Humanitext Reader

柏拉图 · 智者篇 §251-252

一与多的述谓及诸相结合的三种可能

第 20 段,共 30 段 · 希腊语

内容简介

基于关于存在与不存在的困境,异乡人与泰阿泰德探讨了用多种名称称呼同一事物的可能性。通过分析形相相互结合的三种假设(完全不混和、全部混和、部分混和),他们得出结论:只有第三种选择(部分结合)在逻辑上是成立的。

§251ΞΕ. τοῦτο μὲν τοίνυν ἐνταῦθα κείσθω διηπορημένον·
异乡人:那么,就让这个问题作为尚未解决的困惑留在这里吧。
ἐπειδὴ δὲ ἐξ ἴσου τό τε ὂν καὶ τὸ μὴ ὂν ἀπορίας μετειλήφατον, νῦν ἐλπὶς ἤδη καθάπερ ἂν αὐτῶν θάτερον εἴτε ἀμυδρότερον εἴτε σαφέστερον ἀναφαίνηται, καὶ θάτερον οὕτως ἀναφαίνεσθαι·
既然存在和不存在同样分担了困惑,那么现在就有了希望:无论它们中的哪一个显现出来,无论是更模糊还是更清晰,另一个也将同样显现出来。
καὶ ἐὰν αὖ μηδέτερον ἰδεῖν δυνώμεθα, τὸν γοῦν λόγον ὅπῃπερ ἂν οἷοί τε ὦμεν εὐπρεπέστατα διωσόμεθα οὕτως ἀμφοῖν ἅμα.
此外,如果我们仍然无法看清其中任何一个,那么至少我们将尽己所能,以最得体的方式,同时把关于这两者的论证推行下去。
ΘΕΑΙ. καλῶς.
泰阿泰德:很好。
ΞΕ. λέγωμεν δὴ καθʼ ὅντινά ποτε τρόπον πολλοῖς ὀνόμασι ταὐτὸν τοῦτο ἑκάστοτε προσαγορεύομεν.
异乡人:那么,让我们来谈谈,我们每次究竟是以何种方式用许多名称来称呼这同一个东西的。
ΘΕΑΙ. οἷον δὴ τί;
泰阿泰德:比如什么呢?
παράδειγμα εἰπέ.
请举个例子。
ΞΕ. λέγομεν ἄνθρωπον δήπου πόλλʼ ἄττα ἐπονομάζοντες, τά τε χρώματα ἐπιφέροντες αὐτῷ καὶ τὰ σχήματα καὶ μεγέθη καὶ κακίας καὶ ἀρετάς, ἐν οἷς πᾶσι καὶ ἑτέροις μυρίοις οὐ μόνον ἄνθρωπον αὐτὸν εἶναί φαμεν, ἀλλὰ καὶ ἀγαθὸν καὶ ἕτερα ἄπειρα, καὶ τἆλλα δὴ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἓν ἕκαστον ὑποθέμενοι πάλιν αὐτὸ πολλὰ καὶ πολλοῖς ὀνόμασι λέγομεν.
异乡人:我们说“人”的时候,想必会给他冠以许多名称,把颜色、形状、大小、邪恶和美德加在他身上。 在所有这些以及其他无数的事情中,我们不仅说他是“人”,而且还说他是“善的”以及其他无数种事物。 对于其他事物,我们也按照同样的道理,像这样把每一个设定为“一”,却又再次称它为“多”并冠以许多名称。
ΘΕΑΙ. ἀληθῆ λέγεις.
泰阿泰德:您说得对。
ΞΕ. ὅθεν γε οἶμαι τοῖς τε νέοις καὶ τῶν γερόντων τοῖς ὀψιμαθέσι θοίνην παρεσκευάκαμεν·
异乡人:我想,正因如此,我们才给年轻人以及那些晚年才开始学习的老人提供了一顿饕餮大餐。
εὐθὺς γὰρ ἀντιλαβέσθαι παντὶ πρόχειρον ὡς ἀδύνατον τά τε πολλὰ ἓν καὶ τὸ ἓν πολλὰ εἶναι, καὶ δήπου χαίρουσιν οὐκ ἐῶντες ἀγαθὸν λέγειν ἄνθρωπον, ἀλλὰ τὸ μὲν ἀγαθὸν ἀγαθόν, τὸν δὲ ἄνθρωπον ἄνθρωπον.
因为,任何人都能立刻轻易反驳说,多不可能是一,一也不可能是多。 所以他们想必乐在其中,不准人们称人为 “善的”,而坚持要说善的就是善的,人就是人。
ἐντυγχάνεις γάρ, ὦ Θεαίτητε, ὡς ἐγᾦμαι, πολλάκις τὰ τοιαῦτα ἐσπουδακόσιν, ἐνίοτε πρεσβυτέροις ἀνθρώποις, καὶ ὑπὸ πενίας τῆς περὶ φρόνησιν κτήσεως τὰ τοιαῦτα τεθαυμακόσι, καὶ δή τι καὶ πάσσοφον οἰομένοις τοῦτο αὐτὸ ἀνηυρηκέναι.
