Humanitext Reader

柏拉图 · 政治家篇 §266-267

双足动物的几何学定义与养育人类的艺术

第 6 段,共 34 段 · 希腊语

内容简介

客人使用几何学比喻定义了人类的双足行走,并总括了从知性知识出发的划分过程,从而规定了政治家的技术(管理人的技术)。然而,他开始质疑这一规定是否完全充分,以及其他竞争性的养育者是否会挑战政治家的地位。

§266ΞΕ. καὶ μὴν τό γε ζῷον, ὅσον ἥμερον καὶ ἀγελαῖον, σχεδὸν πλὴν γενοῖν δυοῖν πᾶν ἤδη κατακεκερμάτισται.
客人:而且,凡是温顺且群居的动物,几乎除了两个类别之外,现在已经全部被细分了。
τὸ γὰρ τῶν κυνῶν οὐκ ἐπάξιον καταριθμεῖν γένος ὡς ἐν ἀγελαίοις θρέμμασιν.
因为狗的类别不值得被列入群居的被养育动物之中。
ΝΕ. ΣΩ. οὐ γὰρ οὖν.
青年苏格拉底:确实不值。
ἀλλὰ τίνι δὴ τὼ δύο διαιροῦμεν;
但是我们究竟用什么来划分这两个类别呢?
ΞΕ. ὧιπερ καὶ δίκαιόν γε Θεαίτητόν τε καὶ σὲ διανέμειν, ἐπειδὴ καὶ γεωμετρίας ἅπτεσθον.
客人:就是用那个泰阿泰德和你来分配最合适不过的东西,因为你们两个人都接触过几何学。
ΝΕ. ΣΩ. τῷ;
青年苏格拉底:用什么?
ΞΕ. τῇ διαμέτρῳ δήπου καὶ πάλιν τῇ τῆς διαμέτρου διαμέτρῳ.
客人:当然是用对角线,以及对角线的对角线。
ΝΕ. ΣΩ. πῶς εἶπες;
青年苏格拉底:您怎么说?
ΞΕ. ἡ φύσις, ἣν τὸ γένος ἡμῶν τῶν ἀνθρώπων κέκτηται, μῶν ἄλλως πως εἰς τὴν πορείαν πέφυκεν ἢ καθάπερ ἡ διάμετρος ἡ δυνάμει δίπους;
客人:我们人类所拥有的自然,在行走方面,难道天生是以别的方式,而不是像在二乘上为两尺的对角线那样吗?
ΝΕ. ΣΩ. οὐκ ἄλλως.
青年苏格拉底:不是别的方式。
ΞΕ. καὶ μὴν ἥ γε τοῦ λοιποῦ γένους πάλιν ἐστὶ κατὰ δύναμιν αὖ τῆς ἡμετέρας δυνάμεως διάμετρος, εἴπερ δυοῖν γέ ἐστι ποδοῖν δὶς πεφυκυῖα.
客人:而且实际上,其余类别的自然,在二乘上又是我们(本性的)二乘的对角线,如果它天生确实是两尺的两倍的话。
ΝΕ. ΣΩ. πῶς δʼ οὐκ ἔστι;
青年苏格拉底:怎么会不是呢?
καὶ δὴ καὶ σχεδὸν ὃ βούλει δηλοῦν μανθάνω.
实际上,我几乎明白你想要说明什么了。
ΞΕ. πρὸς δὴ τούτοις ἕτερον αὖ τι τῶν πρὸς γέλωτα εὐδοκιμησάντων ἄν, ὦ Σώκρατες, ἆρα καθορῶμεν ἡμῖν γεγονὸς ἐν τοῖς διῃρημένοις;
客人:除了这些之外,苏格拉底,我们是否能在划分出来的部分中,看到另一个会被认为是引人发笑的事情呢?
ΝΕ. ΣΩ. τὸ ποῖον;
青年苏格拉底:什么事情?
ΞΕ. τἀνθρώπινον ἡμῶν ἅμα γένος συνειληχὸς καὶ συνδεδραμηκὸς γένει τῷ τῶν ὄντων γενναιοτάτῳ καὶ ἅμα εὐχερεστάτῳ.
客人:我们人类的类别,与存在物中最高贵且同时最随意的类别被归入一类,并一起奔跑。
ΝΕ. ΣΩ. καθορῶ καὶ μάλʼ ἀτόπως συμβαῖνον.
青年苏格拉底:我看到了,这发生得很是奇特。
ΞΕ. τί δʼ;
客人:怎么?
οὐκ εἰκὸς ὕστατα ἀφικνεῖσθαι τὰ βραδύτατα;
最慢的最后到达,不是理所当然的吗?
ΝΕ. ΣΩ. ναί, τοῦτό γε.
青年苏格拉底:是的,确实如此。
ΞΕ. τόδε δὲ οὐκ ἐννοοῦμεν, ὡς ἔτι γελοιότερος ὁ βασιλεὺς φαίνεται μετὰ τῆς ἀγέλης συνδιαθέων καὶ σύνδρομα πεπορευμένος τῷ τῶν ἀνδρῶν αὖ πρὸς τὸν εὐχερῆ βίον ἄριστα γεγυμνασμένῳ;
