- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:257-258
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテス、テオドロス、客人が対話を始め、テアイテトスに代わって若きソクラテスが客人の対話相手となる。客人は「政治家」の定義に向けて、すべての知識を「実践的」なものと「認知的」なものに大別することを提案する。
ΣΩ. ἦ πολλὴν χάριν ὀφείλω σοι τῆς Θεαιτήτου γνωρίσεως, ὦ Θεόδωρε, ἅμα καὶ τῆς τοῦ ξένου. ΘΕΟ. τάχα δέ, ὦ Σώκρατες, ὀφειλήσεις ταύτης τριπλασίαν· ἐπειδὰν τόν τε πολιτικὸν ἀπεργάσωνταί σοι καὶ τὸν φιλόσοφον. ΣΩ. εἶεν· οὕτω τοῦτο, ὦ φίλε Θεόδωρε, φήσομεν ἀκηκοότες εἶναι τοῦ περὶ λογισμοὺς καὶ τὰ γεωμετρικὰ κρατίστου; ΘΕΟ. πῶς, ὦ Σώκρατες; ΣΩ. τῶν ἀνδρῶν ἕκαστον θέντος1 τῆς ἴσης ἀξίας, οἳ τῇ τιμῇ πλέον ἀλλήλων ἀφεστᾶσιν ἢ κατὰ τὴν ἀναλογίαν τὴν τῆς ὑμετέρας τέχνης. ΘΕΟ. εὖ γε νὴ τὸν ἡμέτερον θεόν, ὦ Σώκρατες, τὸν Ἄμμωνα, καὶ δικαίως, καὶ πάνυ μὲν οὖν μνημονικῶς ἐπέπληξάς μοι τὸ περὶ τοὺς λογισμοὺς ἁμάρτημα. καὶ σὲ μὲν ἀντὶ τούτων εἰς αὖθις μέτειμι· σὺ δʼ ἡμῖν, ὦ ξένε, μηδαμῶς ἀποκάμῃς χαριζόμενος, ἀλλʼ ἑξῆς, εἴτε τὸν πολιτικὸν ἄνδρα πρότερον εἴτε τὸν φιλόσοφον προαιρῇ, προελόμενος διέξελθε. ΞΕ. ταῦτʼ, ὦ Θεόδωρε, ποιητέον· ἐπείπερ ἅπαξ γε ἐγκεχειρήκαμεν, οὐκ ἀποστατέον πρὶν ἂν αὐτῶν πρὸς τὸ τέλος ἔλθωμεν. ἀλλὰ γὰρ περὶ Θεαιτήτου τοῦδε τί χρὴ δρᾶν με; ΘΕΟ. τοῦ πέρι; ΞΕ. διαναπαύσωμεν αὐτὸν μεταλαβόντες αὐτοῦ τὸν συγγυμναστὴν τόνδε Σωκράτη; ἢ πῶς συμβουλεύεις; ΘΕΟ. καθάπερ εἶπες, μεταλάμβανε· νέω γὰρ ὄντε ῥᾷον οἴσετον πάντα πόνον ἀναπαυομένω. ΣΩ. καὶ μὴν κινδυνεύετον, ὦ ξένε, ἄμφω ποθὲν ἐμοὶ συγγένειαν ἔχειν τινά.
ソクラテス:テオドロスよ、テアイテトス、そして同時にあのお客人と私を引き合わせてくれたことに対し、私はお前に多大な感謝をせねばなるまいな。テオドロス:ソクラテスよ、だがやがてその三倍の感謝をすることになるだろう。彼らがお前のために「政治家」と「哲学者」をも描き出したときにはね。ソクラテス:よし、では、親愛なるテオドロスよ、計算や幾何学において最も優れた御仁からその言葉を聞いたとして、私たちは本当にそのように言ってよいのだろうか。テオドロス:どういう意味かね、ソクラテス。ソクラテス:お前が、あの男たち一人一人を同等の価値に置いたことについてだ。彼らはお互いに、お前たちの技術における比例関係によるよりも、はるかに大きくその価値において隔たっているというのに。テオドロス:いやはや、私たちの神アモンにかけて、ソクラテスよ、実に見事に、また当然のごとく、そして実によく覚えていて、私の計算上の誤りを咎めてくれたものだ。このことについては、いずれまたお前に仕返しをすることにしよう。しかし客人よ、私たちに力を貸すのを決して嫌がらずに、順番に、政治的な男を先にするか、あるいは哲学者を先にするか、お前が選んだ方から始めて語り尽くしておくれ。客人:テオドロスよ、そうしなければなりませんね。一度手をつけたからには、彼らの探求の終わりに達するまでは退くべきではありません。しかしところで、こちらのテアイテトスについては私はどうすべきでしょうか。テオドロス:何についてかね。客人:こちらの、彼と同じく運動の仲間であるソクラテスと交代させて、彼を休ませるべきでしょうか。それとも、どのように勧められますか。テオドロス:お前が言った通りに交代させなさい。若い二人なのだから、交互に休むようにすれば、どんな労苦もより容易に耐え忍ぶだろう。ソクラテス:それに、客人よ、この二人はどちらも何かしら私と血縁関係にあるようですね。
