Humanitext Reader

柏拉图 · 政治家篇 §268-269

争夺照料人类者与宇宙反转的神话

第 7 段,共 34 段 · 希腊语

内容简介

客人指出,由于商人、医生等许多人都在争夺照料人类的权力,当前的定义未能将真正的政治家单列出来。为了讲清这一点,他开始讲述一个关于宇宙逆向旋转的伟大神话。

§268ΞΕ. οἷον οἱ ἔμποροι καὶ γεωργοὶ καὶ σιτουργοὶ πάντες, καὶ πρὸς τούτοις γυμνασταὶ καὶ τὸ τῶν ἰατρῶν γένος, οἶσθʼ ὅτι τοῖς περὶ τὰ ἀνθρώπινα νομεῦσιν, οὓς πολιτικοὺς ἐκαλέσαμεν, παντάπασι τῷ λόγῳ διαμάχοιντʼ ἂν οὗτοι σύμπαντες, ὡς σφεῖς τῆς τροφῆς ἐπιμελοῦνται τῆς ἀνθρωπίνης, οὐ μόνον ἀγελαίων ἀνθρώπων ἀλλὰ καὶ τῆς τῶν ἀρχόντων αὐτῶν;
客人:例如所有的商人、农夫、面包师,以及除了他们之外的体育教练和医生一类。 你很清楚,所有这些人都会在论证中,同我们称为政治家的、关乎人类的牧者进行彻底的争论,声称他们自己照料着人类的养育,不仅照料群居的人类,也照料统治者们自己,不是吗?
ΝΕ. ΣΩ. οὐκοῦν ὀρθῶς ἂν λέγοιεν;
青年苏格拉底:那么,难道他们说得不对吗?
ΞΕ. ἴσως.
客人:也许。
καὶ τοῦτο μὲν ἐπισκεψόμεθα, τόδε δὲ ἴσμεν, ὅτι βουκόλῳ γε οὐδεὶς ἀμφισβητήσει περὶ τούτων οὐδενός, ἀλλʼ αὐτὸς τῆς ἀγέλης τροφὸς ὁ βουφορβός, αὐτὸς ἰατρός, αὐτὸς οἷον νυμφευτὴς καὶ περὶ τοὺς τῶν γιγνομένων τόκους καὶ λοχείας μόνος ἐπιστήμων τῆς μαιευτικῆς.
这一点我们将会审查,但我们知道:对于牛倌,没有人会在这些事情的任何一件上同他争论,相反,牛倌自己就是群畜的养育者,自己是医生,自己也像是个媒人,而且对于新出生者的繁育和分娩,只有他一人精通助产术。
ἔτι τοίνυν παιδιᾶς καὶ μουσικῆς ἐφʼ ὅσον αὐτοῦ τὰ θρέμματα φύσει μετείληφεν, οὐκ ἄλλος κρείττων παραμυθεῖσθαι καὶ κηλῶν πραΰνειν, μετά τε ὀργάνων καὶ ψιλῷ τῷ στόματι τὴν τῆς αὑτοῦ ποίμνης ἄριστα μεταχειριζόμενος μουσικήν.
此外,关于游戏和音乐,只要他的饲养动物天生参与其中,就没有别人比他更善于抚慰和通过魅力来使它们温顺,他无论使用乐器还是单凭口中发声,都能最好地驾驭自己群畜的音乐。
καὶ δὴ καὶ τῶν ἄλλων πέρι νομέων ὁ αὐτὸς τρόπος.
而且实际上,对于其他牧者,情况也完全一样。
ἦ γάρ;
难道不是吗?
ΝΕ. ΣΩ. ὀρθότατα.
青年苏格拉底:极对。
ΞΕ. πῶς οὖν ἡμῖν ὁ λόγος ὀρθὸς φανεῖται καὶ ἀκέραιος ὁ περὶ τοῦ βασιλέως, ὅταν αὐτὸν νομέα καὶ τροφὸν ἀγέλης ἀνθρωπίνης θῶμεν μόνον ἐκκρίνοντες μυρίων ἄλλων ἀμφισβητούντων;
客人:那么,我们关于君王的论证,当我们把他设定为人类群畜唯一的牧者和养育者,在有一万个其他人提出争论的情况下,只把他一个人选出来,这论证怎么能显得正确和无瑕呢?
ΝΕ. ΣΩ. οὐδαμῶς.
青年苏格拉底:决不能。
ΞΕ. οὐκοῦν ὀρθῶς ὀλίγον ἔμπροσθεν ἐφοβήθημεν ὑποπτεύσαντες μὴ λέγοντες μέν τι τυγχάνοιμεν σχῆμα βασιλικόν, οὐ μὴν ἀπειργασμένοι γε εἶμέν πω διʼ ἀκριβείας τὸν πολιτικόν, ἕως ἂν τοὺς περικεχυμένους αὐτῷ καὶ τῆς συννομῆς αὐτῷ ἀντιποιουμένους περιελόντες καὶ χωρίσαντες ἀπʼ ἐκείνων καθαρὸν μόνον αὐτὸν ἀποφήνωμεν;
