← プラトン

ソピステス

§251-252

一と多の述語づけと諸類の交わりの三つの可能性

存在する者と存在しない者のアポリアを踏まえ、異郷人とテアイテトスは一つのものを多くの名前で呼ぶことの可能性を論じる。彼らは、事物の相互の交わりについて、全く交わらない、すべてが交わる、一部が交わるという三つの仮説を検討し、一部のみが交わるという第三の道を選択する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§251

ΞΕ. τοῦτο μὲν τοίνυν ἐνταῦθα κείσθω διηπορημένον· ἐπειδὴ δὲ ἐξ ἴσου τό τε ὂν καὶ τὸ μὴ ὂν ἀπορίας μετειλήφατον, νῦν ἐλπὶς ἤδη καθάπερ ἂν αὐτῶν θάτερον εἴτε ἀμυδρότερον εἴτε σαφέστερον ἀναφαίνηται, καὶ θάτερον οὕτως ἀναφαίνεσθαι·1 καὶ ἐὰν αὖ μηδέτερον ἰδεῖν δυνώμεθα, τὸν γοῦν λόγον ὅπῃπερ ἂν οἷοί τε ὦμεν εὐπρεπέστατα διωσόμεθα οὕτως ἀμφοῖν ἅμα. ΘΕΑΙ. καλῶς. ΞΕ. λέγωμεν δὴ καθʼ ὅντινά ποτε τρόπον πολλοῖς ὀνόμασι ταὐτὸν τοῦτο ἑκάστοτε προσαγορεύομεν. ΘΕΑΙ. οἷον δὴ τί; παράδειγμα εἰπέ. ΞΕ. λέγομεν ἄνθρωπον δήπου πόλλʼ ἄττα ἐπονομάζοντες, τά τε χρώματα ἐπιφέροντες αὐτῷ καὶ τὰ σχήματα καὶ μεγέθη καὶ κακίας καὶ ἀρετάς, ἐν οἷς πᾶσι καὶ ἑτέροις μυρίοις οὐ μόνον ἄνθρωπον αὐτὸν εἶναί φαμεν, ἀλλὰ καὶ ἀγαθὸν καὶ ἕτερα ἄπειρα, καὶ τἆλλα δὴ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἓν ἕκαστον ὑποθέμενοι πάλιν αὐτὸ πολλὰ καὶ πολλοῖς ὀνόμασι λέγομεν.2 ΘΕΑΙ. ἀληθῆ λέγεις. ΞΕ. ὅθεν γε οἶμαι τοῖς τε νέοις καὶ τῶν γερόντων τοῖς ὀψιμαθέσι θοίνην παρεσκευάκαμεν· εὐθὺς γὰρ ἀντιλαβέσθαι παντὶ πρόχειρον ὡς ἀδύνατον τά τε πολλὰ ἓν καὶ τὸ ἓν πολλὰ εἶναι, καὶ δήπου χαίρουσιν οὐκ ἐῶντες ἀγαθὸν λέγειν ἄνθρωπον, ἀλλὰ τὸ μὲν ἀγαθὸν ἀγαθόν, τὸν δὲ ἄνθρωπον ἄνθρωπον. ἐντυγχάνεις γάρ, ὦ Θεαίτητε, ὡς ἐγᾦμαι, πολλάκις τὰ τοιαῦτα ἐσπουδακόσιν, ἐνίοτε πρεσβυτέροις ἀνθρώποις, καὶ ὑπὸ πενίας τῆς περὶ φρόνησιν κτήσεως τὰ τοιαῦτα τεθαυμακόσι, καὶ δή τι καὶ πάσσοφον οἰομένοις τοῦτο αὐτὸ ἀνηυρηκέναι. ΘΕΑΙ. πάνυ μὲν οὖν. ΞΕ. ἵνα τοίνυν πρὸς ἅπαντας ἡμῖν ὁ λόγος ᾖ τοὺς πώποτε περὶ οὐσίας καὶ ὁτιοῦν διαλεχθέντας, ἔστω καὶ πρὸς τούτους καὶ πρὸς τοὺς ἄλλους, ὅσοις ἔμπροσθεν διειλέγμεθα, τὰ νῦν ὡς ἐν ἐρωτήσει λεχθησόμενα. ΘΕΑΙ. τὰ ποῖα δή; ΞΕ. πότερον μήτε τὴν οὐσίαν κινήσει καὶ στάσει προσάπτωμεν μήτε ἄλλο ἄλλῳ μηδὲν μηδενί, ἀλλʼ ὡς ἄμεικτα ὄντα καὶ ἀδύνατον μεταλαμβάνειν ἀλλήλων οὕτως αὐτὰ ἐν τοῖς παρʼ ἡμῖν λόγοις τιθῶμεν; ἢ πάντα εἰς ταὐτὸν συναγάγωμεν ὡς δυνατὰ ἐπικοινωνεῖν ἀλλήλοις; ἢ τὰ μέν, τὰ δὲ μή; τούτων, ὦ Θεαίτητε, τί ποτʼ ἂν αὐτοὺς προαιρεῖσθαι φήσομεν; ΘΕΑΙ. ἐγὼ μὲν ὑπὲρ αὐτῶν οὐδὲν ἔχω πρὸς ταῦτα ἀποκρίνασθαι. ΞΕ. τί οὖν οὐ καθʼ ἓν ἀποκρινόμενος ἐφʼ ἑκάστου τὰ συμβαίνοντα ἐσκέψω; ΘΕΑΙ. καλῶς λέγεις. ΞΕ. καὶ τιθῶμέν γε αὐτοὺς λέγειν, εἰ βούλει, πρῶτον μηδενὶ μηδὲν μηδεμίαν δύναμιν ἔχειν κοινωνίας εἰς μηδέν. οὐκοῦν κίνησίς τε καὶ στάσις οὐδαμῇ μεθέξετον οὐσίας;