ΣΩ. τὸν μέν γε οὖν ὑμεῖς κατὰ τὴν τοῦ προσώπου φύσιν ὅμοιον ἐμοὶ φαίνεσθαί φατε, τοῦ δʼ ἡμῖν ἡ κλῆσις ὁμώνυμος οὖσα καὶ ἡ πρόσρησις παρέχεταί τινα οἰκειότητα. δεῖ δὴ τούς γε συγγενεῖς ἡμᾶς ἀεὶ προθύμως διὰ λόγων ἀναγνωρίζειν. Θεαιτήτῳ μὲν οὖν αὐτός τε συνέμειξα χθὲς διὰ λόγων καὶ νῦν ἀκήκοα ἀποκρινομένου, Σωκράτους δὲ οὐδέτερα· δεῖ δὲ σκέψασθαι καὶ τοῦτον. ἐμοὶ μὲν οὖν εἰς αὖθις, σοὶ δὲ νῦν ἀποκρινέσθω. ΞΕ. ταῦτʼ ἔσται. ὦ Σώκρατες, ἀκούεις δὴ Σωκράτους; ΝΕ. ΣΩ. ναί. ΞΕ. συγχωρεῖς οὖν οἷς λέγει; ΝΕ. ΣΩ. πάνυ μὲν οὖν. ΞΕ. οὐ τὰ σὰ κωλύειν φαίνεται, δεῖ δὲ ἴσως ἔτι ἧττον τἀμὰ διακωλύειν. ἀλλὰ δὴ μετὰ τὸν σοφιστὴν ἀναγκαῖον, ὡς ἐμοὶ φαίνεται, πολιτικὸν διαζητεῖν νῷν· καί μοι λέγε πότερον τῶν ἐπιστημόνων τινʼ ἡμῖν καὶ τοῦτον θετέον, ἢ πῶς; ΝΕ. ΣΩ. οὕτως. ΞΕ. τὰς ἐπιστήμας ἄρα διαληπτέον, ὥσπερ ἡνίκα τὸν πρότερον ἐσκοποῦμεν; ΝΕ. ΣΩ. τάχʼ ἄν. ΞΕ. οὐ μὲν δὴ κατὰ ταὐτόν γε, ὦ Σώκρατες, φαίνεταί μοι τμῆμα. ΝΕ. ΣΩ. τί μήν; ΞΕ. κατʼ ἄλλο. ΝΕ. ΣΩ. ἔοικέν γε. ΞΕ. τὴν οὖν πολιτικὴν ἀτραπὸν πῇ τις ἀνευρήσει; δεῖ γὰρ αὐτὴν ἀνευρεῖν, καὶ χωρὶς ἀφελόντας ἀπὸ τῶν ἄλλων ἰδέαν αὐτῇ μίαν ἐπισφραγίσασθαι, καὶ ταῖς ἄλλαις ἐκτροπαῖς ἓν ἄλλο εἶδος ἐπισημηναμένους πάσας τὰς ἐπιστήμας ὡς οὔσας δύο εἴδη διανοηθῆναι τὴν ψυχὴν ἡμῶν ποιῆσαι.2 ΝΕ. ΣΩ. τοῦτʼ ἤδη σὸν οἶμαι τὸ ἔργον, ὦ ξένε, ἀλλʼ οὐκ ἐμὸν γίγνεται. ΞΕ. δεῖ γε μήν, ὦ Σώκρατες, αὐτὸ εἶναι καὶ σόν, ὅταν ἐμφανὲς ἡμῖν γένηται. ΝΕ. ΣΩ. καλῶς εἶπες. ΞΕ. ἆρʼ οὖν οὐκ ἀριθμητικὴ μὲν καί τινες ἕτεραι ταύτῃ συγγενεῖς τέχναι ψιλαὶ τῶν πράξεών εἰσι, τὸ δὲ γνῶναι παρέσχοντο μόνον; ΝΕ. ΣΩ. ἔστιν οὕτως. ΞΕ. αἱ δέ γε περὶ τεκτονικὴν αὖ καὶ σύμπασαν χειρουργίαν ὥσπερ ἐν ταῖς πράξεσιν ἐνοῦσαν σύμφυτον τὴν ἐπιστήμην κέκτηνται, καὶ συναποτελοῦσι τὰ γιγνόμενα ὑπʼ αὐτῶν