§255ΞΕ. τί ποτʼ αὖ νῦν οὕτως εἰρήκαμεν τό τε ταὐτὸν καὶ θάτερον;
异乡人:那么我们刚才说“同一”和“差异”又是指什么呢?
πότερα δύο γένη τινὲ αὐτώ, τῶν μὲν τριῶν ἄλλω, συμμειγνυμένω μὴν ἐκείνοις ἐξ ἀνάγκης ἀεί, καὶ περὶ πέντε ἀλλʼ οὐ περὶ τριῶν ὡς ὄντων αὐτῶν σκεπτέον, ἢ τό τε ταὐτὸν τοῦτο καὶ θάτερον ὡς ἐκείνων τι προσαγορεύοντες λανθάνομεν ἡμᾶς αὐτούς;
它们是两个属,与那三个属不同,但必然总是与它们混合,而且我们应当将它们作为五个而不是三个存在者来进行考察吗? 或者,我们在称呼这“同一” 和“差异”时,只是在不知不觉中指代了那三个属中的某一个?
ΘΕΑΙ. ἴσως.
泰阿泰德:也许。
ΞΕ. ἀλλʼ οὔ τι μὴν κίνησίς γε καὶ στάσις οὔθʼ ἕτερον οὔτε ταὐτόν ἐστι.
异乡人:但运动和静止显然既不是“差异”也不是“同一”。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么会呢?
ΞΕ. ὅτιπερ ἂν κοινῇ προσείπωμεν κίνησιν καὶ στάσιν, τοῦτο οὐδέτερον αὐτοῖν οἷόν τε εἶναι.
异乡人:因为凡是我们共同称呼运动和静止的,都不可能是它们中的任何一个。
ΘΕΑΙ. τί δή;
泰阿泰德:为什么呢?
ΞΕ. κίνησίς τε στήσεται καὶ στάσις αὖ κινηθήσεται· περὶ γὰρ ἀμφότερα θάτερον ὁποτερονοῦν γιγνόμενον αὐτοῖν ἀναγκάσει μεταβάλλειν αὖ θάτερον ἐπὶ τοὐναντίον τῆς αὑτοῦ φύσεως, ἅτε μετασχὸν τοῦ ἐναντίου.
异乡人:运动就会静止,而静止又会运动;因为对于这两者而言,无论它们中的哪一个成为“差异”,都会强迫另一个向其自身本性的对立面转化,因为它分有了对立面。
ΘΕΑΙ. κομιδῇ γε.
泰阿泰德:完全如此。
ΞΕ. μετέχετον μὴν ἄμφω ταὐτοῦ καὶ θατέρου.
异乡人:然而这两者都分有“同一”和“差异”。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. μὴ τοίνυν λέγωμεν κίνησίν γʼ εἶναι ταὐτὸν ἢ θάτερον, μηδʼ αὖ στάσιν.
异乡人:那么我们不要说运动是“同一”或“差异”,也不要这样说静止。
ΘΕΑΙ. μὴ γάρ.
泰阿泰德:确实不要。
ΞΕ. ἀλλʼ ἆρα τὸ ὂν καὶ τὸ ταὐτὸν ὡς ἕν τι διανοητέον ἡμῖν;
异乡人:但是,我们是否应当把“存在”和“同一”视为同一个东西?
ΘΕΑΙ. ἴσως.
泰阿泰德:也许。
ΞΕ. ἀλλʼ εἰ τὸ ὂν καὶ τὸ ταὐτὸν μηδὲν διάφορον σημαίνετον, κίνησιν αὖ πάλιν καὶ στάσιν ἀμφότερα εἶναι λέγοντες ἀμφότερα οὕτως αὐτὰ ταὐτὸν ὡς ὄντα προσεροῦμεν.
异乡人:但如果“存在”和“同一”并不表示任何区别,那么当我们在说运动和静止这两者都“存在”时,我们就会因为它们存在而称这两者为“同一”。
ΘΕΑΙ. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον.
泰阿泰德:但这确实是不可能的。
ΞΕ. ἀδύνατον ἄρα ταὐτὸν καὶ τὸ ὂν ἓν εἶναι.
异乡人:那么,“同一”和“存在”就不可能是同一个东西。
ΘΕΑΙ. σχεδόν.