客人:それでは、この問題はここで、行き詰まったものとして置いておきましょう。しかし、存在するものも存在しないものも、等しく同じだけの困難を分かち合っている以上、今や次のような希望があります。すなわち、それらの一方が、よりおぼろげにであれ、あるいはより明確にであれ、姿を現すならば、他方もまたそのように現れるだろうという希望です。また、もし逆に、どちらも目にすることができないとしても、ともかく私たちができる限り最も都合のよい形で、これら両方を同時に、議論を通じて切り抜けていくことにしましょう。 テアイテトス:結構です。 客人:では、私たちがどのような方法によって、その都度、同一のこのものを多くの名前で呼んでいるのかを語ることにしましょう。 テアイテトス:例えばどういうことですか。例を挙げてください。 客人:私たちは人間について語るとき、ご承知のように、彼に様々な色や形や大きさ、欠点や美徳を帰することで、多くの名前を付与します。これらすべて、また他の無数の事柄において、私たちは彼を「人間」であると言うだけでなく、「善い」とか、その他無数のものだと言います。他のものについても同様の理路に従い、このように各々を一つと仮定しておきながら、再びそれを多くのものとして、多くの名前で語るのです。 テアイテトス:おっしゃる通りです。 客人:だからこそ私は、若者たちや、老人の中でも遅まきながら学び始めた人々に、格好の馳走を提供してしまったのだと思います。というのも、「多くのものが一つであり、一つのものが多くであることは不可能だ」ということは、誰にでもすぐに反論できる手軽な理屈だからです。そして彼らは嬉々として、人間を「善い」と呼ばせることを許さず、善いものは善いもの、人間は人間と言わせるのです。テアイテトスよ、君も、このようなことに熱中している人々、時には年配の人々でありながら、知恵の獲得に関する貧しさのゆえにこのようなことを称賛し、これこそが自分たちが見出したこの上なく知恵に満ちた発見であると思い込んでいる人々に、しばしば出会うことがあるでしょう。 テアイテトス:全くその通りです。 客人:それでは、私たちの議論が、これまで実在について何らかの主張をしたすべての人々に向けられるように、この人々に対しても、また私たちが以前に対話した他の人々に対しても、今から問いかけるような形で議論を述べることにしましょう。 テアイテトス:一体どのようなことでしょうか。 客人:「私たちは、実在を運動や静止に結びつけず、また他のいかなるものも互いに他のものに結びつけず、それらは混じり合わず、互いにあずかり合うことは不可能であるとして、私たちの議論においてそのように措定すべきでしょうか。それとも、互いに交わり合うことが可能であるとして、すべてのものを同一の場所に集めるべきでしょうか。あるいは、あるものは交わり、あるものは交わらないとするべきでしょうか。」テアイテトスよ、これらのうち、彼らが一体どちらを選択すると私たちは言うべきでしょうか。 テアイテトス:私は彼らに代わってこれらに答える言葉を持ち合わせていません。 客人:では、一つずつ答えていきながら、それぞれの場合に生じる結末を考察してみてはどうでしょうか。 テアイテトス:良い提案です。 客人:では、もし君が望むなら、まず「何ものも、他の何ものに対しても、いかなる交わりの力も持たない」と彼らが主張していると仮定しましょう。とすれば、運動と静止は、実在に決してあずかり合わないことになりますね。

