Humanitext Reader

柏拉图 · 智者篇 §267-268

模仿术的划分与智者的最终定义

第 30 段,共 30 段 · 希腊语

内容简介

异乡人和泰阿泰德将幻现制作术分为通过工具制作和以自身为工具制作(模仿)两类,并进一步将模仿划分为基于知识的和基于意见的。最终,他们将诡辩家定义为一种虚伪的反讽模仿者,他在私人对话中通过短促的言论迫使对方自我矛盾,属于属人制作中魔术般的奇迹制作。

§267ΞΕ. τὸ τοίνυν φανταστικὸν αὖθις διορίζωμεν δίχα.
异乡人:那么,让我们再次将幻现制作术一分为二。
ΘΕΑΙ. πῇ;
泰阿泰德:如何划分?
ΞΕ. τὸ μὲν διʼ ὀργάνων γιγνόμενον, τὸ δὲ αὐτοῦ παρέχοντος ἑαυτὸν ὄργανον τοῦ ποιοῦντος τὸ φάντασμα.
异乡人:一类是通过工具进行的,另一类则是幻像的创作者自身将自己作为工具提供出来。
ΘΕΑΙ. πῶς φῄς;
泰阿泰德:你这是什么意思?
ΞΕ. ὅταν οἶμαι τὸ σὸν σχῆμά τις τῷ ἑαυτοῦ χρώμενος σώματι προσόμοιον ἢ φωνὴν φωνῇ φαίνεσθαι ποιῇ, μίμησις τοῦτο τῆς φανταστικῆς μάλιστα κέκληταί που.
异乡人:我想,当有人用他自己的身体使自己的形象显得像你的形状,或者用自己的声音显得像你的声音时,幻现制作中的这一部分,想必最常被称为模仿。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. μιμητικὸν δὴ τοῦτο αὐτῆς προσειπόντες ἀπονειμώμεθα· τὸ δʼ ἄλλο πᾶν ἀφῶμεν μαλακισθέντες καὶ παρέντες ἑτέρῳ συναγαγεῖν τε εἰς ἓν καὶ πρέπουσαν ἐπωνυμίαν ἀποδοῦναί τινʼ αὐτῷ.
异乡人:那么我们把这一部分称为幻现制作中的“模仿的”部分,并把它分配给我们自己;而让其余的一切都随它去,松懈我们的努力,并允许别人将它们合而为一,并赋予它一个合适的名称。
ΘΕΑΙ. νενεμήσθω, τὸ δὲ μεθείσθω.
泰阿泰德:那就把这个分配出去,而把另一个放手吧。
ΞΕ. καὶ μὴν καὶ τοῦτο ἔτι διπλοῦν, ὦ Θεαίτητε, ἄξιον ἡγεῖσθαι· διʼ ἃ δέ, σκόπει.
异乡人:而且,泰阿泰德,我们确实有理由认为这仍然是双重的;考虑一下是由于什么原因。
ΘΕΑΙ. λέγε.
泰阿泰德:请说。
ΞΕ. τῶν μιμουμένων οἱ μὲν εἰδότες ὃ μιμοῦνται τοῦτο πράττουσιν, οἱ δʼ οὐκ εἰδότες.
异乡人:在模仿者中,有些人是在知道自己所模仿之物的情况下做这件事的,而另一些人则是在不知道的情况下做的。
καίτοι τίνα μείζω διαίρεσιν ἀγνωσίας τε καὶ γνώσεως θήσομεν;
然而,我们能把无知和知识之间划出怎样的更大区分呢?
ΘΕΑΙ. οὐδεμίαν.
泰阿泰德:没有更大的了。
ΞΕ. οὐκοῦν τό γε ἄρτι λεχθὲν εἰδότων ἦν μίμημα;
异乡人:那么,刚才所说的不是有知者的模仿吗?
τὸ γὰρ σὸν σχῆμα καὶ σὲ γιγνώσκων ἄν τις μιμήσαιτο.
因为一个了解你的形状和你的人才会去模仿你。
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么会不是呢?
ΞΕ. τί δὲ δικαιοσύνης τὸ σχῆμα καὶ ὅλης συλλήβδην ἀρετῆς;
异乡人:但对于正义的形象,以及总而言之的整个德性的形象呢?
ἆρʼ οὐκ ἀγνοοῦντες μέν, δοξάζοντες δέ πῃ, σφόδρα ἐπιχειροῦσιν πολλοὶ τὸ δοκοῦν σφίσιν τοῦτο ὡς ἐνὸν αὐτοῖς προθυμεῖσθαι φαίνεσθαι ποιεῖν, ὅτι μάλιστα ἔργοις τε καὶ λόγοις μιμούμενοι;
