Humanitext Reader

柏拉图 · 智者篇 §256

运动中的同一与相异以及非存在的必然性

第 23 段,共 30 段 · 希腊语

内容简介

异乡人和泰阿泰德阐明了运动既是“同一”又不是“同一”的双重本性,并进一步确立了运动不同于“存在”,从而证明了“非存在”必然存在于运动以及其他所有属之中。

§256ΞΕ. ἔστι δέ γε διὰ τὸ μετέχειν τοῦ ὄντος.
异乡人:但由于它分有了存在,它又是存在的。
ΘΕΑΙ. ἔστιν.
泰阿泰德:确实存在。
ΞΕ. αὖθις δὴ πάλιν ἡ κίνησις ἕτερον ταὐτοῦ ἐστιν.
异乡人:接着,运动又是不同于“同一”的。
ΘΕΑΙ. σχεδόν.
泰阿泰德:差不多。
ΞΕ. οὐ ταὐτὸν ἄρα ἐστίν.
异乡人:因此它不是“同一”。
ΘΕΑΙ. οὐ γὰρ οὖν.
泰阿泰德:确实不是。
ΞΕ. ἀλλὰ μὴν αὕτη γʼ ἦν ταὐτὸν διὰ τὸ μετέχειν αὖ πάντʼ αὐτοῦ.
异乡人:然而,它又是“同一”的,因为所有事物反过来都分有了它(同一)。
ΘΕΑΙ. καὶ μάλα.
泰阿泰德:完全如此。
ΞΕ. τὴν κίνησιν δὴ ταὐτόν τʼ εἶναι καὶ μὴ ταὐτὸν ὁμολογητέον καὶ οὐ δυσχεραντέον.
异乡人:因此,我们必须承认运动既是“同一”又不是“同一”,对此不必感到难堪。
οὐ γὰρ ὅταν εἴπωμεν αὐτὴν ταὐτὸν καὶ μὴ ταὐτόν, ὁμοίως εἰρήκαμεν, ἀλλʼ ὁπόταν μὲν ταὐτόν, διὰ τὴν μέθεξιν ταὐτοῦ πρὸς ἑαυτὴν οὕτω λέγομεν, ὅταν δὲ μὴ ταὐτόν, διὰ τὴν κοινωνίαν αὖ θατέρου, διʼ ἣν ἀποχωριζομένη ταὐτοῦ γέγονεν οὐκ ἐκεῖνο ἀλλʼ ἕτερον, ὥστε ὀρθῶς αὖ λέγεται πάλιν οὐ ταὐτόν.
因为当我们说它是“同一”又不是“同一”时,我们所说的并不是同一个意思。 当说它是 “同一”时,我们是由于它对自身的“同一”的分有而这样说的;当说它“不是同一”时,则是由于它反过来与“差异”有交往,正是由于这种交往,它与“同一”分离,变成了不是那个东西而是“差异者”,因此反过来它被正确地称为“不是同一”。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΞΕ. οὐκοῦν κἂν εἴ πῃ μετελάμβανεν αὐτὴ κίνησις στάσεως, οὐδὲν ἂν ἄτοπον ἦν στάσιμον αὐτὴν προσαγορεύειν;
异乡人:那么,即使运动本身在某种程度上分有了静止,称它为“静止的”也没有什么不妥吧?
ΘΕΑΙ. ὀρθότατά γε, εἴπερ τῶν γενῶν συγχωρησόμεθα τὰ μὲν ἀλλήλοις ἐθέλειν μείγνυσθαι, τὰ δὲ μή.
泰阿泰德:非常正确,如果我们同意在这些属中,有些乐意相互混合,有些则不乐意的话。
ΞΕ. καὶ μὴν ἐπί γε τὴν τούτου πρότερον ἀπόδειξιν ἢ τῶν νῦν ἀφικόμεθα, ἐλέγχοντες ὡς ἔστι κατὰ φύσιν ταύτῃ.
异乡人:而且我们确实在讨论现在这些问题之前就得出了这个结论,证明了情况按照本性就是这样的。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不是呢?
ΞΕ. λέγωμεν δὴ πάλιν· ἡ κίνησίς ἐστιν ἕτερον τοῦ ἑτέρου, καθάπερ ταὐτοῦ τε ἦν ἄλλο καὶ τῆς στάσεως;
异乡人:那我们再说一次:运动是否也不同于“差异”,正如它先前不同于“同一”和“静止”一样?
ΘΕΑΙ. ἀναγκαῖον.
泰阿泰德:必然如此。
ΞΕ. οὐχ ἕτερον ἄρʼ ἐστί πῃ καὶ ἕτερον κατὰ τὸν νυνδὴ λόγον.
异乡人:那么根据刚才的论说,它在某种意义上既是“非差异的”,同时又是“差异的”。
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:确实。
ΞΕ. τί οὖν δὴ τὸ μετὰ τοῦτο;
异乡人:那么在这之后又该如何呢?
ἆρʼ αὖ τῶν μὲν τριῶν ἕτερον αὐτὴν φήσομεν εἶναι, τοῦ δὲ τετάρτου μὴ φῶμεν, ὁμολογήσαντες αὐτὰ εἶναι πέντε, περὶ ὧν καὶ ἐν οἷς προυθέμεθα σκοπεῖν;
我们是否要说它不同于其中三个,却不说它不同于第四个呢? 既然我们已经承认了有五个属,而这些正是我们提议要考察且在其中进行考察的对象。
ΘΕΑΙ. καὶ πῶς;
泰阿泰德:怎么会呢?
ἀδύνατον γὰρ συγχωρεῖν ἐλάττω τὸν ἀριθμὸν τοῦ νυνδὴ φανέντος.
因为我们不可能承认一个比刚才显现出来的数量还要小的数目。
ΞΕ. ἀδεῶς ἄρα τὴν κίνησιν ἕτερον εἶναι τοῦ ὄντος διαμαχόμενοι λέγωμεν;
异乡人:那么,我们是否应该毫无畏惧地坚持宣称,运动是不同于“存在”的?
ΘΕΑΙ. ἀδεέστατα μὲν οὖν.
泰阿泰德:当然最不需要畏惧。
ΞΕ. οὐκοῦν δὴ σαφῶς ἡ κίνησις ὄντως οὐκ ὄν ἐστι καὶ ὄν, ἐπείπερ τοῦ ὄντος μετέχει;
异乡人:因此,运动显然真实地是“非存在”,同时又是“存在”,因为它分有了存在?
ΘΕΑΙ. σαφέστατά γε.
泰阿泰德:极其显然。
ΞΕ. ἔστιν ἄρα ἐξ ἀνάγκης τὸ μὴ ὂν ἐπί τε κινήσεως εἶναι καὶ κατὰ πάντα τὰ γένη·
异乡人:因此,非存在必然不仅存在于运动之中,而且存在于所有的属之中。
κατὰ πάντα γὰρ ἡ θατέρου φύσις ἕτερον ἀπεργαζομένη τοῦ ὄντος ἕκαστον οὐκ ὂν ποιεῖ, καὶ σύμπαντα δὴ κατὰ ταὐτὰ οὕτως οὐκ ὄντα ὀρθῶς ἐροῦμεν, καὶ πάλιν, ὅτι μετέχει τοῦ ὄντος, εἶναί τε καὶ ὄντα.
因为在所有的属中, “差异”的本性通过使每一个都不同于“存在”,从而使之成为“非存在”。 这样,对于所有事物,我们都可以基于同样的原因正确地称它们为“非存在”;而另一方面,因为它们分有了“存在”,我们也同样可以说是存在着的和存在的。
ΘΕΑΙ. κινδυνεύει.
泰阿泰德:看来确实如此。
ΞΕ. περὶ ἕκαστον ἄρα τῶν εἰδῶν πολὺ μέν ἐστι τὸ ὄν, ἄπειρον δὲ πλήθει τὸ μὴ ὄν.
异乡人:因此,对于每一个形相而言,“存在”是很多的,而“非存在”在数量上则是无限的。
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:似乎是这样。