泰阿泰德:几乎是这样。
ΞΕ. τέταρτον δὴ πρὸς τοῖς τρισὶν εἴδεσιν τὸ ταὐτὸν τιθῶμεν;
异乡人:那么我们是否应该在三个形相之外,把“同一”作为第四个放进去?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:当然。
ΞΕ. τί δέ;
异乡人:那么“差异”呢?
τὸ θάτερον ἆρα ἡμῖν λεκτέον πέμπτον;
我们是否应该把“差异”称为第五个?
ἢ τοῦτο καὶ τὸ ὂν ὡς δύʼ ἄττα ὀνόματα ἐφʼ ἑνὶ γένει διανοεῖσθαι δεῖ;
或者,我们应该把这个和“存在”视为一个属的两个名称?
ΘΕΑΙ. τάχʼ ἄν.
泰阿泰德:也许。
ΞΕ. ἀλλʼ οἶμαί σε συγχωρεῖν τῶν ὄντων τὰ μὲν αὐτὰ καθʼ αὑτά, τὰ δὲ πρὸς ἄλλα ἀεὶ λέγεσθαι.
异乡人:但我认为你会同意,在存在者中,有些是就其自身而言的,而有些则总是相对于其他事物而言的。
ΘΕΑΙ. τί δʼ οὔ;
泰阿泰德:怎么会不同意呢?
ΞΕ. τὸ δέ γʼ ἕτερον ἀεὶ πρὸς ἕτερον·
异乡人:而“差异”总是相对于另一个而言的,不是吗?
ἦ γάρ; ΘΕΑΙ. οὕτως.
泰阿泰德:正是如此。
ΞΕ. οὐκ ἄν, εἴ γε τὸ ὂν καὶ τὸ θάτερον μὴ πάμπολυ διεφερέτην·
异乡人:如果“存在”和“差异”没有极大的不同,情况就不会是这样。
ἀλλʼ εἴπερ θάτερον ἀμφοῖν μετεῖχε τοῖν εἰδοῖν ὥσπερ τὸ ὄν, ἦν ἄν ποτέ τι καὶ τῶν ἑτέρων ἕτερον οὐ πρὸς ἕτερον·
但如果“差异”像“存在”一样分有了这两种形相,那么有时“差异者”中的某物就可能并不是相对于另一个而成为差异者的。
νῦν δὲ ἀτεχνῶς ἡμῖν ὅτιπερ ἂν ἕτερον ᾖ, συμβέβηκεν ἐξ ἀνάγκης ἑτέρου τοῦτο ὅπερ ἐστὶν εἶναι.
然而现在,对我们来说极其简单的是:凡是差异的东西,必然是因为“相对于另一个”才成为它所是的那个东西。
ΘΕΑΙ. λέγεις καθάπερ ἔχει.
泰阿泰德:您说得正是实际情况。
ΞΕ. πέμπτον δὴ τὴν θατέρου φύσιν λεκτέον ἐν τοῖς εἴδεσιν οὖσαν, ἐν οἷς προαιρούμεθα.
异乡人:因此,在我们所挑选的形相中,“差异”的本性应当被称为第五个。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ διὰ πάντων γε αὐτὴν αὐτῶν φήσομεν εἶναι διεληλυθυῖαν· ἓν ἕκαστον γὰρ ἕτερον εἶναι τῶν ἄλλων οὐ διὰ τὴν αὑτοῦ φύσιν, ἀλλὰ διὰ τὸ μετέχειν τῆς ἰδέας τῆς θατέρου.
异乡人:而且我们会说它贯穿了所有这些形相;因为每一个之所以与其他不同,不是因为其自身的本性,而是因为分有了“差异”的理念。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΞΕ. ὧδε δὴ λέγωμεν ἐπὶ τῶν πέντε καθʼ ἓν ἀναλαμβάνοντες.
异乡人:那么,让我们针对这五个属,逐一提起并进行说明。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么说?
ΞΕ. πρῶτον μὲν κίνησιν, ὡς ἔστι παντάπασιν ἕτερον στάσεως.
异乡人:首先是关于运动,说它完全不同于静止。
ἢ πῶς λέγομεν;
或者我们该怎么说?
ΘΕΑΙ. οὕτως.
泰阿泰德:正是如此。
ΞΕ. οὐ στάσις ἄρʼ ἐστίν.
异乡人:因此,它不是静止。
ΘΕΑΙ. οὐδαμῶς.
泰阿泰德:绝不是。