Humanitext Reader

柏拉图 · 政治家篇 §270

宇宙的自主逆转与生物的逆生长

第 8 段,共 34 段 · 希腊语

内容简介

客人解释说,宇宙既不会永远自我旋转,也不会一直被两个神相反地旋转,而是在被神放开时自主地反向运转。这种宇宙逆转导致地球上的所有生物发生急剧的逆生长过程,使他们变得越来越年轻,直至完全消失。

§270ΞΕ. ἐκ πάντων δὴ τούτων τὸν κόσμον μήτε αὐτὸν χρὴ φάναι στρέφειν ἑαυτὸν ἀεί, μήτʼ αὖ ὅλον ἀεὶ ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας περιαγωγάς, μήτʼ αὖ δύο τινὲ θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτόν, ἀλλʼ ὅπερ ἄρτι ἐρρήθη καὶ μόνον λοιπόν, τοτὲ μὲν ὑπʼ ἄλλης συμποδηγεῖσθαι θείας αἰτίας, τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ, τοτὲ δʼ ὅταν ἀνεθῇ, διʼ ἑαυτοῦ αὐτὸν ἰέναι, κατὰ καιρὸν ἀφεθέντα τοιοῦτον, ὥστε ἀνάπαλιν πορεύεσθαι πολλὰς περιόδων μυριάδας διὰ δὴ τὸ μέγιστον ὂν καὶ ἰσορροπώτατον ἐπὶ μικροτάτου βαῖνον ποδὸς ἰέναι.
客人:那么,从所有这些事情来看,我们既不该说宇宙始终让自己旋转,也不该说它始终整体上被神以两种相反的方式旋转,更不该说有两个怀着彼此相反想法的神在旋转它,而只能说那刚刚说过且是唯一剩下的一种可能:即在某一时期,它由另一个神圣的原因共同引导着前行,重新获得生命,并从造物主那里接受被修复的永生;但在另一时期,当它被放开时,它凭着自身前行,在如此恰当的时机被释放,以至于它向相反方向运行了成千上万个周期,这正是因为它体积极大且极其平衡,依靠极小的支点运行。
ΝΕ. ΣΩ. φαίνεται γοῦν δὴ καὶ μάλα εἰκότως εἰρῆσθαι πάνθʼ ὅσα διελήλυθας.
青年苏格拉底:无论如何,您所阐述的一切似乎都说得非常合情合理。
ΞΕ. λογισάμενοι δὴ συννοήσωμεν τὸ πάθος ἐκ τῶν νῦν λεχθέντων, ὃ πάντων ἔφαμεν εἶναι τῶν θαυμαστῶν αἴτιον.
客人:那么,让我们根据刚才所说的话进行推考,来理解那个我们说过是所有奇妙事物的起因的变故。
ἔστι γὰρ οὖν δὴ τοῦτʼ αὐτό.
事实上,正是这同一件事。
ΝΕ. ΣΩ. τὸ ποῖον;
青年苏格拉底:是哪件事?
ΞΕ. τὸ τὴν τοῦ παντὸς φορὰν τοτὲ μὲν ἐφʼ ἃ νῦν κυκλεῖται φέρεσθαι, τοτὲ δʼ ἐπὶ τἀναντία.
客人:就是宇宙的运行在某一时期朝着它现在旋转的方向进行,而在另一时期朝着相反的方向进行。
ΝΕ. ΣΩ. πῶς δή;
青年苏格拉底:这到底是怎么回事?
ΞΕ. ταύτην τὴν μεταβολὴν ἡγεῖσθαι δεῖ τῶν περὶ τὸν οὐρανὸν γιγνομένων τροπῶν πασῶν εἶναι μεγίστην καὶ τελεωτάτην τροπήν.
客人:必须认为,这种变化是关于天体所发生的所有逆转中最大、最彻底的逆转。
ΝΕ. ΣΩ. ἔοικε γοῦν.
青年苏格拉底:看起来确实如此。
ΞΕ. μεγίστας τοίνυν καὶ μεταβολὰς χρὴ νομίζειν γίγνεσθαι τότε τοῖς ἐντὸς ἡμῖν οἰκοῦσιν αὐτοῦ.
客人:因此,必须认为,那时对于居住在它内部的我们来说,也会发生极其重大的变化。
ΝΕ. ΣΩ. καὶ τοῦτο εἰκός.
青年苏格拉底:这也是合乎情理的。
ΞΕ. μεταβολὰς δὲ μεγάλας καὶ πολλὰς καὶ παντοίας συμφερομένας ἆρʼ οὐκ ἴσμεν τὴν τῶν ζῴων φύσιν ὅτι χαλεπῶς ἀνέχεται;
客人:那么,难道我们不知道,当重大、众多且各种各样的变化同时发生时,生物的本性是难以承受的吗?
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
青年苏格拉底:怎么会不呢?
ΞΕ. φθοραὶ τοίνυν ἐξ ἀνάγκης τότε μέγισται συμβαίνουσι τῶν τε ἄλλων ζῴων, καὶ δὴ καὶ τὸ τῶν ἀνθρώπων γένος ὀλίγον τι περιλείπεται· περὶ δὲ τούτους ἄλλα τε παθήματα πολλὰ καὶ θαυμαστὰ καὶ καινὰ συμπίπτει, μέγιστον δὲ τόδε καὶ συνεπόμενον τῇ τοῦ παντὸς ἀνειλίξει τότε, ὅταν ἡ τῆς νῦν καθεστηκυίας ἐναντία γίγνηται τροπή.
客人:因此,那时必然会发生其他生物的最大毁灭,特别是人类也只剩下了极少的一部分;而在这些人身上,会降临许多其他奇妙而新奇的变故,其中最大、且与当时宇宙的反向展开相伴随的,是当与现在确立的逆转相反的逆转发生时的以下这件事。
ΝΕ. ΣΩ. τὸ ποῖον;
青年苏格拉底:是哪件事?
ΞΕ. ἣν ἡλικίαν ἕκαστον εἶχε τῶν ζῴων, αὕτη πρῶτον μὲν ἔστη πάντων, καὶ ἐπαύσατο πᾶν ὅσον ἦν θνητὸν ἐπὶ τὸ γεραίτερον ἰδεῖν πορευόμενον, μεταβάλλον δὲ πάλιν ἐπὶ τοὐναντίον οἷον νεώτερον καὶ ἁπαλώτερον ἐφύετο· καὶ τῶν μὲν πρεσβυτέρων αἱ λευκαὶ τρίχες ἐμελαίνοντο, τῶν δʼ αὖ γενειώντων αἱ παρειαὶ λεαινόμεναι πάλιν ἐπὶ τὴν παρελθοῦσαν ὥραν ἕκαστον καθίστασαν, τῶν δὲ ἡβώντων τὰ σώματα λεαινόμενα καὶ σμικρότερα καθʼ ἡμέραν καὶ νύκτα ἑκάστην γιγνόμενα πάλιν εἰς τὴν τοῦ νεογενοῦς παιδὸς φύσιν ἀπῄει, κατά τε τὴν ψυχὴν καὶ κατὰ τὸ σῶμα ἀφομοιούμενα· τὸ δʼ ἐντεῦθεν ἤδη μαραινόμενα κομιδῇ τὸ πάμπαν ἐξηφανίζετο.
客人:每个生物当时所具有的年龄,这首先在所有生物中停顿下来,一切凡人也停止了向看来看去更年老的方向前行,而是相反地发生变化,变得仿佛更年轻、更娇嫩;老年人的白发变黑,而长着胡须的人的脸颊变光滑,使每个人重新回到过去的青春岁月;而正值壮年的人的身体,在每一个白天和黑夜都变得更光滑、更小,在灵魂和身体上都变得像新生儿一样,重新回到了新生儿的天性;从那以后,他们便逐渐枯萎,直至完全消失。
τῶν δʼ αὖ βιαίως τελευτώντων ἐν τῷ τότε χρόνῳ τὸ τοῦ νεκροῦ σῶμα τὰ αὐτὰ ταῦτα πάσχον παθήματα διὰ τάχους ἄδηλον ἐν ὀλίγαις ἡμέραις διεφθείρετο.
而当时那些因暴力而死的人,其尸体也经历着完全相同的这些变故,在几天之内就迅速消失得无影无踪。