难道不是有许多人虽然无知,但多少有些意见,极其企图让他们所认为的这种东西显得仿佛存在于他们自身之中,在言和行中尽可能地进行模仿吗?
ΘΕΑΙ. καὶ πάνυ γε πολλοί.
泰阿泰德:确实有非常多的人这样。
ΞΕ. μῶν οὖν πάντες ἀποτυγχάνουσι τοῦ δοκεῖν εἶναι δίκαιοι μηδαμῶς ὄντες;
异乡人:那么,他们既然绝非正义,难道都未能显现为正义的吗?
ἢ τούτου πᾶν τοὐναντίον;
还是说与此完全相反?
ΘΕΑΙ. πᾶν.
泰阿泰德:完全相反。
ΞΕ. μιμητὴν δὴ τοῦτόν γε ἕτερον ἐκείνου λεκτέον οἶμαι, τὸν ἀγνοοῦντα τοῦ γιγνώσκοντος.
异乡人:那么我认为,这个模仿者,即无知者,必须被说成是与另一个有知者不同的模仿者。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. πόθεν οὖν ὄνομα ἑκατέρῳ τις αὐτῶν λήψεται πρέπον;
异乡人:那么,我们从哪里为他们中的每一个获得一个合适的名称呢?
ἢ δῆλον δὴ χαλεπὸν ὄν, διότι τῆς τῶν γενῶν κατʼ εἴδη διαιρέσεως παλαιά τις, ὡς ἔοικεν, ἀργία τοῖς ἔμπροσθεν καὶ ἀσύννους παρῆν, ὥστε μηδʼ ἐπιχειρεῖν μηδένα διαιρεῖσθαι· καθὸ δὴ τῶν ὀνομάτων ἀνάγκη μὴ σφόδρα εὐπορεῖν.
或者这显然是困难的,因为正如它所显现的那样,以前的人们在将类按种进行划分时存在一种古老而无心思的懒惰,以至于没有任何人企图去进行划分;因此我们必然不那么富于名称。
ὅμως δέ, κἂν εἰ τολμηρότερον εἰρῆσθαι, διαγνώσεως ἕνεκα τὴν μὲν μετὰ δόξης μίμησιν δοξομιμητικὴν προσείπωμεν, τὴν δὲ μετʼ ἐπιστήμης ἱστορικήν τινα μίμησιν.
然而,即使说得有些过于大胆,为了区别起见,让我们把伴随意见的模仿称为“意见模仿的”,而把伴随知识的模仿称为某种“历史研究性的”模仿。
ΘΕΑΙ. ἔστω.
泰阿泰德:就这样吧。
ΞΕ. θατέρῳ τοίνυν χρηστέον· ὁ γὰρ σοφιστὴς οὐκ ἐν τοῖς εἰδόσιν ἦν ἀλλʼ ἐν τοῖς μιμουμένοις δή.
异乡人:那么,我们必须使用前者;因为诡辩家并不在有知者之中,而是在模仿者之中。
ΘΕΑΙ. καὶ μάλα.
泰阿泰德:非常对。
ΞΕ. τὸν δοξομιμητὴν δὴ σκοπώμεθα ὥσπερ σίδηρον, εἴτε ὑγιὴς εἴτε διπλόην ἔτʼ ἔχων τινά ἐστιν ἐν αὑτῷ.
异乡人:那么让我们像检查铁一样检查意见模仿者,看他是实心的,还是他自己内部仍有某种双重的褶皱。
ΘΕΑΙ. σκοπῶμεν.
泰阿泰德:让我们检查他。
§268ΞΕ. ἔχει τοίνυν καὶ μάλα συχνήν.
异乡人:事实上,他有一个非常大的双重褶皱。
ὁ μὲν γὰρ εὐήθης αὐτῶν ἐστιν, οἰόμενος εἰδέναι ταῦτα ἃ δοξάζει· τὸ δὲ θατέρου σχῆμα διὰ τὴν ἐν τοῖς λόγοις κυλίνδησιν ἔχει πολλὴν ὑποψίαν καὶ φόβον ὡς ἀγνοεῖ ταῦτα ἃ πρὸς τοὺς ἄλλους ὡς εἰδὼς ἐσχημάτισται.
因为他们中的一个是愚笨的,以为自己知道那些他其实只是抱有意见的事物;而另一个人的姿态,由于他在言论中的打滚,怀有很多的怀疑和恐惧,担心自己并不知道那些在他人面前装作知道的事物。
ΘΕΑΙ. πάνυ μὲν οὖν ἔστιν ἑκατέρου γένος ὧν εἴρηκας.