客人:那么,我们不久前的担忧和怀疑难道不是正确的吗? 我们怀疑自己可能碰巧只是谈论了某种君王的形象,但还没有精确地把政治家雕琢出来,直到我们把聚集在他周围、并声称分担他的放牧权的那些人剥离,并把他从他们之中分离出来,只展现他一个人的纯洁为止?
ΝΕ. ΣΩ. ὀρθότατα μὲν οὖν.
青年苏格拉底:完全是这样。
ΞΕ. τοῦτο τοίνυν, ὦ Σώκρατες, ἡμῖν ποιητέον, εἰ μὴ μέλλομεν ἐπὶ τῷ τέλει καταισχῦναι τὸν λόγον.
客人:那么苏格拉底,如果我们不想在最后让我们的论证蒙羞,我们就必须这样做。
ΝΕ. ΣΩ. ἀλλὰ μὴν οὐδαμῶς τοῦτό γε δραστέον.
青年苏格拉底:但是,这确实是决不能做的事。
ΞΕ. πάλιν τοίνυν ἐξ ἄλλης ἀρχῆς δεῖ καθʼ ἑτέραν ὁδὸν πορευθῆναί τινα.
客人:那么,我们必须再次从另一个起点,沿着另一条道路前进。
ΝΕ. ΣΩ. ποίαν δή;
青年苏格拉底:什么样的道路?
ΞΕ. σχεδὸν παιδιὰν ἐγκερασαμένους· συχνῷ γὰρ μέρει δεῖ μεγάλου μύθου προσχρήσασθαι, καὶ τὸ λοιπὸν δή, καθάπερ ἐν τοῖς πρόσθεν, μέρος ἀεὶ μέρους ἀφαιρουμένους ἐπʼ ἄκρον ἀφικνεῖσθαι τὸ ζητούμενον.
客人:可以说是混入游戏的方式;因为我们必须利用一个伟大神话的很大一部分,而其余的部分,正如之前一样,我们要不断地从部分中切除部分,直到到达所寻找之物的终点。
οὐκοῦν χρή;
难道不应该这样吗?
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
青年苏格拉底:完全是这样。
ΞΕ. ἀλλὰ δὴ τῷ μύθῳ μου πάνυ πρόσεχε τὸν νοῦν, καθάπερ οἱ παῖδες· πάντως οὐ πολλὰ ἐκφεύγεις παιδιὰς ἔτη.
客人:那么,请像小孩子那样对我的神话倾注你的注意力;反正,你离开游戏的年龄也并没有多少年。
ΝΕ. ΣΩ. λέγοις ἄν.
青年苏格拉底:请讲。
ΞΕ. ἦν τοίνυν καὶ ἔτι ἔσται τῶν πάλαι λεχθέντων πολλά τε ἄλλα καὶ δὴ καὶ τὸ περὶ τὴν Ἀτρέως τε καὶ Θυέστου λεχθεῖσαν ἔριν φάσμα.
客人:那么,在古人所说的许多事情中,过去有、将来也仍会有的,尤其是关于著名的阿特柔斯和提厄斯忒斯之争的异象。
ἀκήκοας γάρ που καὶ ἀπομνημονεύεις ὅ φασι γενέσθαι τότε.
你一定在什么地方听说过并记得当时人们说发生过的事情吧。
ΝΕ. ΣΩ. τὸ περὶ τῆς χρυσῆς ἀρνὸς ἴσως σημεῖον φράζεις.
青年苏格拉底:也许您是指关于金羊的那个征兆。
§269ΞΕ. οὐδαμῶς, ἀλλὰ τὸ περὶ τῆς μεταβολῆς δύσεώς τε καὶ ἀνατολῆς ἡλίου καὶ τῶν ἄλλων ἄστρων, ὡς ἄρα ὅθεν μὲν ἀνατέλλει νῦν εἰς τοῦτον τότε τὸν τόπον ἐδύετο, ἀνέτελλε δʼ ἐκ τοῦ ἐναντίου, τότε δὲ δὴ μαρτυρήσας ἄρα ὁ θεὸς Ἀτρεῖ μετέβαλεν αὐτὸ ἐπὶ τὸ νῦν σχῆμα.
客人:决不是,而是关于太阳和其他星辰的沉没和升起位置的变化,即当时在现在升起的地方它却沉没,而从相反的方向升起,在那时神由于见证了阿特柔斯,才把它改变成现在的样子。
ΝΕ. ΣΩ. λέγεται γὰρ οὖν δὴ καὶ τοῦτο.
青年苏格拉底:确实,人们也这么说。
ΞΕ. καὶ μὴν αὖ καὶ τήν γε βασιλείαν ἣν ἦρξε Κρόνος πολλῶν ἀκηκόαμεν.
客人:而且实际上,关于克罗诺斯统治的王国,我们也听过许多人说过。
ΝΕ. ΣΩ. πλείστων μὲν οὖν.
青年苏格拉底:确实听过极多人说。
ΞΕ. τί δέ; τὸ τοὺς ἔμπροσθεν φύεσθαι γηγενεῖς καὶ μὴ ἐξ ἀλλήλων γεννᾶσθαι;
