§257ΞΕ. οὐκοῦν καὶ τὸ ὂν αὐτὸ τῶν ἄλλων ἕτερον εἶναι λεκτέον.
异乡人:因此,我们必须宣称“存在”本身也不同于其他事物。
ΘΕΑΙ. ἀνάγκη.
泰阿泰德:必然如此。
ΞΕ. καὶ τὸ ὂν ἄρʼ ἡμῖν, ὅσαπέρ ἐστι τὰ ἄλλα, κατὰ τοσαῦτα οὐκ ἔστιν·
异乡人:那么对我们来说,其他事物有多少,“存在”就在多少种意义上不存在。
ἐκεῖνα γὰρ οὐκ ὂν ἓν μὲν αὐτό ἐστιν, ἀπέραντα δὲ τὸν ἀριθμὸν τἆλλα οὐκ ἔστιν αὖ.
因为由于它不是那些事物,它自身是一个,但反过来它又不是那些在数量上无限的其他事物。
ΘΕΑΙ. σχεδὸν οὕτως.
泰阿泰德:差不多是这样。
ΞΕ. οὐκοῦν δὴ καὶ ταῦτα οὐ δυσχεραντέον, ἐπείπερ ἔχει κοινωνίαν ἀλλήλοις ἡ τῶν γενῶν φύσις.
异乡人:因此,我们对此也不必感到难堪,因为各属的本性确实是相互交往的。
εἰ δέ τις ταῦτα μὴ συγχωρεῖ, πείσας ἡμῶν τοὺς ἔμπροσθεν λόγους οὕτω πειθέτω τὰ μετὰ ταῦτα.
如果有人不同意这些,他就必须在说服并驳倒我们之前的论证之后,再以同样方式说服此后的论证。
ΘΕΑΙ. δικαιότατα εἴρηκας.
泰阿泰德:您说得极其公允。
ΞΕ. ἴδωμεν δὴ καὶ τόδε.
异乡人:那我们再来看看这一点。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:哪一点?
ΞΕ. ὁπόταν τὸ μὴ ὂν λέγωμεν, ὡς ἔοικεν, οὐκ ἐναντίον τι λέγομεν τοῦ ὄντος ἀλλʼ ἕτερον μόνον.
异乡人:每当我们说“非存在”时,正如所显现的那样,我们指的不是某种与“存在”相反的东西,而仅仅是与之不同的东西。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么说?
ΞΕ. οἷον ὅταν εἴπωμέν τι μὴ μέγα, τότε μᾶλλόν τί σοι φαινόμεθα τὸ σμικρὸν ἢ τὸ ἴσον δηλοῦν τῷ ῥήματι;
异乡人:例如,当我们说某个东西“不大”时,在我们看来,这个词表明“小”难道比表明“相等”更多吗?
ΘΕΑΙ. καὶ πῶς;
泰阿泰德:怎么会呢?
ΞΕ. οὐκ ἄρʼ, ἐναντίον ὅταν ἀπόφασις λέγηται σημαίνειν, συγχωρησόμεθα, τοσοῦτον δὲ μόνον, ὅτι τῶν ἄλλων τὶ μηνύει τὸ μὴ καὶ τὸ οὒ προτιθέμενα τῶν ἐπιόντων ὀνομάτων, μᾶλλον δὲ τῶν πραγμάτων περὶ ἅττʼ ἂν κέηται τὰ ἐπιφθεγγόμενα ὕστερον τῆς ἀποφάσεως ὀνόματα.
异乡人:因此,当否定词被说成是表示相反者时,我们绝不赞同,我们只承认这一点:置于随后的名称之前的“不”和“非”,仅仅表明了其他事物中的某物,或者更确切地说,是表明了置于否定词之后的那些名称所指的事物中的某物。
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:完全如此。
ΞΕ. τόδε δὲ διανοηθῶμεν, εἰ καὶ σοὶ συνδοκεῖ.
异乡人:那让我们考虑一下这点,如果您也赞同的话。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:哪一点?
ΞΕ. ἡ θατέρου μοι φύσις φαίνεται κατακεκερματίσθαι καθάπερ ἐπιστήμη.
异乡人:在我看来,“差异”的本性就像知识一样,已经被细分了。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么说?
ΞΕ. μία μέν ἐστί που καὶ ἐκείνη, τὸ δʼ ἐπί τῳ γιγνόμενον μέρος αὐτῆς ἕκαστον ἀφορισθὲν ἐπωνυμίαν ἴσχει τινὰ ἑαυτῆς ἰδίαν·
异乡人:知识本身固然是一个,但它对应于特定对象的每一个部分在被划分出来后,都获得了其独特的名称;因此才会有所谓的许多技术和知识。
διὸ πολλαὶ τέχναι τʼ εἰσὶ λεγόμεναι καὶ ἐπιστῆμαι.
