Humanitext Reader

柏拉图 · 政治家篇 §257-258

对话的开端与知识划分为实践和认知

第 1 段,共 34 段 · 希腊语

内容简介

苏格拉底、西奥多洛与客人开始对话,青年苏格拉底代替泰阿泰德成为客人的对话伙伴。客人提议将所有科学大致划分为“实践的”和“认知的”两类,以此作为定义政治家的第一步。

§257ΣΩ. ἦ πολλὴν χάριν ὀφείλω σοι τῆς Θεαιτήτου γνωρίσεως, ὦ Θεόδωρε, ἅμα καὶ τῆς τοῦ ξένου.
苏格拉底:西奥多洛啊,我真该大大感谢你让我结识了泰阿泰德,同时也结识了这位客人。
ΘΕΟ. τάχα δέ, ὦ Σώκρατες, ὀφειλήσεις ταύτης τριπλασίαν· ἐπειδὰν τόν τε πολιτικὸν ἀπεργάσωνταί σοι καὶ τὸν φιλόσοφον.
西奥多洛:苏格拉底,你很快就会欠下三倍的感谢,等他们为你把“政治家”和“哲学家”也都描绘出来的时候。
ΣΩ. εἶεν·
苏格拉底:好啊!
οὕτω τοῦτο, ὦ φίλε Θεόδωρε, φήσομεν ἀκηκοότες εἶναι τοῦ περὶ λογισμοὺς καὶ τὰ γεωμετρικὰ κρατίστου;
亲爱的西奥多洛,我们听了这位在计算和几何学上最杰出的人物说的话,真的能这样认为吗?
ΘΕΟ. πῶς, ὦ Σώκρατες;
西奥多洛:怎么说呢,苏格拉底?
ΣΩ. τῶν ἀνδρῶν ἕκαστον θέντος τῆς ἴσης ἀξίας, οἳ τῇ τιμῇ πλέον ἀλλήλων ἀφεστᾶσιν ἢ κατὰ τὴν ἀναλογίαν τὴν τῆς ὑμετέρας τέχνης.
苏格拉底:因为你把这些人中的每一个都置于同等的价值,而他们彼此之间的价值差距,实际上远超你们的技术所规定的比例。
ΘΕΟ. εὖ γε νὴ τὸν ἡμέτερον θεόν, ὦ Σώκρατες, τὸν Ἄμμωνα, καὶ δικαίως, καὶ πάνυ μὲν οὖν μνημονικῶς ἐπέπληξάς μοι τὸ περὶ τοὺς λογισμοὺς ἁμάρτημα.
西奥多洛:凭我们的神阿蒙起誓,苏格拉底,说得太好了!
καὶ σὲ μὲν ἀντὶ τούτων εἰς αὖθις μέτειμι·
你非常公正、而且极其心细地指出了我在计算上的错误。
σὺ δʼ ἡμῖν, ὦ ξένε, μηδαμῶς ἀποκάμῃς χαριζόμενος, ἀλλʼ ἑξῆς, εἴτε τὸν πολιτικὸν ἄνδρα πρότερον εἴτε τὸν φιλόσοφον προαιρῇ, προελόμενος διέξελθε.
这件事我以后再找你算账;不过,客人啊,你可千万不要厌倦向我们施予恩惠,请按顺序,无论你愿意先讨论政治家,还是先讨论哲学家,请选择其一并详加阐述。
ΞΕ. ταῦτʼ, ὦ Θεόδωρε, ποιητέον·
客人:西奥多洛,这确实是必须做的。
ἐπείπερ ἅπαξ γε ἐγκεχειρήκαμεν, οὐκ ἀποστατέον πρὶν ἂν αὐτῶν πρὸς τὸ τέλος ἔλθωμεν.
既然我们已经开始,在到达终点之前就不该停下。
ἀλλὰ γὰρ περὶ Θεαιτήτου τοῦδε τί χρὴ δρᾶν με;
不过,对于这位泰阿泰德,我该怎么做呢?
ΘΕΟ. τοῦ πέρι;
西奥多洛:关于什么?
ΞΕ. διαναπαύσωμεν αὐτὸν μεταλαβόντες αὐτοῦ τὸν συγγυμναστὴν τόνδε Σωκράτη;
客人:我们要让他休息一下,换上他的同伴、这位苏格拉底来配合吗?
ἢ πῶς συμβουλεύεις;
还是说你有什么建议?
ΘΕΟ. καθάπερ εἶπες, μεταλάμβανε·
西奥多洛:就像你说的,换上他吧。
νέω γὰρ ὄντε ῥᾷον οἴσετον πάντα πόνον ἀναπαυομένω.