客人:那么,关于以前的人是作为地生者而生,而不是互相繁衍而生呢?
ΝΕ. ΣΩ. καὶ τοῦτο ἓν τῶν πάλαι λεχθέντων.
青年苏格拉底:这也是古人所说的事情之一。
ΞΕ. ταῦτα τοίνυν ἔστι μὲν σύμπαντα ἐκ ταὐτοῦ πάθους, καὶ πρὸς τούτοις ἕτερα μυρία καὶ τούτων ἔτι θαυμαστότερα, διὰ δὲ χρόνου πλῆθος τὰ μὲν αὐτῶν ἀπέσβηκε, τὰ δὲ διεσπαρμένα εἴρηται χωρὶς ἕκαστα ἀπʼ ἀλλήλων.
客人:那么,这些事情全部来自同一个变故,此外还有成千万个比这些还要奇妙的事。 但由于岁月的流逝,它们中有些已经熄灭,而有些则变得零落,彼此分离开来被讲述。
ὃ δʼ ἐστὶν πᾶσι τούτοις αἴτιον τὸ πάθος οὐδεὶς εἴρηκεν, νῦν δὲ δὴ λεκτέον· εἰς γὰρ τὴν τοῦ βασιλέως ἀπόδειξιν πρέψει ῥηθέν.
然而,作为所有这些事情原因的那个变故,却没有人讲述过,现在我们必须讲述它;因为一旦讲述,它将适于对君王的证明。
ΝΕ. ΣΩ. κάλλιστʼ εἶπες, καὶ λέγε μηδὲν ἐλλείπων.
青年苏格拉底:说得太好了;请讲,不要遗漏任何东西。
ΞΕ. ἀκούοις ἄν.
客人:那你就听着。
τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν αὐτὸς ὁ θεὸς συμποδηγεῖ πορευόμενον καὶ συγκυκλεῖ, τοτὲ δὲ ἀνῆκεν, ὅταν αἱ περίοδοι τοῦ προσήκοντος αὐτῷ μέτρον εἰλήφωσιν ἤδη χρόνου, τὸ δὲ πάλιν αὐτόματον εἰς τἀναντία περιάγεται, ζῷον ὂν καὶ φρόνησιν εἰληχὸς ἐκ τοῦ συναρμόσαντος αὐτὸ κατʼ ἀρχάς.
因为这整个宇宙,在某一时期,由神亲自在它前进时共同引导并共同使之旋转,但在另一时期,当它的公转已经达到了它所适合的时间尺度时,神就放开了它,于是它再次凭着自身向相反的方向旋转,因为它是一个生命体,且从最初组装它的那个人那里分得了理智。
τοῦτο δὲ αὐτῷ τὸ ἀνάπαλιν ἰέναι διὰ τόδʼ ἐξ ἀνάγκης ἔμφυτον γέγονε.
而这种反向运行,由于以下原因,成为了它必然具有的本能。
ΝΕ. ΣΩ. διὰ τὸ ποῖον δή;
青年苏格拉底:由于什么原因?
ΞΕ. τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως.
客人:始终保持同样的状态和方式,并且保持不变,这仅属于万物中最神圣者的特征,而身体的本性不属于这种秩序。
ὃν δὲ οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν, ἀτὰρ οὖν δὴ κεκοινώνηκέ γε καὶ σώματος· ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ γίγνεσθαι διὰ παντὸς ἀδύνατον, κατὰ δύναμίν γε μὴν ὅτι μάλιστα ἐν τῷ αὐτῷ κατὰ ταὐτὰ μίαν φορὰν κινεῖται· διὸ τὴν ἀνακύκλησιν εἴληχεν, ὅτι σμικροτάτην τῆς αὑτοῦ κινήσεως παράλλαξιν.
我们命名为天和宇宙的这个东西,虽然从它的造物主那里分得了许多美好的东西,但由于它也确实分享了身体;因此,对它来说彻底不发生变化是不可能的,但在它的能力范围内,它尽可能在同一个地方以同样的方式作单一运动;因此它得到了逆向公转,这是它自身运动极微小的偏差。
αὐτὸ δὲ ἑαυτὸ στρέφειν ἀεὶ σχεδὸν οὐδενὶ δυνατὸν πλὴν τῷ τῶν κινουμένων αὖ πάντων ἡγουμένῳ· κινεῖν δὲ τούτῳ τοτὲ μὲν ἄλλως, αὖθις δὲ ἐναντίως οὐ θέμις.
但是,对于除了那引导一切运动之物以外的几乎任何东西来说,始终让自己旋转是不可能的;而对于这个引导者来说,某一时期以一种方式,另一时期又以相反的方式使之运动,则是神法所不容的。