泰阿泰德,我想你经常会遇到对这种事情热心的人,有时是些上了年纪的人,他们由于在获得智慧方面贫乏,因而对这类事情惊叹不已,甚至认为自己在这个发现中找到了最伟大的智慧。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΞΕ. ἵνα τοίνυν πρὸς ἅπαντας ἡμῖν ὁ λόγος ᾖ τοὺς πώποτε περὶ οὐσίας καὶ ὁτιοῦν διαλεχθέντας, ἔστω καὶ πρὸς τούτους καὶ πρὸς τοὺς ἄλλους, ὅσοις ἔμπροσθεν διειλέγμεθα, τὰ νῦν ὡς ἐν ἐρωτήσει λεχθησόμενα.
异乡人:因此,为了使我们的论证能够针对所有曾经讨论过关于实在的任何观点的人,无论是这些人,还是我们之前交谈过的其他人,现在让我们以提问的方式来陈述。
ΘΕΑΙ. τὰ ποῖα δή;
泰阿泰德:究竟是些什么问题呢?
ΞΕ. πότερον μήτε τὴν οὐσίαν κινήσει καὶ στάσει προσάπτωμεν μήτε ἄλλο ἄλλῳ μηδὲν μηδενί, ἀλλʼ ὡς ἄμεικτα ὄντα καὶ ἀδύνατον μεταλαμβάνειν ἀλλήλων οὕτως αὐτὰ ἐν τοῖς παρʼ ἡμῖν λόγοις τιθῶμεν;
异乡人:“我们是既不把实在与运动和静止联系在一起,也不把任何其他东西与任何其他东西联系在一起,而是在我们的论证中假设它们是互不混和、无法相互分有的呢?
ἢ πάντα εἰς ταὐτὸν συναγάγωμεν ὡς δυνατὰ ἐπικοινωνεῖν ἀλλήλοις;
还是把万物聚在一起,认为它们彼此能够相通?
ἢ τὰ μέν, τὰ δὲ μή;
或者,有些能,有些不能?
τούτων, ὦ Θεαίτητε, τί ποτʼ ἂν αὐτοὺς προαιρεῖσθαι φήσομεν;
”泰阿泰德,在这些选择中,我们会说他们究竟会倾向于哪一种?
ΘΕΑΙ. ἐγὼ μὲν ὑπὲρ αὐτῶν οὐδὲν ἔχω πρὸς ταῦτα ἀποκρίνασθαι.
泰阿泰德:我无法代表他们对这些问题做出回答。
ΞΕ. τί οὖν οὐ καθʼ ἓν ἀποκρινόμενος ἐφʼ ἑκάστου τὰ συμβαίνοντα ἐσκέψω;
异乡人:那为什么不逐一回答,来考察每种情况所带来的后果呢?
ΘΕΑΙ. καλῶς λέγεις.
泰阿泰德:您说得很好。
ΞΕ. καὶ τιθῶμέν γε αὐτοὺς λέγειν, εἰ βούλει, πρῶτον μηδενὶ μηδὲν μηδεμίαν δύναμιν ἔχειν κοινωνίας εἰς μηδέν.
异乡人:那么,如果你愿意,让我们首先假设他们说“任何事物对任何其他事物都没有任何交融的力量”。
οὐκοῦν κίνησίς τε καὶ στάσις οὐδαμῇ μεθέξετον οὐσίας;
这样一来,运动和静止就绝不会分有实在,对吗?
§252ΘΕΑΙ. οὐ γὰρ οὖν.
泰阿泰德:确实不分有。
ΞΕ. τί δέ; ἔσται πότερον αὐτῶν οὐσίας μὴ προσκοινωνοῦν;
异乡人:那么,如果它们中的任何一个不分有实在,它还会存在吗?
ΘΕΑΙ. οὐκ ἔσται.
泰阿泰德:不会存在。
ΞΕ. ταχὺ δὴ ταύτῃ γε τῇ συνομολογίᾳ πάντα ἀνάστατα γέγονεν, ὡς ἔοικεν, ἅμα τε τῶν τὸ πᾶν κινούντων καὶ τῶν ὡς ἓν ἱστάντων καὶ ὅσοι κατʼ εἴδη τὰ ὄντα κατὰ ταὐτὰ ὡσαύτως ἔχοντα εἶναί φασιν ἀεί·
异乡人:看来,通过这个共识,一切学说立刻都被颠覆了。 无论是那些让万物运动的人,还是那些让万物作为“一”而静止的人,以及所有那些声称存在者按照形相始终保持同一和同样状态的人,都无一幸免。
πάντες γὰρ οὗτοι τό γε εἶναι προσάπτουσιν, οἱ μὲν ὄντως κινεῖσθαι λέγοντες, οἱ δὲ ὄντως ἑστηκότʼ εἶναι.
因为所有这些人都在赋予“存在”,有的人说事物确实在运动,有的人则说事物确实静止地存在。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΞΕ. καὶ μὴν καὶ ὅσοι τοτὲ μὲν συντιθέασι τὰ πάντα, τοτὲ δὲ διαιροῦσιν, εἴτε εἰς ἓν καὶ ἐξ ἑνὸς ἄπειρα εἴτε εἰς πέρας ἔχοντα στοιχεῖα διαιρούμενοι καὶ ἐκ τούτων συντιθέντες, ὁμοίως μὲν ἐὰν ἐν μέρει τοῦτο τιθῶσι γιγνόμενον, ὁμοίως δὲ καὶ ἐὰν ἀεί, κατὰ πάντα ταῦτα λέγοιεν ἂν οὐδέν, εἴπερ μηδεμία ἔστι σύμμειξις.
