§253ΞΕ. ὅτε δὴ τὰ μὲν ἐθέλει τοῦτο δρᾶν, τὰ δʼ οὔ, σχεδὸν οἷον τὰ γράμματα πεπονθότʼ ἂν εἴη.
异乡人:既然有些乐意这样做,而有些不乐意,它们想必处于几乎和字母一样的状态。
καὶ γὰρ ἐκείνων τὰ μὲν ἀναρμοστεῖ που πρὸς ἄλληλα, τὰ δὲ συναρμόττει.
因为在那些字母中,有些彼此不相容,而有些则相容。
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. τὰ δέ γε φωνήεντα διαφερόντως τῶν ἄλλων οἷον δεσμὸς διὰ πάντων κεχώρηκεν, ὥστε ἄνευ τινὸς αὐτῶν ἀδύνατον ἁρμόττειν καὶ τῶν ἄλλων ἕτερον ἑτέρῳ.
异乡人:但是母音与其他字母不同,它们就像纽带一样贯穿万物,以至于没有其中之一,其他字母中的一个也无法与另一个相合。
ΘΕΑΙ. καὶ μάλα γε.
泰阿泰德:确实完全如此。
ΞΕ. πᾶς οὖν οἶδεν ὁποῖα ὁποίοις δυνατὰ κοινωνεῖν, ἢ τέχνης δεῖ τῷ μέλλοντι δρᾶν ἱκανῶς αὐτό;
异乡人:那么,是不是每个人都知道什么样的事物能够与什么样的事物相交,还是说,对于想要充分做到这一点的人来说,需要一门技术?
ΘΕΑΙ. τέχνης.
泰阿泰德:需要。
ΞΕ. ποίας;
异乡人:哪一门?
ΘΕΑΙ. τῆς γραμματικῆς.
泰阿泰德:语法。
ΞΕ. τί δέ; περὶ τοὺς τῶν ὀξέων καὶ βαρέων φθόγγους ἆρʼ οὐχ οὕτως;
异乡人:那么,关于高音和低音的声响,难道不也是这样吗?
ὁ μὲν τοὺς συγκεραννυμένους τε καὶ μὴ τέχνην ἔχων γιγνώσκειν μουσικός, ὁ δὲ μὴ συνιεὶς ἄμουσος;
拥有判定哪些音调可以混合、哪些不可以的艺术的人,是懂音乐的,而不理解的人则是外行?
ΘΕΑΙ. οὕτως.
泰阿泰德:正是如此。
ΞΕ. καὶ κατὰ τῶν ἄλλων δὴ τεχνῶν καὶ ἀτεχνιῶν τοιαῦτα εὑρήσομεν ἕτερα.
异乡人:而且在其他艺术与缺乏艺术的情况下,我们也会发现其他类似的情况。
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. τί δʼ; ἐπειδὴ καὶ τὰ γένη πρὸς ἄλληλα κατὰ ταὐτὰ μείξεως ἔχειν ὡμολογήκαμεν, ἆρʼ οὐ μετʼ ἐπιστήμης τινὸς ἀναγκαῖον διὰ τῶν λόγων πορεύεσθαι τὸν ὀρθῶς μέλλοντα δείξειν ποῖα ποίοις συμφωνεῖ τῶν γενῶν καὶ ποῖα ἄλληλα οὐ δέχεται;
异乡人:那么,既然我们也同意诸“属”彼此之间在混合上具有同样的关系,那么想要正确指出哪些属相互调和、哪些属相互不接纳的人,难道不需要凭借某种知识来推进论证吗?
καὶ δὴ καὶ διὰ πάντων εἰ συνέχοντʼ ἄττʼ αὔτʼ ἐστιν, ὥστε συμμείγνυσθαι δυνατὰ εἶναι, καὶ πάλιν ἐν ταῖς διαιρέσεσιν, εἰ διʼ ὅλων ἕτερα τῆς διαιρέσεως αἴτια;
此外,是否有一些贯穿万物并维系它们的东西,使得它们能够混合;而在划分时,又是否有其他贯穿整体的东西是划分的原因?
ΘΕΑΙ. πῶς γὰρ οὐκ ἐπιστήμης δεῖ, καὶ σχεδόν γε ἴσως τῆς μεγίστης;
泰阿泰德:怎么会不需要知识呢,而且这大概还是最大的一种知识吧?
ΞΕ. τίνʼ οὖν αὖ προσεροῦμεν, ὦ Θεαίτητε, ταύτην;
异乡人:那么,泰阿泰德,我们又该如何称呼这种知识呢?
