Humanitext Reader

柏拉图 · 政治家篇 §271-272

克洛诺斯时代的土生者生活与幸福

第 9 段,共 34 段 · 希腊语

内容简介

客人详细描述了克洛诺斯统治下人类和动物的“地生”诞生方式,以及他们自给自足、和平的生活状态。接着,他提出了那个时代与现代相比哪一个更幸福的问题,并描述了宇宙的掌控者撤离、宇宙因命运而开始反向旋转的瞬间。

§271ΝΕ. ΣΩ. γένεσις δὲ δὴ τίς τότʼ ἦν, ὦ ξένε, ζῴων;
青年苏格拉底:异邦人啊,那么当时动物的诞生是怎样的呢?
καὶ τίνα τρόπον ἐξ ἀλλήλων ἐγεννῶντο;
它们又是如何彼此繁衍的呢?
ΞΕ. δῆλον, ὦ Σώκρατες, ὅτι τὸ μὲν ἐξ ἀλλήλων οὐκ ἦν ἐν τῇ τότε φύσει γεννώμενον, τὸ δὲ γηγενὲς εἶναί ποτε γένος λεχθὲν τοῦτʼ ἦν τὸ κατʼ ἐκεῖνον τὸν χρόνον ἐκ γῆς πάλιν ἀναστρεφόμενον, ἀπεμνημονεύετο δὲ ὑπὸ τῶν ἡμετέρων προγόνων τῶν πρώτων, οἳ τελευτώσῃ μὲν τῇ προτέρᾳ περιφορᾷ τὸν ἑξῆς χρόνον ἐγειτόνουν, τῆσδε δὲ κατʼ ἀρχὰς ἐφύοντο·
客人:苏格拉底,显然,彼此繁衍在当时的自然中是不存在的,而曾经被称为“地生”的种族,正是那个在那个时期再次从土地中返回的种族;我们的第一代祖先记住了这一点,他们紧邻着前一次旋转结束后的下一次时期,并在这一次旋转开始时出生。
τούτων γὰρ οὗτοι κήρυκες ἐγένονθʼ ἡμῖν τῶν λόγων, οἳ νῦν ὑπὸ πολλῶν οὐκ ὀρθῶς ἀπιστοῦνται.
因为这些人成为了我们这些传说的宣告者,而这些传说如今被许多人不正确地怀疑。
τὸ γὰρ ἐντεῦθεν οἶμαι χρὴ συννοεῖν.
因为我认为必须从此理解接下来的事情。
ἑπόμενον γάρ ἐστι τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν, ἐκ τῶν τετελευτηκότων αὖ, κειμένων δὲ ἐν γῇ, πάλιν ἐκεῖ συνισταμένους καὶ ἀναβιωσκομένους, ἕπεσθαι τῇ τροπῇ συνανακυκλουμένης εἰς τἀναντία τῆς γενέσεως, καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν λόγον ἐξ ἀνάγκης φυομένους, οὕτως ἔχειν τοὔνομα καὶ τὸν λόγον, ὅσους μὴ θεὸς αὐτῶν εἰς ἄλλην μοῖραν ἐκόμισεν.
因为与老人走向儿童的本性相伴随的是,反过来,那些已经死去并躺在泥土中的人,在泥土中重新组合并复活,跟随着旋转,伴随着诞生朝着相反的方向共同循环;根据这个说法,他们必然作为“地生者”出生,从而具有这样的名称和说法,除非他们中有人被神带到了另一种命运中。
ΝΕ. ΣΩ. κομιδῇ μὲν οὖν τοῦτό γε ἕπεται τοῖς ἔμπροσθεν.
青年苏格拉底:这确实完全符合前面的论述。
ἀλλὰ δὴ τὸν βίον ὃν ἐπὶ τῆς Κρόνου φῂς εἶναι δυνάμεως, πότερον ἐν ἐκείναις ἦν ταῖς τροπαῖς ἢ ἐν ταῖσδε;
但是,您所说的在克洛诺斯统治下的生活,是在那些逆转中,还是在这些逆转中呢?
τὴν μὲν γὰρ τῶν ἄστρων τε καὶ ἡλίου μεταβολὴν δῆλον ὡς ἐν ἑκατέραις συμπίπτει ταῖς τροπαῖς γίγνεσθαι.
因为显然,星体和太阳的变化在两种逆转中都会发生。
ΞΕ. καλῶς τῷ λόγῳ συμπαρηκολούθηκας.
客人:你很好地跟上了论证。
ὃ δʼ ἤρου περὶ τοῦ πάντα αὐτόματα γίγνεσθαι τοῖς ἀνθρώποις, ἥκιστα τῆς νῦν ἐστι καθεστηκυίας φορᾶς, ἀλλʼ ἦν καὶ τοῦτο τῆς ἔμπροσθεν.
至于你所问的关于人类的一切都是自动产生的事,这绝不是现在确立的运行的特征,而是属于前一种运行的。
τότε γὰρ αὐτῆς πρῶτον τῆς κυκλήσεως ἦρχεν ἐπιμελούμενος ὅλης ὁ θεός, ὣς δʼ αὖ κατὰ τόπους ταὐτὸν τοῦτο, ὑπὸ θεῶν ἀρχόντων πάντʼ ἦν τὰ τοῦ κόσμου μέρη διειλημμένα· καὶ δὴ καὶ τὰ ζῷα κατὰ γένη καὶ ἀγέλας οἷον νομῆς θεῖοι διειλήφεσαν δαίμονες, αὐτάρκης εἰς πάντα ἕκαστος ἑκάστοις ὢν οἷς αὐτὸς ἔνεμεν, ὥστε οὔτʼ ἄγριον ἦν οὐδὲν οὔτε ἀλλήλων ἐδωδαί, πόλεμός τε οὐκ ἐνῆν οὐδὲ στάσις τὸ παράπαν· ἄλλα θʼ ὅσα τῆς τοιαύτης ἐστὶ κατακοσμήσεως ἑπόμενα, μυρία ἂν εἴη λέγειν.
因为在那个时候,首先是神亲自掌管并照料整个旋转,同样在各个地方,世界的所有部分都被统治的神灵所瓜分;甚至动物也由神圣的守护神作为牧者,按种类和群落进行了瓜分,每一个守护神对于他自己所牧养的所有动物来说都是自足的,因此没有任何野兽,也没有彼此相食,根本没有战争或内乱;其他伴随着这种秩序的事物有成千上万,难以尽述。
τὸ δʼ οὖν τῶν ἀνθρώπων λεχθὲν αὐτομάτου πέρι βίου διὰ τὸ τοιόνδε εἴρηται.
无论如何,关于人类自动生活的说法,是因为以下的原因而被说出的。