泰阿泰德:完全如此。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
异乡人:那么,作为一的“差异”之本性,它的各个部分不也同样遭遇了这种情况吗?
ΞΕ. οὐκοῦν καὶ τὰ τῆς θατέρου φύσεως μόρια μιᾶς οὔσης ταὐτὸν πέπονθε τοῦτο.
泰阿泰德:也许如此。
ΘΕΑΙ. τάχʼ ἄν· ἀλλʼ ὅπῃ δὴ λέγωμεν;
但我们具体该怎么说呢?
ΞΕ. ἔστι τῷ καλῷ τι θατέρου μόριον ἀντιτιθέμενον;
异乡人:是否有“差异”的某个部分是与“美”相对立的?
ΘΕΑΙ. ἔστιν.
泰阿泰德:有的。
ΞΕ. τοῦτʼ οὖν ἀνώνυμον ἐροῦμεν ἤ τινʼ ἔχον ἐπωνυμίαν;
异乡人:那么我们说它是无名的,还是有特定名称的?
ΘΕΑΙ. ἔχον·
泰阿泰德:有名称的。
ὃ γὰρ μὴ καλὸν ἑκάστοτε φθεγγόμεθα, τοῦτο οὐκ ἄλλου τινὸς ἕτερόν ἐστιν ἢ τῆς τοῦ καλοῦ φύσεως.
因为我们每次发音说的“非美”,指的不是别的,正是不同于“美”之本性的那个东西。
ΞΕ. ἴθι νυν τόδε μοι λέγε.
异乡人:来,那么请告诉我这点。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:哪一点?
ΞΕ. ἄλλο τι τῶν ὄντων τινὸς ἑνὸς γένους ἀφορισθὲν καὶ πρός τι τῶν ὄντων αὖ πάλιν ἀντιτεθὲν οὕτω συμβέβηκεν εἶναι τὸ μὴ καλόν;
异乡人:“非美”难道不正是从存在者的某一个属中划分出来,并反过来与存在者之中的某一个相对立而存在的东西吗?
ΘΕΑΙ. οὕτως.
泰阿泰德:正是如此。
ΞΕ. ὄντος δὴ πρὸς ὂν ἀντίθεσις, ὡς ἔοικʼ, εἶναί τις συμβαίνει τὸ μὴ καλόν.
异乡人:看来,“非美”最终成了存在者与存在者之间的一种对立。
ΘΕΑΙ. ὀρθότατα.
泰阿泰德:非常正确。
ΞΕ. τί οὖν;
异乡人:那又怎样?
κατὰ τοῦτον τὸν λόγον ἆρα μᾶλλον μὲν τὸ καλὸν ἡμῖν ἐστι τῶν ὄντων, ἧττον δὲ τὸ μὴ καλόν;
根据这一论说,在我们看来,“美”作为存在者就更多,“非美”作为存在者就更少吗?
ΘΕΑΙ. οὐδέν.
泰阿泰德:完全没有这回事。
§258ΞΕ. ὁμοίως ἄρα τὸ μὴ μέγα καὶ τὸ μέγα αὐτὸ εἶναι λεκτέον;
异乡人:那么,是否同样应该说“非大”和“大”本身是一样存在的?
ΘΕΑΙ. ὁμοίως.
泰阿泰德:一样。
ΞΕ. οὐκοῦν καὶ τὸ μὴ δίκαιον τῷ δικαίῳ κατὰ ταὐτὰ θετέον πρὸς τὸ μηδέν τι μᾶλλον εἶναι θάτερον θατέρου;
异乡人:因此,“非正义”与“正义”也必须以同样的方式安置,一者并不比另一者多存在一分一毫?
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΞΕ. καὶ τἆλλα δὴ ταύτῃ λέξομεν, ἐπείπερ ἡ θατέρου φύσις ἐφάνη τῶν ὄντων οὖσα, ἐκείνης δὲ οὔσης ἀνάγκη δὴ καὶ τὰ μόρια αὐτῆς μηδενὸς ἧττον ὄντα τιθέναι.
异乡人:对于其他事物我们也会这样说,因为“差异”的本性已被显现为是属于存在者的;而既然它存在,我们就必然也得将它的各个部分同样安置为不比任何其他东西少一分地存在着。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. οὐκοῦν, ὡς ἔοικεν, ἡ τῆς θατέρου μορίου φύσεως καὶ τῆς τοῦ ὄντος πρὸς ἄλληλα ἀντικειμένων ἀντίθεσις οὐδὲν ἧττον, εἰ θέμις εἰπεῖν, αὐτοῦ τοῦ ὄντος οὐσία ἐστίν, οὐκ ἐναντίον ἐκείνῳ σημαίνουσα ἀλλὰ τοσοῦτον μόνον, ἕτερον ἐκείνου.
