§265ΞΕ. καὶ μὴν ἐφʼ ὅ γε μέρος ὥρμηκεν ἡμῖν ὁ λόγος, ἐπʼ ἐκεῖνο δύο τινὲ καθορᾶν ὁδὼ τεταμένα φαίνεται, τὴν μὲν θάττω, πρὸς μέγα μέρος σμικρὸν διαιρουμένην, τὴν δέ, ὅπερ ἐν τῷ πρόσθεν ἐλέγομεν ὅτι δεῖ μεσοτομεῖν ὡς μάλιστα, τοῦτʼ ἔχουσαν μᾶλλον, μακροτέραν γε μήν.
客人:而且,在我们论证急于走向的那个部分上,似乎有两条延伸出来的路:一条比较快,是通过在一个大部中切下一个小部来进行划分;另一条则更多地具有我们之前所说的“必须尽可能从中间对半剖开”的特点,但它确实更长。
ἔξεστιν οὖν ὁποτέραν ἂν βουληθῶμεν, ταύτην πορευθῆναι.
因此,我们可以走我们想要的任何一条路。
ΝΕ. ΣΩ. τί δέ;
青年苏格拉底:怎么?
ἀμφοτέρας ἀδύνατον;
两条都走是不可能的吗?
ΞΕ. ἅμα γʼ, ὦ θαυμαστέ· ἐν μέρει γε μὴν δῆλον ὅτι δυνατόν.
客人:同时走当然不可能,奇特的朋友;但轮流走显然是可能的。
ΝΕ. ΣΩ. ἐν μέρει τοίνυν ἔγωγε ἀμφοτέρας αἱροῦμαι.
青年苏格拉底:那么,我选择轮流走两条路。
ΞΕ. ῥᾴδιον, ἐπειδὴ τὸ λοιπὸν βραχύ·
客人:这很容易,因为剩下的一段已经很短了。
κατʼ ἀρχὰς μὴν καὶ μεσοῦσιν ἅμα τῆς πορείας χαλεπὸν ἂν ἦν ἡμῖν τὸ πρόσταγμα.
然而,如果是在旅程的开始,或者是在旅程走到一半的时候,这个要求对我们来说就是困难的。
νῦν δʼ, ἐπειδὴ δοκεῖ ταύτῃ, τὴν μακροτέραν πρότερον ἴωμεν· νεαλέστεροι γὰρ ὄντες ῥᾷον αὐτὴν πορευσόμεθα.
但现在,既然你赞成这样,那我们就先走较长的那条路;因为我们还比较有活力,走起来会更容易。
τὴν δὲ δὴ διαίρεσιν ὅρα.
请看这划分。
ΝΕ. ΣΩ. λέγε.
青年苏格拉底:请说。
ΞΕ. τὰ πεζὰ ἡμῖν τῶν ἡμέρων, ὅσαπερ ἀγελαῖα, διῃρημένα ἐστὶ φύσει δίχα.
客人:在我们的温顺动物中,凡是属于群居的步行动物,在自然上都被一分为二。
ΝΕ. ΣΩ. τίνι;
青年苏格拉底:凭什么?
ΞΕ. τῷ τῶν μὲν τὴν γένεσιν ἄκερων εἶναι, τῶν δὲ κερασφόρον.
客人:凭其中一些天生无角,而另一些天生有角。
ΝΕ. ΣΩ. φαίνεται.
青年苏格拉底:确实如此。
ΞΕ. τὴν δὴ πεζονομικὴν διελὼν ἀπόδος ἑκατέρῳ τῷ μέρει λόγῳ χρώμενος.
客人:那么,请通过口头描述来划分步行动物管理学,并将其分配给这两个部分。
ἂν γὰρ ὀνομάζειν αὐτὰ βουληθῇς, ἔσται σοι περιπεπλεγμένον μᾶλλον τοῦ δέοντος.