ἢ πρὸς Διὸς ἐλάθομεν εἰς τὴν τῶν ἐλευθέρων ἐμπεσόντες ἐπιστήμην, καὶ κινδυνεύομεν ζητοῦντες τὸν σοφιστὴν πρότερον ἀνηυρηκέναι τὸν φιλόσοφον;
或者,凭着宙斯起誓,难道我们在不知不觉中闯入了自由人的知识领域,并且在寻找诡辩家时,反倒有先找到了哲学家之虞?
ΘΕΑΙ. πῶς λέγεις;
泰阿泰德:您怎么说?
ΞΕ. τὸ κατὰ γένη διαιρεῖσθαι καὶ μήτε ταὐτὸν εἶδος ἕτερον ἡγήσασθαι μήτε ἕτερον ὂν ταὐτὸν μῶν οὐ τῆς διαλεκτικῆς φήσομεν ἐπιστήμης εἶναι;
异乡人:按属进行划分,既不把同一个形相视为不同的,也不把不同的形相视为同一个,难道我们不应该说这属于辩证的知识吗?
ΘΕΑΙ. ναί, φήσομεν.
泰阿泰德:是的,我们会这样说。
ΞΕ. οὐκοῦν ὅ γε τοῦτο δυνατὸς δρᾶν μίαν ἰδέαν διὰ πολλῶν, ἑνὸς ἑκάστου κειμένου χωρίς, πάντῃ διατεταμένην ἱκανῶς διαισθάνεται, καὶ πολλὰς ἑτέρας ἀλλήλων ὑπὸ μιᾶς ἔξωθεν περιεχομένας, καὶ μίαν αὖ διʼ ὅλων πολλῶν ἐν ἑνὶ συνημμένην, καὶ πολλὰς χωρὶς πάντῃ διωρισμένας·
异乡人:因此,能够做到这一点的人,便能充分地辨识出:一个贯穿许多个别存在、处处扩展开来的形相;以及许多彼此不同、被外在一个形相所包容的形相;还有又一个通过许多整体而在一个之中联结起来的形相;以及许多完全处于区别之中的形相。
τοῦτο δʼ ἔστιν, ᾗ τε κοινωνεῖν ἕκαστα δύναται καὶ ὅπῃ μή, διακρίνειν κατὰ γένος ἐπίστασθαι.
而这就是,知道如何按属来区分每个事物在何种方式下能够相通、在何种方式下不能相通。
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΞΕ. ἀλλὰ μὴν τό γε διαλεκτικὸν οὐκ ἄλλῳ δώσεις, ὡς ἐγᾦμαι, πλὴν τῷ καθαρῶς τε καὶ δικαίως φιλοσοφοῦντι.
异乡人:然而,我想你不会把这种辩证的能力赋予除纯洁且公正地从事哲学研究的人以外的任何人。
ΘΕΑΙ. πῶς γὰρ ἂν ἄλλῳ δοίη τις;
泰阿泰德:谁又会把它赋予别的人呢?
§254ΞΕ. τὸν μὲν δὴ φιλόσοφον ἐν τοιούτῳ τινὶ τόπῳ καὶ νῦν καὶ ἔπειτα ἀνευρήσομεν ἐὰν ζητῶμεν, ἰδεῖν μὲν χαλεπὸν ἐναργῶς καὶ τοῦτον, ἕτερον μὴν τρόπον ἥ τε τοῦ σοφιστοῦ χαλεπότης ἥ τε τούτου.
异乡人:如果去寻找的话,我们无论现在还是以后,都会在这样一种地方找到哲学家;要明晰地看清他也是困难的,但诡辩家的困难和他的困难在方式上是不同的。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么不同?
ΞΕ. ὁ μὲν ἀποδιδράσκων εἰς τὴν τοῦ μὴ ὄντος σκοτεινότητα, τριβῇ προσαπτόμενος αὐτῆς, διὰ τὸ σκοτεινὸν τοῦ τόπου κατανοῆσαι χαλεπός·
异乡人:一个逃进了无之黑暗中,凭着习性紧贴着它,由于那个地方的黑暗而难以被察觉。
ἦ γάρ;
不是吗?
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:看来是的。
ΞΕ. ὁ δέ γε φιλόσοφος, τῇ τοῦ ὄντος ἀεὶ διὰ λογισμῶν προσκείμενος ἰδέᾳ, διὰ τὸ λαμπρὸν αὖ τῆς χώρας οὐδαμῶς εὐπετὴς ὀφθῆναι· τὰ γὰρ τῆς τῶν πολλῶν ψυχῆς ὄμματα καρτερεῖν πρὸς τὸ θεῖον ἀφορῶντα ἀδύνατα.
异乡人:然而,哲学家总是通过理性的思考致力于存在者的形相,由于那片区域的明亮而绝非易见;因为大众灵魂的眼睛无法忍受注视那神圣的事物。
ΘΕΑΙ. καὶ ταῦτα εἰκὸς οὐχ ἧττον ἐκείνων οὕτως ἔχειν.