异乡人:而且,所有那些时而结合万物、时而分离万物的人——无论是把它们分离为一并从一分离为无限,还是分离为有极限的元素并由这些元素结合起来——不论他们是把这当作交替发生的,还是当作始终如此的,如果根本没有任何混和,那么在所有这些学说中,他们都等于什么也没说。
ΘΕΑΙ. ὀρθῶς.
泰阿泰德:对。
ΞΕ. ἔτι τοίνυν ἂν αὐτοὶ πάντων καταγελαστότατα μετίοιεν τὸν λόγον οἱ μηδὲν ἐῶντες κοινωνίᾳ παθήματος ἑτέρου θάτερον προσαγορεύειν.
异乡人:此外,那些不准一个事物通过分有另一个事物的属性而被冠以其名称的人,将会以所有人中最滑稽的方式来进行论证。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么会呢?
ΞΕ. τῷ τε εἶναί που περὶ πάντα ἀναγκάζονται χρῆσθαι καὶ τῷ χωρὶς καὶ τῷ τῶν ἄλλων καὶ τῷ καθʼ αὑτὸ καὶ μυρίοις ἑτέροις, ὧν ἀκρατεῖς ὄντες εἴργεσθαι καὶ μὴ συνάπτειν ἐν τοῖς λόγοις οὐκ ἄλλων δέονται τῶν ἐξελεγξόντων, ἀλλὰ τὸ λεγόμενον οἴκοθεν τὸν πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντες, ἐντὸς ὑποφθεγγόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ πορεύονται.
异乡人:因为他们被迫在谈到一切事物时都使用“存在”、以及“分开”、“从属于其他”、“凭借自身”和无数其他词汇。 由于他们无力克制自己不用这些词,也无力不在论证中把它们连接起来,所以他们不需要别人来驳倒他们,而是正如俗话所说,他们把敌人和反对者带在自己家里,整天带着他到处走,就像那个奇特的欧律克勒斯那样在他们内部发声。
ΘΕΑΙ. κομιδῇ λέγεις ὅμοιόν τε καὶ ἀληθές.
泰阿泰德:您说得极其传神且真实。
ΞΕ. τί δʼ, ἂν πάντα ἀλλήλοις ἐῶμεν δύναμιν ἔχειν ἐπικοινωνίας;
异乡人:那么,如果我们允许万物彼此都有交融的力量,会怎么样呢?
ΘΕΑΙ. τοῦτο μὲν οἷός τε κἀγὼ διαλύειν.
泰阿泰德:这一点,连我也能够解答。
ΞΕ. πῶς;
异乡人:怎么解答?
ΘΕΑΙ. ὅτι κίνησίς τε αὐτὴ παντάπασιν ἵσταιτʼ ἂν καὶ στάσις αὖ πάλιν αὐτὴ κινοῖτο, εἴπερ ἐπιγιγνοίσθην ἐπʼ ἀλλήλοιν.
泰阿泰德:因为,如果它们可以相互加在对方身上,那么运动本身就会完全静止下来,而静止本身反过来又会运转起来。
ΞΕ. ἀλλὰ μὴν τοῦτό γέ που ταῖς μεγίσταις ἀνάγκαις ἀδύνατον, κίνησίν τε ἵστασθαι καὶ στάσιν κινεῖσθαι;
异乡人:但是,运动会静止,静止会运转,这在最绝对的必然性上是不可能的吧?
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么能不呢?
ΞΕ. τὸ τρίτον δὴ μόνον λοιπόν.
异乡人:那么就只剩下第三种可能性了。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ μὴν ἕν γέ τι τούτων ἀναγκαῖον, ἢ πάντα ἢ μηδὲν ἢ τὰ μὲν ἐθέλειν, τὰ δὲ μὴ συμμείγνυσθαι.
异乡人:而且,这三者中必居其一:要么万物都混和,要么万物都不混和,要么有些乐于混和,有些不乐于混和。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么能不呢?
ΞΕ. καὶ μὴν τά γε δύο ἀδύνατον ηὑρέθη.
异乡人:然而其中两种已经被发现是不可能的了。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. πᾶς ἄρα ὁ βουλόμενος ὀρθῶς ἀποκρίνεσθαι τὸ λοιπὸν τῶν τριῶν θήσει.
异乡人:任何想要正确回答的人,都必须选择这三者中剩下的一项。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:确实完全如此。