σώματα πρότερον οὐκ ὄντα. ΝΕ. ΣΩ. τί μήν; ΞΕ. ταύτῃ τοίνυν συμπάσας ἐπιστήμας διαίρει, τὴν μὲν πρακτικὴν προσειπών, τὴν δὲ μόνον γνωστικήν. ΝΕ. ΣΩ. ἔστω σοι ταῦθʼ ὡς μιᾶς ἐπιστήμης τῆς ὅλης εἴδη δύο. ΞΕ. πότερον οὖν τὸν πολιτικὸν καὶ βασιλέα καὶ δεσπότην καὶ ἔτʼ οἰκονόμον θήσομεν ὡς ἓν πάντα ταῦτα προσαγορεύοντες, ἢ τοσαύτας τέχνας αὐτὰς εἶναι φῶμεν ὅσαπερ ὀνόματα ἐρρήθη; μᾶλλον δέ μοι δεῦρο ἕπου. ΝΕ. ΣΩ. πῇ;
ソクラテス:一方については、お前たちは顔のつくりが私に似ていると言い、もう一方については、その呼び名が私と同名であることが、ある種の親近感を与えてくれます。親類同士である私たちは、常に言葉を通じて互いを熱心に見出さねばなりません。テアイテトスとは昨日、私自身が言葉を交わしましたし、今も彼の受け答えを聞きました。しかしソクラテスについてはそのどちらもありません。この者をも吟味せねばなりません。私に対してはまた次の機会に、しかし客人、今はあなたに対して答えさせなさい。客人:そうしましょう。ソクラテスよ、ソクラテスの言うことが聞こえるね。若きソクラテス:はい。客人:では、彼の言うことに同意するかね。若きソクラテス:もちろんです。客人:君の側には何の差し障りもないようですし、おそらく私の方にはなおさら差し障りは感じられません。さて、ソフィストの次に、私たちが政治家をともに探求することがどうしても必要であるように思われます。私に言ってほしい、私たちはこの者もまた何らかの知識を持つ者の一人として置くべきでしょうか、それともどうでしょうか。若きソクラテス:そのように。客人:では、前の者を調べた時のように、知識を区分せねばなりませんね。若きソクラテス:おそらく。客人:しかしソクラテスよ、私には同じ箇所の分割とは思えません。若きソクラテス:では、どうなのですか。客人:別の箇所での分割です。若きソクラテス:そのようですね。客人:では、政治家の辿る道筋をどのようにして見出すべきでしょうか。それを見出し、他のものから切り離して一つのイデアをそれに刻み、また他の分岐にはそれぞれ別の一つの種を印づけて、すべての知識を二つの種として私たちの魂に認識させるようにせねばなりません。若きソクラテス:客人よ、それはもうあなたの仕事であって、私の仕事ではないように思われます。客人:しかしソクラテスよ、それが私たちの前に明らかになったときには、それは君の仕事でもあるべきなのだ。若きソクラテス:よく言いました。客人:それでは、数論や、これに類する他のいくつかの技術は、行動を伴わない純粋なものであり、ただ知ることを提供するだけのものではないでしょうか。若きソクラテス:その通りです。客人:しかし一方で、大工仕事やその他の手作業全般に関わる知識は、いわば行動そのもののなかに本来備わっており、それらによって生み出される、以前には存在しなかった物体を完成させることになります。若きソクラテス:その通りです。客人:それならば、この方法によってすべての知識を、一方は実践的、他方はただ認知的であると呼んで区分しなさい。若きソクラテス:その二つを、一つの全体的な知識の二つの種としましょう。客人:では、政治家、王、主人、さらには家長を、これらすべてを一つと呼んで同じものと見なすべきでしょうか、それとも、言われた名前の数だけ技術が存在すると言うべきでしょうか。それとも、むしろ私に付いてきなさい。若きソクラテス:どちらへ。
- 257bθέντος
独立属格(genitive absolute)「お前が置いたので」の意。主語である σοῦ が文脈上明らかであるため省略されている。テオドロスが対話者たちの価値を幾何学的な比率に反して同一視したことに対するソクラテスの皮肉な指摘である。
- 258cδιανοηθῆναι τὴν ψυχὴν ἡμῶν ποιῆσαι
ποιῆσαι(不定法、使役の動詞)の目的語(対格不定詞構文)が τὴν ψυχὴν ἡμῶν διανοηθῆναι(私たちの魂が認識すること)である。「私たちの魂に〜を認識させるようにする」という二重の不定詞構造をとっており、ποιῆσαι の主語は前の節の主語(探求者)である。