§272ΞΕ. θεὸς ἔνεμεν αὐτοὺς αὐτὸς ἐπιστατῶν, καθάπερ νῦν ἄνθρωποι, ζῷον ὂν ἕτερον θειότερον, ἄλλα γένη φαυλότερα αὑτῶν νομεύουσι· νέμοντος δὲ ἐκείνου πολιτεῖαί τε οὐκ ἦσαν οὐδὲ κτήσεις γυναικῶν καὶ παίδων· ἐκ γῆς γὰρ ἀνεβιώσκοντο πάντες, οὐδὲν μεμνημένοι τῶν πρόσθεν· ἀλλὰ τὰ μὲν τοιαῦτα ἀπῆν πάντα, καρποὺς δὲ ἀφθόνους εἶχον ἀπό τε δένδρων καὶ πολλῆς ὕλης ἄλλης, οὐχ ὑπὸ γεωργίας φυομένους, ἀλλʼ αὐτομάτης ἀναδιδούσης τῆς γῆς.
客人:神亲自牧养他们,照料他们,就像现在人类作为另一种更神圣的动物,牧养比自己更低级的其他种族一样;当他牧养时,没有政治制度,也没有妻子和孩子的占有;因为所有人都是从地里复活的,不记得过去的任何事情;但所有这些事情都缺席了,他们从树木和许多其他植物中获得丰盛的果实,这些果实不是通过农耕产生的,而是大地自动提供的。
γυμνοὶ δὲ καὶ ἄστρωτοι θυραυλοῦντες τὰ πολλὰ ἐνέμοντο· τὸ γὰρ τῶν ὡρῶν αὐτοῖς ἄλυπον ἐκέκρατο, μαλακὰς δὲ εὐνὰς εἶχον ἀναφυομένης ἐκ γῆς πόας ἀφθόνου.
他们赤身露体,没有床铺,大部分时间在户外生活并进食;因为季节的温度对他们来说是调和得毫无痛苦的,他们在大地上有长出的丰盛青草作为柔软的床铺。
τὸν δὴ βίον, ὦ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου· τόνδε δʼ ὃν λόγος ἐπὶ Διὸς εἶναι, τὸν νυνί, παρὼν αὐτὸς ᾔσθησαι· κρῖναι δʼ αὐτοῖν τὸν εὐδαιμονέστερον ἆρʼ ἂν δύναιό τε καὶ ἐθελήσειας;
苏格拉底,你听到了克洛诺斯统治下的生活;而这被说成是在宙斯统治下的生活,也就是现在的这一种,你自己在场已经体验到了;但是你能够并且愿意判断这两个中哪一个更幸福吗?
ΝΕ. ΣΩ. οὐδαμῶς.
青年苏格拉底:绝不可能。
ΞΕ. βούλει δῆτα ἐγώ σοι τρόπον τινὰ διακρίνω;
客人:那么你希望我以某种方式为你判断吗?
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
青年苏格拉底:非常希望。
ΞΕ. εἰ μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, παρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως πρὸς τὸ μὴ μόνον ἀνθρώποις ἀλλὰ καὶ θηρίοις διὰ λόγων δύνασθαι συγγίγνεσθαι, κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν, μετά τε θηρίων καὶ μετʼ ἀλλήλων ὁμιλοῦντες, καὶ πυνθανόμενοι παρὰ πάσης φύσεως εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσα ᾔσθετό τι διάφορον τῶν ἄλλων εἰς συναγυρμὸν φρονήσεως, εὔκριτον ὅτι τῶν νῦν οἱ τότε μυρίῳ πρὸς εὐδαιμονίαν διέφερον· εἰ δʼ ἐμπιμπλάμενοι σίτων ἅδην καὶ ποτῶν διελέγοντο πρὸς ἀλλήλους καὶ τὰ θηρία οἷα δὴ καὶ τὰ νῦν περὶ αὐτῶν λέγονται, καὶ τοῦτο, ὥς γε κατὰ τὴν ἐμὴν δόξαν ἀποφήνασθαι, καὶ μάλʼ εὔκριτον.
客人:那么,如果克洛诺斯的养子们,在拥有如此充足的闲暇和能力,不仅能与人,而且能与野兽通过语言进行交流的情况下,将所有这些都用于哲学,与野兽和彼此进行交谈,并向每一种天性询问,是否有人具有某种特殊的能力,感知到了与其他不同的东西,以便收集智慧,那么显而易见,那时的人在幸福方面比现在的人好上万倍;但是,如果他们只是吃饱喝足,彼此以及和野兽交谈,谈论像现在关于它们所传说的那些事情,那么,至少根据我的意见来表明,这也是极容易判断的。
ὅμως δʼ οὖν ταῦτα μὲν ἀφῶμεν, ἕως ἂν ἡμῖν μηνυτής τις ἱκανὸς φανῇ, ποτέρως οἱ τότε τὰς ἐπιθυμίας εἶχον περί τε ἐπιστημῶν καὶ τῆς τῶν λόγων χρείας· οὗ δʼ ἕνεκα τὸν μῦθον ἠγείραμεν, τοῦτο λεκτέον, ἵνα τὸ μετὰ τοῦτο εἰς τὸ πρόσθεν περαίνωμεν.
但无论如何,让我们把这些事情放一放,直到有某个充分的报道者向我们表明,当时的人们对于知识和语言的使用有着怎样的欲望;但是我们唤醒这个神话的目的必须说出来,以便我们把接下来的事情推向前方。
ἐπειδὴ γὰρ πάντων τούτων χρόνος ἐτελεώθη καὶ μεταβολὴν ἔδει γίγνεσθαι καὶ δὴ καὶ τὸ γήινον ἤδη πᾶν ἀνήλωτο γένος, πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας, ὅσα ἦν ἑκάστῃ προσταχθὲν τοσαῦτα εἰς γῆν σπέρματα πεσούσης, τότε δὴ τοῦ παντὸς ὁ μὲν κυβερνήτης, οἷον πηδαλίων οἴακος ἀφέμενος, εἰς τὴν αὑτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ σύμφυτος ἐπιθυμία.
因为当所有这些事情的时间结束,必须发生变化时,而且地生的种族现在已经完全消耗殆尽,每个灵魂都支付了其所有的出生,在大地上落下了为每一个所命令的那么多的种子,就在那时,全宇宙的舵手,仿佛放开了船舵的把手,退回到了他自己的瞭望台,而宇宙又被命运和天生的欲望反向旋转了。