词汇与语法注释

  1. 251aκαθάπερ ἂν αὐτῶν θάτερον εἴτε ἀμυδρότερον εἴτε σαφέστερον ἀναφαίνηται, καὶ θάτερον οὕτως ἀναφαίνεσθαι — 不定式 ἀναφαίνεσθαι 是依赖于主句名词 ἐλπίς(希望)的说明性不定式。它构成了一个关联结构:前半部分是由 ἂν 和虚拟语气引导的关联分句(καθάπερ ἂν... ἀναφαίνηται,“无论其中一者如何显现”),后半部分则是作为结果的说明性不定式分句(“另一者亦将同样显现”)。
  2. 251bοὕτως ἓν ἕκαστον ὑποθέμενοι πάλιν αὐτὸ πολλὰ καὶ πολλοῖς ὀνόμασι λέγομεν — 分词 ὑποθέμενοι(假设)与主句动词 λέγομεν 的主语一致。ἓν ἕκαστον 是该分词的宾语,而主句中的 αὐτό 则作为 λέγομεν 的直接宾语,指代前述“每一个事物”。πολλά 作为宾语补足语(叙述属性的対格,“称其为多”),与工具与格 πολλοῖς ὀνόμασι(“冠以许多名称”)并列发挥作用。
  3. 252bεἴτε εἰς ἓν καὶ ἐξ ἑνὸς ἄπειρα εἴτε εἰς πέρας ἔχοντα στοιχεῖα διαιρούμενοι καὶ ἐκ τούτων συντιθέντες — 使用 εἴτε... εἴτε...(“无论是……还是……”)的双重关联结构。前半部分描述了一多关系的分割(分割为一,以及从一分割为无限),后半部分描述了元素论的分割与结合(分割为有极限的元素,并由它们结合)。分词 διαιρούμενοι(分割)与 συντιθέντες(结合)分别呼应前文的动词 διαιροῦσιν(分割)与 συντιθέασι(结合)。
  4. 252cἀλλὰ τὸ λεγόμενον οἴκοθεν τὸν πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντες, ἐντὸς ὑποφθεγγόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ πορεύονται — 短语 τὸ λεγόμενον 是作状语的插入性対格,意为“如俗话所说”。οἴκοθεν(“来自家里/自身内部”)修饰 τὸν πολέμιον(“敌人”)。将这种人比作著名的腹语术者欧律克勒斯,形象地说明了他们的论证中包含了自我否定的内在声音(ἐντὸς ὑποφθεγγόμενον)。分词 ἔχοντες 与 περιφέροντες 均修饰主句动词 πορεύονται 的主语。

引用这一段

柏拉图, 智者篇 §251-252. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:251-252

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。