客人:难道我们没有想到这一点吗:当君王与他的群畜一起奔跑,并与那个在通往随意生活上锻炼得最好的类别一起前进时,他显得更加滑稽?
ΝΕ. ΣΩ. παντάπασι μὲν οὖν.
青年苏格拉底:完全是这样。
ΞΕ. νῦν γάρ, ὦ Σώκρατες, ἐκεῖνό ἐστι καταφανὲς μᾶλλον τὸ ῥηθὲν τότʼ ἐν τῇ περὶ τὸν σοφιστὴν ζητήσει.
客人:苏格拉底,因为现在,当时在关于诡辩家的探究中所说的那个道理,变得更加明显了。
ΝΕ. ΣΩ. τὸ ποῖον;
青年苏格拉底:什么道理?
ΞΕ. ὅτι τῇ τοιᾷδε μεθόδῳ τῶν λόγων οὔτε σεμνοτέρου μᾶλλον ἐμέλησεν ἢ μή, τόν τε σμικρότερον οὐδὲν ἠτίμακε πρὸ τοῦ μείζονος, ἀεὶ δὲ καθʼ αὑτὴν περαίνει τἀληθέστατον.
客人:即对于这种论证方法来说,它既不更关心高贵者,也不轻视渺小者,而总是凭其自身完成最真实的事情。
ΝΕ. ΣΩ. ἔοικεν.
青年苏格拉底:似乎是这样。
ΞΕ. οὐκοῦν μετὰ τοῦτο, ἵνα μή με φθῇς ἐρωτήσας τὴν βραχυτέραν ὁδὸν ἥτις τότε ἦν ἐπὶ τὸν τοῦ βασιλέως ὅρον, αὐτός σοι πρότερον ἔλθω;
客人:那么在这之后,为了不让你抢先问我当时通往君王定义的短路是什么,我自己先向你展示好吗?
ΝΕ. ΣΩ. σφόδρα γε.
青年苏格拉底:非常赞成。
ΞΕ. λέγω δὴ δεῖν τότε εὐθὺς τὸ πεζὸν τῷ δίποδι πρὸς τὸ τετράπουν γένος διανεῖμαι, κατιδόντα δὲ τἀνθρώπινον ἔτι μόνῳ τῷ πτηνῷ συνειληχὸς τὴν δίποδα ἀγέλην πάλιν τῷ ψιλῷ καὶ τῷ πτεροφυεῖ τέμνειν, τμηθείσης δὲ αὐτῆς καὶ τότʼ ἤδη τῆς ἀνθρωπονομικῆς δηλωθείσης τέχνης, φέροντα τὸν πολιτικὸν καὶ βασιλικὸν οἷον ἡνίοχον εἰς αὐτὴν ἐνστήσαντα, παραδοῦναι τὰς τῆς πόλεως ἡνίας ὡς οἰκείας καὶ αὐτῷ ταύτης οὔσης τῆς ἐπιστήμης.
客人:我是说,当时我们应当立即将陆生动物中的双足类和四足类区分开,在看到人类仍然仅与有翼类归为一处时,再将双足群畜分为无毛类和有羽类;而在这一划分完成、人类管理的技术显明之后,将政治家和君王像御者一样安置在其中,把国家的手缰交托给他,因为这门知识属于他自己,也是适合他的。
§267ΝΕ. ΣΩ. καλῶς καὶ καθαπερεὶ χρέος ἀπέδωκάς μοι τὸν λόγον, προσθεὶς τὴν ἐκτροπὴν οἷον τόκον καὶ ἀναπληρώσας αὐτόν.
青年苏格拉底:真漂亮,你就像还债一样把论证还给了我,还把偏离主题的部分当成利息加了进来,使之完满。
ΞΕ. φέρε δὴ καὶ συνείρωμεν ἐπανελθόντες ἐπὶ τὴν ἀρχὴν μέχρι τῆς τελευτῆς τὸν λόγον τοῦ ὀνόματος τῆς τοῦ πολιτικοῦ τέχνης.
客人:来吧,让我们回到起点,把关于政治家技术名称的论证一直编织到终点。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
青年苏格拉底:当然可以。
ΞΕ. τῆς γνωστικῆς τοίνυν ἐπιστήμης ἡμῖν ἦν κατʼ ἀρχὰς μέρος ἐπιτακτικόν· τούτου δὲ ἀπεικασθὲν τὸ μόριον αὐτεπιτακτικὸν ἐρρήθη.
客人:那么,在我们的探讨开始时,知性知识的一部分是指示性的;而在这一部分中,那个类似于它的部分被称为自我指示性的。