词汇与语法注释

  1. ¦271b¦τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν — `τῷ τοὺς πρεσβύτας ... ἰέναι` 是带冠词的中性与格不定式短语,用作形容词 `ἕπομενον`(伴随、符合)的补足语。其内部包含“宾格+不定式”结构 `τοὺς πρεσβύτας ἰ慢`(老年人走向)。
  2. ¦271e¦αὐτάρκης εἰς πάντα ἕκαστος ἑκάστοις ὢν οἷς αὐτὸς ἔνεμεν — 在 `ἕκαστος ἑκάστοις ὢν οἷς αὐτὸς ἔνεμεν` 中,`ἕκαστος` 与 `ἑκάστοις` 并置,形成了“多格变位(polyptoton)”的修辞表达,表示“每个[牧者]针对每个[群体]”。关系代词 `οἷς` 本应作为及物动词 `ἔνεμεν` 的直接宾语(宾格),但受其省略的与格先行词或 `ἑκάστοις` 的影响,发生了“格同化”而变为与格。
  3. ¦272c¦εἰ μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου... κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν — `εἰ μὲν τοίνυν ... κατεχρῶντο` 构成了一个过去反事实(虚拟)条件从句,暗示当时的人们是否真的这样做是未知的(或暗示他们可能没有这样做)。主句与未完成过去时 `διέφερον` 或省略的判断表达相连,探讨了如果他们将闲暇用于哲学探究时的幸福程度。
  4. ¦272e¦πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας — `ἑκάστης τῆς ψυχῆς ... ἀποδεδωκυίας` 是一个使用了完成时分词 `ἀποδεδωκυίας` 的“属格绝对”结构。它以 `ἑκάστης τῆς ψυχῆς`(每个灵魂)为逻辑主语,与句子的主语(`ὁ μὲν κυβερνήτης`)不同,表示“当每个灵魂都已支付(完成)了其所有的出生”这一时间性条件。

引用这一段

柏拉图, 政治家篇 §271-272. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:271-272

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。