词汇与语法注释

  1. 256aἀλλὰ μὴν αὕτη γʼ ἦν ταὐτὸν διὰ τὸ μετέχειν αὖ πάντʼ αὐτοῦ — 主语 αὕτη(运动)指代前句的 ἡ κίνησις。πάντα(中性复数“一切事物”)是动词不定式 μετέχειν 的主语,而 αὐτοῦ(中性单数属格)指代前文的 ταὐτόν(同一)。这里的逻辑是:既然一切事物都反过来分有了“同一”,那么运动作为一切事物之一,自然也是“同一”(即与自身同一)的。虽然有些解释将 πάντα 的范围缩小,但更自然的理解是其普遍指代所有事物在五个最大属的相互结合中都分有了“同一”。
  2. 256cοὐχ ἕτερον ἄρʼ ἐστί πῃ καὶ ἕτερον — 两个看似相反的谓语 οὐχ ἕτερον(非差异)和 ἕτερον(差异)由连词 καί 连接,同时被断定为运动的属性。一方面,因为运动不同于“差异”本身,所以它是“非差异的”;另一方面,由于它分有了“差异”,它相对于其他事物又是“差异的”。副词 πῃ(在某种意义上)在此处起到关键作用,用以调和这一语法和语义上关于同一与差异的张力。
  3. 256cτῶν μὲν τριῶν ἕτερον αὐτὴν φήσομεν εἶναι, τοῦ δὲ τετάρτου μὴ φῶμεν — 短语 τῶν μὲν τριῶν(其中三个)指代已经证明与运动不同的“静止”、“同一”和“差异”。τοῦ δὲ τετάρτου(第四个)则指代剩下的“存在”这一形相。这句话逐步确定了运动(αὐτήν)与五个最大属中除自身之外的其余四个都不同。理解时需要补充省略的名词(如 εἴδων 或 γενῶν)以理清其逻辑与数量上的对应关系。

引用这一段

柏拉图, 智者篇 §256. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:256

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。