§252

ΘΕΑΙ. οὐ γὰρ οὖν. ΞΕ. τί δέ; ἔσται πότερον αὐτῶν οὐσίας μὴ προσκοινωνοῦν; ΘΕΑΙ. οὐκ ἔσται. ΞΕ. ταχὺ δὴ ταύτῃ γε τῇ συνομολογίᾳ πάντα ἀνάστατα γέγονεν, ὡς ἔοικεν, ἅμα τε τῶν τὸ πᾶν κινούντων καὶ τῶν ὡς ἓν ἱστάντων καὶ ὅσοι κατʼ εἴδη τὰ ὄντα κατὰ ταὐτὰ ὡσαύτως ἔχοντα εἶναί φασιν ἀεί· πάντες γὰρ οὗτοι τό γε εἶναι προσάπτουσιν, οἱ μὲν ὄντως κινεῖσθαι λέγοντες, οἱ δὲ ὄντως ἑστηκότʼ εἶναι. ΘΕΑΙ. κομιδῇ μὲν οὖν. ΞΕ. καὶ μὴν καὶ ὅσοι τοτὲ μὲν συντιθέασι τὰ πάντα, τοτὲ δὲ διαιροῦσιν, εἴτε εἰς ἓν καὶ ἐξ ἑνὸς ἄπειρα εἴτε εἰς πέρας ἔχοντα στοιχεῖα διαιρούμενοι καὶ ἐκ τούτων συντιθέντες,3 ὁμοίως μὲν ἐὰν ἐν μέρει τοῦτο τιθῶσι γιγνόμενον, ὁμοίως δὲ καὶ ἐὰν ἀεί, κατὰ πάντα ταῦτα λέγοιεν ἂν οὐδέν, εἴπερ μηδεμία ἔστι σύμμειξις. ΘΕΑΙ. ὀρθῶς. ΞΕ. ἔτι τοίνυν ἂν αὐτοὶ πάντων καταγελαστότατα μετίοιεν τὸν λόγον οἱ μηδὲν ἐῶντες κοινωνίᾳ παθήματος ἑτέρου θάτερον προσαγορεύειν. ΘΕΑΙ. πῶς; ΞΕ. τῷ τε εἶναί που περὶ πάντα ἀναγκάζονται χρῆσθαι καὶ τῷ χωρὶς καὶ τῷ τῶν ἄλλων καὶ τῷ καθʼ αὑτὸ καὶ μυρίοις ἑτέροις, ὧν ἀκρατεῖς ὄντες εἴργεσθαι καὶ μὴ συνάπτειν ἐν τοῖς λόγοις οὐκ ἄλλων δέονται τῶν ἐξελεγξόντων, ἀλλὰ τὸ λεγόμενον οἴκοθεν τὸν πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντες, ἐντὸς ὑποφθεγγόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ πορεύονται.4 ΘΕΑΙ. κομιδῇ λέγεις ὅμοιόν τε καὶ ἀληθές. ΞΕ. τί δʼ, ἂν πάντα ἀλλήλοις ἐῶμεν δύναμιν ἔχειν ἐπικοινωνίας; ΘΕΑΙ. τοῦτο μὲν οἷός τε κἀγὼ διαλύειν. ΞΕ. πῶς; ΘΕΑΙ. ὅτι κίνησίς τε αὐτὴ παντάπασιν ἵσταιτʼ ἂν καὶ στάσις αὖ πάλιν αὐτὴ κινοῖτο, εἴπερ ἐπιγιγνοίσθην ἐπʼ ἀλλήλοιν. ΞΕ. ἀλλὰ μὴν τοῦτό γέ που ταῖς μεγίσταις ἀνάγκαις ἀδύνατον, κίνησίν τε ἵστασθαι καὶ στάσιν κινεῖσθαι; ΘΕΑΙ. πῶς γὰρ οὔ; ΞΕ. τὸ τρίτον δὴ μόνον λοιπόν. ΘΕΑΙ. ναί. ΞΕ. καὶ μὴν ἕν γέ τι τούτων ἀναγκαῖον, ἢ πάντα ἢ μηδὲν ἢ τὰ μὲν ἐθέλειν, τὰ δὲ μὴ συμμείγνυσθαι. ΘΕΑΙ. πῶς γὰρ οὔ; ΞΕ. καὶ μὴν τά γε δύο ἀδύνατον ηὑρέθη. ΘΕΑΙ. ναί. ΞΕ. πᾶς ἄρα ὁ βουλόμενος ὀρθῶς ἀποκρίνεσθαι τὸ λοιπὸν τῶν τριῶν θήσει. ΘΕΑΙ. κομιδῇ μὲν οὖν.