词汇与语法注释

  1. 270aἐπικτώμενον καὶ λαμβάνοντα — 这些分词修饰前文的 `τὸν κόσμον`(宾格)。其中 `λαμβάνοντα` 是阳性单数宾格,与 `κόσμος` 的语法性一致;而 `ἐπικτώμενον` 则是中性单数宾格,这是由于将宇宙在概念上视为中性生命体(`ζῷον`)而产生的语义一致(constructio ad sensum)现象。
  2. 270aδιὰ δὴ τὸ ... ἰέναι — 句末的 `ἰέναι` 是受 `διὰ τὸ`(因为……)支配的冠词性不定式结构的主动词。由于在 `τὸ` 和 `ἰέναι` 之间插入了长长的同位分词句 `μέγιστον ὂν καὶ ἰσορροπώτατον`(体积最大且极其平衡)以及介词分词短语 `ἐπὶ μικροτάτου βαῖνον ποδὸς`(依靠极小的支点运行),使得整个句子的结构较为复杂。
  3. 270dἰδεῖν — 这是一个说明性(解释性)不定式(epexegetic infinitive),修饰形容词 `γεραίτερον`(更年老的),表示“在外表上”或“看起来”。整句意为“向外表上更年老的方向前行”。
  4. 270eαἱ παρειαὶ λεαινόμεναι πάλιν ἐπὶ τὴν παρελθοῦσαν ὥραν ἕκαστον καθίστασαν — 及物动词 `καθίστασαν`(第三人称复数未完成过去时,“使恢复/使回到”)的主语是 `αἱ παρειαὶ λεαινόμεναι`(变得光滑的脸颊),其直接宾语是 `ἕκαστον`(每个人)。这是一种转喻构文,用身体的一部分作为主语,来表示使整个人恢复到过去的年轻状态。

引用这一段

柏拉图, 政治家篇 §270. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:270

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。