词汇与语法注释

  1. 268aοἷον οἱ ἔμποροι καὶ γεωργοὶ καὶ σιτουργοὶ πάντες — 句首由 οἷον 引导的名词短语(“例如商人……”)在语法上属于列举性的主格。在整个长句的结构中,它被后面紧跟在插入语 οἶσθʼ 之后的 ὅτι 引导的从句中的主动词 διαμάχοιντʼ ἂν 的主语 οὗτοι σύμπαντες(“所有这些人”)重新承接。这种类似于破格(anacoluthon)的倒装结构将长主语置于句首以示强调。
  2. 268cἕως ἂν... ἀποφήνωμεν — 连词 ἕως(“直到……时”)带有无变化小词 ἂν 并支配虚拟语气(ἀποφήνωμεν),表示未来不确定的到达点或“在……之前(该状态一直持续)”的条件性时间限制。在这里,它以分词 περιελόντες(“剥离”)和 χωρίσαντες(“分离”)所代表的一系列动作的完成作为最终展现纯洁政治家的前提条件。
  3. 269eαὐτὸ δὲ ἑαυτὸ στρέφειν ἀεὶ σχεδὸν οὐδενὶ δυνατὸν — 无人称形容词 δυνατόν(省略了 ἐστί)支配带对格的不定式结构 αὐτὸ ... στρέφειν(“让其自身始终旋转”)。与格 οὐδενὶ(以及 πλὴν 后面的与格 τῷ ... ἡγουμένῳ)在表示可能或不可能的表达中作为行为者与格(dative of agent),意为“对于除……之外的任何人来说几乎是不可能的”。

引用这一段

柏拉图, 政治家篇 §268-269. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:268-269

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。