泰阿泰德:这与那件事相比,同样很有可能是这样的。
ΞΕ. οὐκοῦν περὶ μὲν τούτου καὶ τάχα ἐπισκεψόμεθα σαφέστερον, ἂν ἔτι βουλομένοις ἡμῖν ᾖ· περὶ δὲ τοῦ σοφιστοῦ που δῆλον ὡς οὐκ ἀνετέον πρὶν ἂν ἱκανῶς αὐτὸν θεασώμεθα.
异乡人:那么,关于他,如果我们还愿意的话,也许很快就会看得更清楚;但关于诡辩师,想必很明显,在能够充分观察他之前,绝不能放手。
ΘΕΑΙ. καλῶς εἶπες.
泰阿泰德:您说得很好。
ΞΕ. ὅτʼ οὖν δὴ τὰ μὲν ἡμῖν τῶν γενῶν ὡμολόγηται κοινωνεῖν ἐθέλειν ἀλλήλοις, τὰ δὲ μή, καὶ τὰ μὲν ἐπʼ ὀλίγον, τὰ δʼ ἐπὶ πολλά, τὰ δὲ καὶ διὰ πάντων οὐδὲν κωλύειν τοῖς πᾶσι κεκοινωνηκέναι, τὸ δὴ μετὰ τοῦτο συνεπισπώμεθα τῷ λόγῳ τῇδε σκοποῦντες, μὴ περὶ πάντων τῶν εἰδῶν, ἵνα μὴ ταραττώμεθα ἐν πολλοῖς, ἀλλὰ προελόμενοι τῶν μεγίστων λεγομένων ἄττα, πρῶτον μὲν ποῖα ἕκαστά ἐστιν, ἔπειτα κοινωνίας ἀλλήλων πῶς ἔχει δυνάμεως, ἵνα τό τε ὂν καὶ μὴ ὂν εἰ μὴ πάσῃ σαφηνείᾳ δυνάμεθα λαβεῖν, ἀλλʼ οὖν λόγου γε ἐνδεεῖς μηδὲν γιγνώμεθα περὶ αὐτῶν, καθʼ ὅσον ὁ τρόπος ἐνδέχεται τῆς νῦν σκέψεως, ἐὰν ἄρα ἡμῖν πῃ παρεικάθῃ τὸ μὴ ὂν λέγουσιν ὡς ἔστιν ὄντως μὴ ὂν ἀθῴοις ἀπαλλάττειν.
异乡人:既然我们已经同意,诸属中有些乐于彼此相通,有些则不然,有些相通较少,有些较多,还有些贯穿万物而绝不阻碍它们与一切相通,那么接下来让我们通过如下的考察来推进论证:不是针对所有的形相,免得我们在繁杂中感到混乱,而是挑出一些被称为最大的属,首先看看它们各自是什么样的,然后看看它们相互交融的力量如何。 这样,即使我们无法以完全的明晰性来把握存在和不存在,但至少在有关它们的论证上不会有什么欠缺,只要目前的考察方式允许,看看我们是否能有某种可能,在声称不存在确实是不存在时,得以无伤脱身。
ΘΕΑΙ. οὐκοῦν χρή.
泰阿泰德:确实应该。
ΞΕ. μέγιστα μὴν τῶν γενῶν ἃ νυνδὴ διῇμεν τό τε ὂν αὐτὸ καὶ στάσις καὶ κίνησις.
异乡人:而在我们刚才提到的那些属中,最大的就是存在自身、静止和运动。
ΘΕΑΙ. πολύ γε.
泰阿泰德:确实大得多。
ΞΕ. καὶ μὴν τώ γε δύο φαμὲν αὐτοῖν ἀμείκτω πρὸς ἀλλήλω.
异乡人:而且,我们说它们中的那两个彼此是不相混的。
ΘΕΑΙ. σφόδρα γε.
泰阿泰德:非常赞同。
ΞΕ. τὸ δέ γε ὂν μεικτὸν ἀμφοῖν· ἐστὸν γὰρ ἄμφω που.
异乡人:但存在则与这两者都可以混合,因为这两者想必都存在。
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么能不呢?
ΞΕ. τρία δὴ γίγνεται ταῦτα.
异乡人:那么这就成了三个。
ΘΕΑΙ. τί μήν;
泰阿泰德:可不是嘛。
ΞΕ. οὐκοῦν αὐτῶν ἕκαστον τοῖν μὲν δυοῖν ἕτερόν ἐστιν, αὐτὸ δʼ ἑαυτῷ ταὐτόν.
异乡人:因此,它们中的每一个都与另外两个不同,而与自身同一。
ΘΕΑΙ. οὕτως.
泰阿泰德:正是如此。