异乡人:因此,看来“差异”之部分的本性与“存在”的本性彼此相对置而产生的对立,如果允许这样说的话,它绝不亚于存在本身之实质,它并不意味着“存在”的相反者,而仅仅意味着:不同于它。
ΘΕΑΙ. σαφέστατά γε.
泰阿泰德:极其显然。
ΞΕ. τίνʼ οὖν αὐτὴν προσείπωμεν;
异乡人:那我们该怎么称呼它呢?
ΘΕΑΙ. δῆλον ὅτι τὸ μὴ ὄν, ὃ διὰ τὸν σοφιστὴν ἐζητοῦμεν, αὐτό ἐστι τοῦτο.
泰阿泰德:很明显,这就是我们为了对付诡辩家而寻找的那个“非存在”。
ΞΕ. πότερον οὖν, ὥσπερ εἶπες, ἔστιν οὐδενὸς τῶν ἄλλων οὐσίας ἐλλειπόμενον, καὶ δεῖ θαρροῦντα ἤδη λέγειν ὅτι τὸ μὴ ὂν βεβαίως ἐστὶ τὴν αὑτοῦ φύσιν ἔχον, ὥσπερ τὸ μέγα ἦν μέγα καὶ τὸ καλὸν ἦν καλὸν καὶ τὸ μὴ μέγα μὴ μέγα καὶ τὸ μὴ καλὸν μὴ καλόν, οὕτω δὲ καὶ τὸ μὴ ὂν κατὰ ταὐτὸν ἦν τε καὶ ἔστι μὴ ὄν, ἐνάριθμον τῶν πολλῶν ὄντων εἶδος ἕν;
异乡人:那么,正如你所说,它是否在实质上不比其他任何东西逊色,并且我们现在可以毫无畏惧地宣称,“非存在”牢固地拥有它自己的本性,正如“大” 曾是大的,“美”曾是美的,“非大”曾是非大的,“非美”曾是非美的一样,在同样的方式下,“非存在”过去是、现在也是非存在,是作为在众多的存在者中被算作一个的单一形相?
ἤ τινα ἔτι πρὸς αὐτό, ὦ Θεαίτητε, ἀπιστίαν ἔχομεν;
泰阿泰德,我们对它还有什么怀疑吗?
ΘΕΑΙ. οὐδεμίαν.
泰阿泰德:没有任何怀疑。
ΞΕ. οἶσθʼ οὖν ὅτι Παρμενίδῃ μακροτέρως τῆς ἀπορρήσεως ἠπιστήκαμεν;
异乡人:那么,你是否知道,我们对巴门尼德的违背已经远远超出了他的禁令?
ΘΕΑΙ. τί δή;
泰阿泰德:为什么?
ΞΕ. πλεῖον ἢ ʼκεῖνος ἀπεῖπε σκοπεῖν, ἡμεῖς εἰς τὸ πρόσθεν ἔτι ζητήσαντες ἀπεδείξαμεν αὐτῷ.
异乡人:比起他所禁止我们去考察的,我们通过向更深处探求,已经向他证明了相反的结论。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么证明的?
ΞΕ. ὅτι ὁ μέν πού φησιν—
"
οὐ γὰρ μήποτε τοῦτο δαμῇ, εἶναι μὴ ἐόντα,
ἀλλὰ σὺ τῆσδʼ ἀφʼ ὁδοῦ διζήσιος εἶργε νόημα.
异乡人:因为他曾说: “因这决不能被强行确立,即非存在者存在;但你当使思想远离这条探究之路。
"
ΘΕΑΙ. λέγει γὰρ οὖν οὕτως.
” 泰阿泰德:他确实是这么说的。
ΞΕ. ἡμεῖς δέ γε οὐ μόνον τὰ μὴ ὄντα ὡς ἔστιν ἀπεδείξαμεν, ἀλλὰ καὶ τὸ εἶδος ὃ τυγχάνει ὂν τοῦ μὴ ὄντος ἀπεφηνάμεθα·
异乡人:而我们不仅证明了非存在者存在,而且还阐明了那正好属于非存在的形相。
τὴν γὰρ θατέρου φύσιν ἀποδείξαντες οὖσάν τε καὶ κατακεκερματισμένην ἐπὶ πάντα τὰ ὄντα πρὸς ἄλληλα, τὸ πρὸς τὸ ὂν ἕκαστον μόριον αὐτῆς ἀντιτιθέμενον ἐτολμήσαμεν εἰπεῖν ὡς αὐτὸ τοῦτό ἐστιν ὄντως τὸ μὴ ὄν.
因为我们证明了“差异”的本性存在,并且细分于相互关联的一切存在者之上,我们大言宣称:它与“存在”相对立的每一个部分,正真实地是这“非存在”。
ΘΕΑΙ. καὶ παντάπασί γε, ὦ ξένε, ἀληθέστατά μοι δοκοῦμεν εἰρηκέναι.
泰阿泰德:而且,客人啊,我认为我们所说的完全是最真实的真理。