テアイテトス:決してあずかり合いません。 客人:ではどうでしょう。もしそれらのどちらかが実在にあずかり合わないとしたら、それは存在するでしょうか。 テアイテトス:存在しないでしょう。 客人:すると、この合意によって、どうやらすべての説がたちまち覆されてしまうようです。万物を動かす人々、万物を一つとして静止させる人々、そして存在するものは形相に従って常に同一のあり方で同様に存在すると主張する人々、これらの説すべてが同時に覆されます。なぜなら、彼らはみな「存在する(ある)」ということを帰しているからです。ある人々は本当に動いていると言い、他の人々は本当に静止して存在していると言うのですから。 テアイテトス:まさにその通りです。 客人:さらにまた、万物をある時は結合し、ある時は分割する人々――それを「一」へと結合し、また「一」から無限のものへと分割するにせよ、あるいは有限な元素へと分割し、それらから結合するにせよ――、彼らがこれを交互に起こるものと措定するにせよ、あるいは常に起こるものとするにせよ、いずれにしても、もし一切の混じり合いがないとするならば、これらすべての説において、彼らは何も語っていないことになります。 テアイテトス:その通りです。 客人:さらに、あるものが他のものの性質を共有することによって互いに呼ばれることを一切許さない人々は、誰よりも最も滑稽な形で議論を扱うことになるでしょう。 テアイテトス:どのようにですか。 客人:彼らは、あらゆるものについて「ある(存在する)」という言葉を、また「離れて」とか「他のものから」とか「それ自体で」といった言葉や、その他無数の言葉を否応なく使わざるを得ないからです。それらを使用することを自制し、議論において結合させないでおくことができず、彼らは自分たちを論駁してくれる他人を必要としません。むしろ、いわば「身内から敵、反対者を抱え込んでいる」のであり、奇妙なエウリュクレスを自分たちの内に連れ歩き、その内なる声を常に響かせながら歩き回っているようなものだからです。 テアイテトス:実にそっくりで、その通りですね。 客人:では、すべてのものが互いに交わり合う力を持っていると認めたらどうなるでしょうか。 テアイテトス:それなら私でも解決できます。 客人:どのようにですか。 テアイテトス:なぜなら、もし運動と静止が互いに生じ合って(付与し合って)しまうとすれば、運動それ自体が完全に静止してしまい、逆に静止それ自体が動いてしまうことになるからです。 客人:しかし、運動が静止すること、そして静止が動くことなどということは、絶対的な必然性によって不可能なことですね。 テアイテトス:当然、不可能です。 客人:となると、ただ第三の可能性だけが残されているわけですね。 テアイテトス:はい。 客人:そして、これら三つのうちのどれか一つが必然的です。すなわち、すべてのものが混じり合うか、何ものも混じり合わないか、あるいは、あるものは混じり合おうとし、あるものは混じり合おうとしないか、のいずれかです。 テアイテトス:当然その通りです。 客人:しかも、そのうちの二つは不可能であると分かりました。 テアイテトス:はい。 客人:それゆえ、正しく答えようと望む者は誰もが、三つのうちの残されたものを措定することになります。 テアイテトス:まさにその通りです。