泰阿泰德:完全如此,你所说的两类确实各有一个类存在。
ΞΕ. οὐκοῦν τὸν μὲν ἁπλοῦν μιμητήν τινα, τὸν δὲ εἰρωνικὸν μιμητὴν θήσομεν;
异乡人:那么,我们将一类设定为简单的模仿者,而将另一类设定为反讽的模仿者吗?
ΘΕΑΙ. εἰκὸς γοῦν.
泰阿泰德:这至少是合理的。
ΞΕ. τούτου δʼ αὖ τὸ γένος ἓν ἢ δύο φῶμεν;
异乡人:而对于这后一类,我们说它是一个类还是两个类?
ΘΕΑΙ. ὅρα σύ.
泰阿泰德:这由你看。
ΞΕ. σκοπῶ, καί μοι διττὼ καταφαίνεσθόν τινε· τὸν μὲν δημοσίᾳ τε καὶ μακροῖς λόγοις πρὸς πλήθη δυνατὸν εἰρωνεύεσθαι καθορῶ, τὸν δὲ ἰδίᾳ τε καὶ βραχέσι λόγοις ἀναγκάζοντα τὸν προσδιαλεγόμενον ἐναντιολογεῖν αὐτὸν αὑτῷ.
异乡人:我正在看,我看到有两个类型显现出来:一个我看到他能够在公共场合通过大篇幅的言论对群众进行反讽,而另一个则是在私下里通过短小的言论,强迫与他交谈的人得出与他自己相反的结论。
ΘΕΑΙ. λέγεις ὀρθότατα.
泰阿泰德:你说得极其正确。
ΞΕ. τίνα οὖν ἀποφαινώμεθα τὸν μακρολογώτερον εἶναι;
异乡人:那么,我们将那篇幅更长的演说者宣布为什么人呢?
πότερα πολιτικὸν ἢ δημολογικόν;
是政治家还是大众煽动家?
ΘΕΑΙ. δημολογικόν.
泰阿泰德:大众煽动家。
ΞΕ. τί δὲ τὸν ἕτερον ἐροῦμεν;
异乡人:那我们把另一个称为什么呢?
σοφὸν ἢ σοφιστικόν;
是智者还是诡辩家?
ΘΕΑΙ. τὸ μέν που σοφὸν ἀδύνατον, ἐπείπερ οὐκ εἰδότα αὐτὸν ἔθεμεν· μιμητὴς δʼ ὢν τοῦ σοφοῦ δῆλον ὅτι παρωνύμιον αὐτοῦ τι λήψεται, καὶ σχεδὸν ἤδη μεμάθηκα ὅτι τοῦτον δεῖ προσειπεῖν ἀληθῶς αὐτὸν ἐκεῖνον τὸν παντάπασιν ὄντως σοφιστήν.
泰阿泰德:叫他智者想必是不可能的,因为我们设定他是不知者;但既然他是智者的模仿者,显然他会得到一个源自他的派生名字,而我现在几乎已经领会到,我们必须真正称其为那个人,即那个彻头彻尾真正的诡辩家。
ΞΕ. οὐκοῦν συνδήσομεν αὐτοῦ, καθάπερ ἔμπροσθεν, τοὔνομα συμπλέξαντες ἀπὸ τελευτῆς ἐπʼ ἀρχήν;
异乡人:那我们是否像以前一样,通过从尾到头的编织,把他的名字捆绑在一起呢?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:完全如此。
ΞΕ. τὸ δὴ τῆς ἐναντιοποιολογικῆς εἰρωνικοῦ μέρους τῆς δοξαστικῆς μιμητικόν, τοῦ φανταστικοῦ γένους ἀπὸ τῆς εἰδωλοποιικῆς οὐ θεῖον ἀλλʼ ἀνθρωπικὸν τῆς ποιήσεως ἀφωρισμένον ἐν λόγοις τὸ θαυματοποιικὸν μόριον, ταύτης τῆς γενεᾶς τε καὶ αἵματος ὃς ἂν φῇ τὸν ὄντως σοφιστὴν εἶναι, τἀληθέστατα, ὡς ἔοικεν, ἐρεῖ.
异乡人:即,那属于反驳性言论的、反讽部分中的、意见模仿的、源自造像术中幻现类的,在言论中被划定为非神圣的而是属人的制作术中魔术般的部分—— 如果有谁说真正真实的诡辩家属于这一血统和血脉,那么正如它所显现的那样,他将说出最真实的真理。
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:完全如此。

