:但是,对于整个人类社会的其他任何照料,绝不会有哪一个比国王的艺术更愿意、更优先地声称自己是统治全人类的技术。
ΝΕ. ΣΩ. λέγεις ὀρθῶς.
年轻的苏格拉底:您说得对。
ΞΕ. μετὰ ταῦτα δέ γε, ὦ Σώκρατες, ἆρʼ ἐννοοῦμεν ὅτι πρὸς αὐτῷ δὴ τῷ τέλει συχνὸν αὖ διημαρτάνετο;
客人:但是在这之后,苏格拉底,我们有没有注意到,就在最后的关头,又犯了一个很大的错误?
ΝΕ. ΣΩ. τὸ ποῖον;
年轻的苏格拉底:是什么样的错误?
ΞΕ. τόδε, ὡς ἄρʼ εἰ καὶ διενοήθημεν ὅτι μάλιστα τῆς δίποδος ἀγέλης εἶναί τινα θρεπτικὴν τέχνην, οὐδέν τι μᾶλλον ἡμᾶς ἔδει βασιλικὴν αὐτὴν εὐθὺς καὶ πολιτικὴν ὡς ἀποτετελεσμένην προσαγορεύειν.
客人:就是这个:即使我们极其清楚地认为存在某种属于两足群落的养育技术,我们也绝不应该立刻将其称为国王的和政治家的艺术,仿佛它已经完成了一样。
ΝΕ. ΣΩ. τί μήν;
年轻的苏格拉底:那该怎么做呢?
ΞΕ. πρῶτον μέν, ὃ λέγομεν, τοὔνομα μετασκευωρήσασθαι, πρὸς τὴν ἐπιμέλειαν μᾶλλον προσαγαγόντας ἢ τὴν τροφήν, ἔπειτα ταύτην τέμνειν·
客人:第一,正如我们所说,重塑这个名称,使其更接近‘照料’而不是‘喂养’,然后对其进行划分。
οὐ γὰρ σμικρὰς ἂν ἔχοι τμήσεις ἔτι.
因为它还可以进行不小的划分。
ΝΕ. ΣΩ. ποίας;
年轻的苏格拉底:什么样的划分?
ΞΕ. ἧι τε τὸν θεῖον ἄν που διειλόμεθα νομέα χωρὶς καὶ τὸν ἀνθρώπινον ἐπιμελητήν.
客人:就是那将神圣的牧手与人类的照料者分别划分开来的方式。
ΝΕ. ΣΩ. ὀρθῶς.
年轻的苏格拉底:对。
ΞΕ. αὖθις δέ γε τὴν ἀπονεμηθεῖσαν ἐπιμελητικὴν δίχα τέμνειν ἀναγκαῖον ἦν.
客人:而且,接下来必须将分配到的照料技术一分为二。
ΝΕ. ΣΩ. τίνι;
年轻的苏格拉底:以什么来划分?
ΞΕ. τῷ βιαίῳ τε καὶ ἑκουσίῳ.
客人:分为强迫的和自愿的。
ΝΕ. ΣΩ. τί δή;
年轻的苏格拉底:为什么呢?
ΞΕ. καὶ ταύτῃ που τὸ πρότερον ἁμαρτάνοντες εὐηθέστερα τοῦ δέοντος εἰς ταὐτὸν βασιλέα καὶ τύραννον συνέθεμεν, ἀνομοιοτάτους ὄντας αὐτούς τε καὶ τὸν τῆς ἀρχῆς ἑκατέρου τρόπον.
客人:因为在这点上我们先前大概也犯了错,并且比应有的更为愚蠢地将国王和僭主混为一谈,而他们自身以及他们各自的统治方式其实是极其不同的。
ΝΕ. ΣΩ. ἀληθῆ.
年轻的苏格拉底:确实如此。
ΞΕ. νῦν δέ γε πάλιν ἐπανορθούμενοι, καθάπερ εἶπον, τὴν ἀνθρωπίνην ἐπιμελητικὴν δίχα διαιρώμεθα, τῷ βιαίῳ τε καὶ ἑκουσίῳ;
客人:但现在,正如我所说,我们要重新纠正这一点,把对人类的照料技术,按照强迫的和自愿的一分为二吗?
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
年轻的苏格拉底:当然如此。
ΞΕ. καὶ τὴν μέν γέ που τῶν βιαίων τυραννικήν, τὴν δὲ ἑκούσιον καὶ ἑκουσίων διπόδων ἀγελαιοκομικὴν ζῴων προσειπόντες πολιτικήν, τὸν ἔχοντα αὖ τέχνην ταύτην καὶ ἐπιμέλειαν ὄντως ὄντα βασιλέα καὶ πολιτικὸν ἀποφαινώμεθα;
客人:那么,如果我们一方面把针对被强迫之人的照料称为僭主统治,另一方面把自愿针对自愿的两足群落动物的看护称为政治统治,以此向世人表明,拥有这门技术和照料的人才是真正名实相符的国王和政治家,你同意吗?

词汇与语法注释

  1. 276aπεριειληφότες ἂν ἦμεν — 这是一个绕口式的完成时迂回结构,由完成时主动分词 περιειληφότες 与 εἰμί 的未过去时 ἦμεν 以及语气词 ἄν 结合,表示与过去事实相反的虚拟语气主句(归结句)。
  2. 276bτό τινας ἀμφισβητεῖν — 这是一个带冠词的不定式短语,其中中性单数冠词 τό 将整个从句 τινας ἀμφισβητεῖν(其中 τινας 是不定式的宾格主语)名词化,作为非人称动词 ἐγένεθʼ 的实际主语或所发生事件的内容。
  3. 276dἧι — 关系代词 ὅς 的阴性单数与格 ᾗ(或关系副词 ᾗ)作工具格使用(意为“通过该方式”),引导关系从句,其先行词指向前面提到的划分(τμήσεις)这一概念。

引用这一段

柏拉图, 政治家篇 §276. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:276

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。