構文注4 件
  1. 251καθάπερ ἂν αὐτῶν θάτερον εἴτε ἀμυδρότερον εἴτε σαφέστερον ἀναφαίνηται, καὶ θάτερον οὕτως ἀναφαίνεσθαι

    不定詞 ἀναφαίνεσθαι は主節の ἐλπίς(希望)に依存する説明的な不定詞。前半の ἂν と接続法を伴う相関節 καθάπερ ἂν... ἀναφαίνηται(一方がどのようであれ姿を現すならば)と、後半の「他方もまたそのように現れるだろう」という不定詞節の対比構造をなす。

  2. 251bοὕτως ἓν ἕκαστον ὑποθέμενοι πάλιν αὐτὸ πολλὰ καὶ πολλοῖς ὀνόμασι λέγομεν

    分詞 ὑποθέμενοι(仮定して)は主動詞 λέγομεν の主語と一致する。ἓν ἕκαστον はこの分詞の目的語であり、これに続く主節の目的語 αὐτὸ は仮定された「個々のもの」を指す。πολλά は「多くのものとして」という叙述対格として機能し、手段の与格である πολλοῖς ὀνόμασι と並列的に意味をなす。

  3. 252bεἴτε εἰς ἓν καὶ ἐξ ἑνὸς ἄπειρα εἴτε εἰς πέρας ἔχοντα στοιχεῖα διαιρούμενοι καὶ ἐκ τούτων συντιθέντες

    εἴτε... εἴτε...(あるいは…あるいは…)による二重の相関構造。前半は一多論的な分割(一へと、また一から無限へと)、後半は元素論的な分割と結合(限界を持つ元素へと分割し、それらから結合する)を説明する。分詞 διαιρούμενοι と συντιθέντες は、前文の動詞 διαιροῦσιν(分割する)と συντιθέασι(結合する)にそれぞれ対応している。

  4. 252cἀλλὰ τὸ λεγόμενον οἴκοθεν τὸν πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντες, ἐντὸς ὑποφθεγγόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ πορεύονται

    τὸ λεγόμενον は「いわゆる/諺に言うように」を意味する挿入的な対格。οἴκοθεν(身内から)は τὸν πολέμιον(敵)を修飾する。腹話術師エウリュクレスへの言及は、自ら用いる言葉の中に自己矛盾した前提を含んでいる者たちの比喩である。分詞 ἔχοντες(抱えながら)と περιφέροντες(連れ歩きながら)は主語にかかる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-10-12)
  • 2026-10-12 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:251-252