因为如果你想给它们起名字,它会比必要的更加纠缠不清。
ΝΕ. ΣΩ. πῶς οὖν χρὴ λέγειν;
青年苏格拉底:那应该怎么说呢?
ΞΕ. ὧδε· τῆς πεζονομικῆς ἐπιστήμης δίχα διαιρεθείσης τὸ μόριον θάτερον ἐπὶ τῷ κερασφόρῳ μέρει τῷ τῆς ἀγέλης ἐπιτετάχθαι, τὸ δὲ ἕτερον ἐπὶ τῷ τῆς ἀκεράτου.
客人:像这样说:步行管理学被一分为二后,其中一个部分被指派给群居动物中“有角”的部分,另一个部分则被指派给“无角”的部分。
ΝΕ. ΣΩ. ταῦτʼ ἔστω ταύτῃ λεχθέντα· πάντως γὰρ ἱκανῶς δεδήλωται.
青年苏格拉底:那就这样说吧;因为无论如何这已经说明得很充分了。
ΞΕ. καὶ μὴν ὅ γε βασιλεὺς ἡμῖν αὖ καταφανὴς ὅτι κολοβὸν ἀγέλην τινὰ κεράτων νομεύει.
客人:而且实际上,现在我们又可以清楚地看到,我们的王者所牧养的是某种无角的群畜。
ΝΕ. ΣΩ. πῶς γὰρ οὐ δῆλος;
青年苏格拉底:怎么会不明显呢?
ΞΕ. ταύτην τοίνυν καταθραύσαντες τὸ γιγνόμενον αὐτῷ πειρώμεθα ἀποδοῦναι.
客人:那么,我们把这群动物细分,尝试把属于他的部分分配给他。
ΝΕ. ΣΩ. πάνυ γε.
青年苏格拉底:当然可以。
ΞΕ. πότερον οὖν βούλει τῷ σχιστῷ τε καὶ τῷ καλουμένῳ μώνυχι διαιρεῖν αὐτὴν ἢ τῇ κοινογονίᾳ τε καὶ ἰδιογονίᾳ;
客人:那么,你是想通过“分蹄”和“所谓的单蹄”来划分它,还是通过“杂交繁殖”和“纯种繁殖”来划分它?
μανθάνεις γάρ που.
你想必明白吧。
ΝΕ. ΣΩ. τὸ ποῖον;
青年苏格拉底:什么意思?
ΞΕ. ὅτι τὸ μὲν τῶν ἵππων καὶ ὄνων πέφυκεν ἐξ ἀλλήλων γεννᾶν.
客人:即:马和驴的类别天生就能互相生育。
ΝΕ. ΣΩ. ναί.
青年苏格拉底:是的。
ΞΕ. τὸ δέ γε λοιπὸν ἔτι τῆς λείας ἀγέλης τῶν ἡμέρων ἀμιγὲς γένει πρὸς ἄλληλα.
客人:但温顺的无角群畜的其余部分,在类别上彼此是不相混杂的。
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
青年苏格拉底:怎么会不相混杂呢?
ΞΕ. τί δʼ;
客人:那又怎么样呢?
ὁ πολιτικὸς ἄρʼ ἐπιμέλειαν ἔχειν φαίνεται πότερα κοινογενοῦς φύσεως ἤ τινος ἰδιογενοῦς;
政治家所关心的,似乎是杂交繁殖的自然还是纯种繁殖的自然?
ΝΕ. ΣΩ. δῆλον ὅτι τῆς ἀμείκτου.
青年苏格拉底:显然是那不相混杂的。
ΞΕ. ταύτην δὴ δεῖ καθάπερ τὰ ἔμπροσθεν, ὡς ἔοικεν, ἡμᾶς δίχα διαστέλλειν.
客人:看来,我们必须像之前那样,把这一部分也一分为二。
ΝΕ. ΣΩ. δεῖ γὰρ οὖν.
青年苏格拉底:确实应该。