他们还年轻,交替休息的话,什么辛劳都能更容易承受。
ΣΩ. καὶ μὴν κινδυνεύετον, ὦ ξένε, ἄμφω ποθὲν ἐμοὶ συγγένειαν ἔχειν τινά.
苏格拉底:而且,客人啊,这两个人似乎都和我有某种亲缘关系。
§258ΣΩ. τὸν μέν γε οὖν ὑμεῖς κατὰ τὴν τοῦ προσώπου φύσιν ὅμοιον ἐμοὶ φαίνεσθαί φατε, τοῦ δʼ ἡμῖν ἡ κλῆσις ὁμώνυμος οὖσα καὶ ἡ πρόσρησις παρέχεταί τινα οἰκειότητα.
苏格拉底:其中一个,你们说他脸部的特征看起来像我;而另一个与我同名,这名字的称呼就带来了一种亲近感。
δεῖ δὴ τούς γε συγγενεῖς ἡμᾶς ἀεὶ προθύμως διὰ λόγων ἀναγνωρίζειν.
我们这些亲属必须始终热切地通过对话来相互认识。
Θεαιτήτῳ μὲν οὖν αὐτός τε συνέμειξα χθὲς διὰ λόγων καὶ νῦν ἀκήκοα ἀποκρινομένου, Σωκράτους δὲ οὐδέτερα·
昨天我自己和泰阿泰德通过对话交往了,现在也听到了他的回答,但对苏格拉底我还没进行过这两者中的任何一项。
δεῖ δὲ σκέψασθαι καὶ τοῦτον.
我们也必须考察他。
ἐμοὶ μὲν οὖν εἰς αὖθις, σοὶ δὲ νῦν ἀποκρινέσθω.
这一次他先回答你,下一次再回答我。
ΞΕ. ταῦτʼ ἔσται.
客人:就这样办。
ὦ Σώκρατες, ἀκούεις δὴ Σωκράτους;
苏格拉底,你听到苏格拉底说的话了吧?
ΝΕ. ΣΩ. ναί.
青年苏格拉底:听到了。
ΞΕ. συγχωρεῖς οὖν οἷς λέγει;
客人:那么,你同意他说的话吗?
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
青年苏格拉底:完全同意。
ΞΕ. οὐ τὰ σὰ κωλύειν φαίνεται, δεῖ δὲ ἴσως ἔτι ἧττον τἀμὰ διακωλύειν.
客人:看来你这边没有什么障碍,而我这边可能更没有。
ἀλλὰ δὴ μετὰ τὸν σοφιστὴν ἀναγκαῖον, ὡς ἐμοὶ φαίνεται, πολιτικὸν διαζητεῖν νῷν·
好吧,在智者之后,看来我们有必要共同探讨政治家。
καί μοι λέγε πότερον τῶν ἐπιστημόνων τινʼ ἡμῖν καὶ τοῦτον θετέον, ἢ πῶς;
告诉我,我们是否也要将他置于拥有某种科学的人之列,还是怎么说?
ΝΕ. ΣΩ. οὕτως.
青年苏格拉底:是的,应该如此。
ΞΕ. τὰς ἐπιστήμας ἄρα διαληπτέον, ὥσπερ ἡνίκα τὸν πρότερον ἐσκοποῦμεν;
客人:那么我们必须像之前考察前一个人的时候那样,对科学进行区分吗?
ΝΕ. ΣΩ. τάχʼ ἄν.
青年苏格拉底:也许吧。
ΞΕ. οὐ μὲν δὴ κατὰ ταὐτόν γε, ὦ Σώκρατες, φαίνεταί μοι τμῆμα.
客人:苏格拉底,但在我看来,这似乎不是在同一个地方进行划分。
ΝΕ. ΣΩ. τί μήν;
青年苏格拉底:那在哪里呢?
ΞΕ. κατʼ ἄλλο.
客人:在另一个地方。
ΝΕ. ΣΩ. ἔοικέν γε.
青年苏格拉底:确实如此。
ΞΕ. τὴν οὖν πολιτικὴν ἀτραπὸν πῇ τις ἀνευρήσει;
客人:那么,人们该如何找到政治家的路径呢?
δεῖ γὰρ αὐτὴν ἀνευρεῖν, καὶ χωρὶς ἀφελόντας ἀπὸ τῶν ἄλλων ἰδέαν αὐτῇ μίαν ἐπισφραγίσασθαι, καὶ ταῖς ἄλλαις ἐκτροπαῖς ἓν ἄλλο εἶδος ἐπισημηναμένους πάσας τὰς ἐπιστήμας ὡς οὔσας δύο εἴδη διανοηθῆναι τὴν ψυχὴν ἡμῶν ποιῆσαι.