ζῳοτροφικὴ δὲ πάλιν αὐτεπιτακτικῆς οὐ τὸ σμικρότατον τῶν γενῶν ἀπεσχίζετο· καὶ ζῳοτροφικῆς εἶδος ἀγελαιοτροφικόν, ἀγελαιοτροφικοῦ δʼ αὖ πεζονομικόν· τοῦ δὲ πεζονομικοῦ μάλιστα ἀπετέμνετο τέχνη τῆς ἀκεράτου φύσεως θρεπτική.
接着,动物养育从自我指示性中分裂出来,这并不是最小的类别;动物养育的一个属是群养,群养中又有陆生动物管理;而在陆生动物管理中,特别分出了无角自然之养育技术。
ταύτης δʼ αὖ τὸ μέρος οὐκ ἔλαττον τριπλοῦν συμπλέκειν ἀναγκαῖον, ἂν εἰς ἕν τις αὐτὸ ὄνομα συναγαγεῖν βουληθῇ, γενέσεως ἀμείκτου νομευτικὴν ἐπιστήμην προσαγορεύων.
进而,如果有人想把这一部分归纳为一个名称,就有必要将至少三重要素编织在一起,称之为纯种繁殖的放牧知识。
τὸ δʼ ἀπὸ τούτου τμῆμα, ἐπὶ ποίμνῃ δίποδι μέρος ἀνθρωπονομικὸν ἔτι λειφθὲν μόνον, τοῦτʼ αὐτό ἐστιν ἤδη τὸ ζητηθέν, ἅμα βασιλικὸν ταὐτὸν κληθὲν καὶ πολιτικόν.
而在此之后的划分中,双足群畜中仅剩的人类管理部分,正是我们所寻找的,它同时被称为君王的技术和政治的技术。
ΝΕ. ΣΩ. παντάπασι μὲν οὖν.
青年苏格拉底:完全是这样。
ΞΕ. ἆρά γʼ, ὦ Σώκρατες, ἀληθῶς ἡμῖν τοῦτο καθάπερ σὺ νῦν εἴρηκας οὕτως ἐστὶ καὶ πεπραγμένον;
客人:苏格拉底,这件事真的如你刚才所说,被我们这样完成了吗?
ΝΕ. ΣΩ. τὸ ποῖον δή;
青年苏格拉底:什么事?
ΞΕ. τὸ παντάπασιν ἱκανῶς εἰρῆσθαι τὸ προτεθέν;
客人:所提出的主题真的被完全且充分地阐明了吗?
ἢ τοῦτʼ αὐτὸ καὶ μάλιστα ἡ ζήτησις ἐλλείπει, τὸ τὸν λόγον εἰρῆσθαι μέν πως, οὐ μὴν παντάπασί γε τελέως ἀπειργάσθαι;
还是说,我们的探究正是在这一点上最有所欠缺,即论证虽然在某种程度上被说了,但还没有完全、完美地做完?
ΝΕ. ΣΩ. πῶς εἶπες;
青年苏格拉底:您怎么说?
ΞΕ. ἐγὼ νῷν πειράσομαι τοῦτʼ αὐτὸ ὃ διανοοῦμαι νῦν ἔτι μᾶλλον δηλῶσαι.
客人:我将努力向我们俩人把我现在所想的这一点说明得更加清楚。
ΝΕ. ΣΩ. λέγοις ἄν.
青年苏格拉底:请说。
ΞΕ. οὐκοῦν τῶν νομευτικῶν ἡμῖν πολλῶν φανεισῶν ἄρτι τεχνῶν μία τις ἦν ἡ πολιτικὴ καὶ μιᾶς τινος ἀγέλης ἐπιμέλεια;
客人:刚才在我们面前显现出许多放牧技术,其中政治不正是某一种技术,是对某一种群畜的照料吗?
ΝΕ. ΣΩ. ναί.
青年苏格拉底:是的。
ΞΕ. ταύτην δέ γε διώριζεν ὁ λόγος οὐχ ἵππων εἶναι τροφὸν οὐδʼ ἄλλων θηρίων, ἀλλʼ ἀνθρώπων κοινοτροφικὴν ἐπιστήμην. ΝΕ. ΣΩ. οὕτως.
客人:而论证规定了它不是马的养育者,也不是其他野兽的养育者,而是人类共同养育的知识,不是吗? 青年苏格拉底:是的。
ΞΕ. τὸ δὴ τῶν νομέων πάντων διάφορον καὶ τὸ τῶν βασιλέων θεασώμεθα.
客人:那么,让我们观察所有其他牧者与君王之间的区别。
ΝΕ. ΣΩ. τὸ ποῖον;
青年苏格拉底:什么区别?
ΞΕ. εἴ τις τῶν ἄλλων τῳ, τέχνης ἄλλης ὄνομα ἔχων, κοινῇ τῆς ἀγέλης σύντροφος εἶναί φησι καὶ προσποιεῖται.
客人:如果有其他任何人,冠以别种技术之名,声称并伪装自己也是这群畜的共同养育者。
ΝΕ. ΣΩ. πῶς φῄς;
青年苏格拉底:您怎么说?