词汇与语法注释

  1. 267aαὐτοῦ παρέχοντος ἑαυτὸν ὄργανον τοῦ ποιοῦντος — 属格独立结构,意为“产生幻像者自身提供自己作为工具”。`αὐτοῦ ... τοῦ ποιοῦντος` 是属格独立的逻辑主语,`παρέχοντος` 是其分词,`ἑαυτὸν` 是直接宾语,`ὄργανον` 是宾语补足语。
  2. 267cτὸ δοκοῦν σφίσιν τοῦτο ὡς ἐνὸν αὐτοῖς προθυμεῖσθαι φαίνεσθαι ποιεῖν — 该结构依赖于 `ἐπιχειροῦσιν`(他们企图),后接 `προθυμεῖσθαι`(热切渴望)和 `φαίνεσθαι ποιεῖν`(使之显现、伪装)。`τὸ δοκοῦν σφίσιν τοῦτο`(对他们而言似乎如此的这个东西,即德性)是 `φαίνεσθαι ποιεῖν` 的宾语。`ὡς ἐνὸν αὐτοῖς` 是带有 `ὡς` 的宾格独立结构(使用非人称中性分词 `ἐνόν`),意为“仿佛这(德性)存在于他们之中”。
  3. 268aὁ μὲν γὰρ εὐήθης... τὸ δὲ θατέρου σχῆμα — 两个对比主语之间的语法非对称性:`ὁ μὲν...` 直接指人(“他们中的一个,那愚笨者……”),而第二部分 `τὸ δὲ θατέρου σχῆμα` 则使用抽象主语(“而另一个人的姿态……”)。此处 `θατέρου`(另一个人的)指具有自我意识、虚伪的模仿者,而 `σχῆμα` 代表其外在的装扮或形象。
  4. 268dταύτης τῆς γενεᾶς τε καὶ αἵματος — 模仿荷马史诗公式的戏谑式引用(参见《意利亚特》6.211)。在句法上,这些属格起到了表示来源或所属的作用(“属于这一血统和血脉”),表语性地修饰关系代词 `ὅς` 省略了的先行词(即诡辩家)。

引用这一段

柏拉图, 智者篇 §267-268. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:267-268

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。