因为我们必须找到它,将其从其他科学中分离出来,在它上面盖上单一的相的印记,并且在其他分支上打上另一种形式的标记,使我们的灵魂能够将所有科学设想为两种。
ΝΕ. ΣΩ. τοῦτʼ ἤδη σὸν οἶμαι τὸ ἔργον, ὦ ξένε, ἀλλʼ οὐκ ἐμὸν γίγνεται.
青年苏格拉底:客人,我想这现在是你的工作了,而不是我的。
ΞΕ. δεῖ γε μήν, ὦ Σώκρατες, αὐτὸ εἶναι καὶ σόν, ὅταν ἐμφανὲς ἡμῖν γένηται.
客人:但是,苏格拉底,当它向我们显明时,这必然也成为你的工作。
ΝΕ. ΣΩ. καλῶς εἶπες.
青年苏格拉底:说得好。
ΞΕ. ἆρʼ οὖν οὐκ ἀριθμητικὴ μὲν καί τινες ἕτεραι ταύτῃ συγγενεῖς τέχναι ψιλαὶ τῶν πράξεών εἰσι, τὸ δὲ γνῶναι παρέσχοντο μόνον;
客人:那么,算术和与其相关的其他一些技术,难道不是不包含实际行动、而只提供知识的吗?
ΝΕ. ΣΩ. ἔστιν οὕτως.
青年苏格拉底:是这样的。
ΞΕ. αἱ δέ γε περὶ τεκτονικὴν αὖ καὶ σύμπασαν χειρουργίαν ὥσπερ ἐν ταῖς πράξεσιν ἐνοῦσαν σύμφυτον τὴν ἐπιστήμην κέκτηνται, καὶ συναποτελοῦσι τὰ γιγνόμενα ὑπʼ αὐτῶν σώματα πρότερον οὐκ ὄντα.
客人:然而,关于木工和所有手工艺的知识,它们的科学仿佛本身就存在于行动中,并共同完成由它们制造出来的、以前不曾存在的形体。
ΝΕ. ΣΩ. τί μήν;
青年苏格拉底:确实如此。
ΞΕ. ταύτῃ τοίνυν συμπάσας ἐπιστήμας διαίρει, τὴν μὲν πρακτικὴν προσειπών, τὴν δὲ μόνον γνωστικήν.
客人:那么,你可以用这种方法将所有科学划分为两类:一类称为实践的,另一类仅称为认知的。
ΝΕ. ΣΩ. ἔστω σοι ταῦθʼ ὡς μιᾶς ἐπιστήμης τῆς ὅλης εἴδη δύο.
青年苏格拉底:那就按照你的意思,把这两者作为单一的整体科学的两个类别吧。
ΞΕ. πότερον οὖν τὸν πολιτικὸν καὶ βασιλέα καὶ δεσπότην καὶ ἔτʼ οἰκονόμον θήσομεν ὡς ἓν πάντα ταῦτα προσαγορεύοντες, ἢ τοσαύτας τέχνας αὐτὰς εἶναι φῶμεν ὅσαπερ ὀνόματα ἐρρήθη;
客人:那么,我们要不要把政治家、君主、主人和家属管理者都视为一体,用同一个名称来称呼他们呢?
μᾶλλον δέ μοι δεῦρο ἕπου.
还是说我们要认为名字有多少,技术就有多少?
ΝΕ. ΣΩ. πῇ;
不过,你还是跟我来吧。 青年苏格拉底:往哪走?

词汇与语法注释

  1. 257bθέντος — 属格绝对结构(genitive absolute),意为“由于你将……置于”,省略了在上下文已很明确的主语 σοῦ。这里是苏格拉底对西奥多洛违背几何学比例而将对话者视为等值的讽刺。
  2. 258cδιανοηθῆναι τὴν ψυχὴν ἡμῶν ποιῆσαι — 动词不定式 ποιῆσαι(使役)支配着对格不定式结构 τὴν ψυχὴν ἡμῶν διανοηθῆναι(使我们的灵魂去认识)。这构成了一个双重不定式结构,其中 ποιῆσαι 的逻辑主语是前文隐含的探究者。

引用这一段

柏拉图, 政治家篇 §257-258. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:257-258

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。