词汇与语法注释

  1. 266aτῇ διαμέτρῳ δήπου καὶ πάλιν τῇ τῆς διαμέτρου διαμέτρῳ — 这一几何学比喻通过对角线的比例来解释人类的双足行走与野兽的四足行走。边长为1的正方形的对角线在“二乘上为两尺”(δυνάμει δίπους),即√2,以此比拟人类。而“对角线的对角线”(即以√2为边长的正方形的对角线)在“二乘上为四尺”(δυνάμει τετράπους),即2,以此比拟四足动物。
  2. 266cτῷ τῶν ἀνδρῶν αὖ πρὸς τὸν εὐχερῆ βίον ἄριστα γεγυμνασμένῳ — “男人”(ἀνδρῶν)这一表达在语境中是对最随意、最易处理的动物(此处指猪)的拟人化幽默表达。尽管一些抄本或校勘建议改为“人类”(ἀνθρώπων)或“野兽”(θηρίων),但保留原文的“男人”强调了君王与像猪一样的动物竞跑的滑稽感。
  3. 266eφέροντα τὸν πολιτικὸν καὶ βασιλικὸν οἷον ἡνίοχον εἰς αὐτὴν ἐνστήσαντα — 宾格分词 φέροντα(带领)和 ἐνστήσαντα(安顿)与不定式 παραδοῦναι(交付)的暗示主语一致,该不定式取决于无人称动词 δεῖ(应当)。这生动地描绘了将政治家或君王比作御者,并将其安置在“管理人之技术”这一车辆上的图景。

引用这一段

柏拉图, 政治家篇 §266-267. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:266-267

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。