Humanitext Reader

柏拉图 · 智者篇 §249-250

涉及运动与静止的存在难题

第 19 段,共 30 段 · 希腊语

内容简介

异乡人和泰阿泰德一致同意,由于完全的存在者必须包含理智、生命和灵魂,因此实在不能仅仅是静止的;但这表明存在是独立于运动和静止的第三种东西,使他们陷入了与此前探讨“不存在”时同样深刻的困境。

§249ΞΕ. τί δὲ πρὸς Διός; ὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ ψυχὴν καὶ φρόνησιν ἦ ῥᾳδίως πεισθησόμεθα τῷ παντελῶς ὄντι μὴ παρεῖναι, μηδὲ ζῆν αὐτὸ μηδὲ φρονεῖν, ἀλλὰ σεμνὸν καὶ ἅγιον, νοῦν οὐκ ἔχον, ἀκίνητον ἑστὸς εἶναι;
异乡人:那么,凭着宙斯起誓,我们难道真的会轻易相信,运动、生命、灵魂和明智并不存在于那完全存在者之中,它既不生存也不思考,而是庄严神圣,没有理智,静止不动地存在着吗?
ΘΕΑΙ. δεινὸν μεντἄν, ὦ ξένε, λόγον συγχωροῖμεν.
泰阿泰德:客人们,那我们可就承认了一个可怕的论点。
ΞΕ. ἀλλὰ νοῦν μὲν ἔχειν, ζωὴν δὲ μὴ φῶμεν;
异乡人:但我们是要说它拥有理智,却不拥有生命吗?
ΘΕΑΙ. καὶ πῶς;
泰阿泰德:怎么可能呢?
ΞΕ. ἀλλὰ ταῦτα μὲν ἀμφότερα ἐνόντʼ αὐτῷ λέγομεν, οὐ μὴν ἐν ψυχῇ γε φήσομεν αὐτὸ ἔχειν αὐτά;
异乡人:但既然我们说这两者都存在于它之中,难道我们不应该说它是在灵魂中拥有它们的吗?
ΘΕΑΙ. καὶ τίνʼ ἂν ἕτερον ἔχοι τρόπον;
泰阿泰德:还能有别的什么方式呢?
ΞΕ. ἀλλὰ δῆτα νοῦν μὲν καὶ ζωὴν καὶ ψυχὴν ἔχειν, ἀκίνητον μέντοι τὸ παράπαν ἔμψυχον ὂν ἑστάναι;
异乡人:然而,拥有理智、生命和灵魂,它作为一个有灵魂的存在,难道竟然完全静止不动地立着吗?
ΘΕΑΙ. πάντα ἔμοιγε ἄλογα ταῦτʼ εἶναι φαίνεται.
泰阿泰德:在我看来,这些说法全都是荒谬的。
ΞΕ. καὶ τὸ κινούμενον δὴ καὶ κίνησιν συγχωρητέον ὡς ὄντα.
异乡人:因此,我们也必须承认,运动着的东西和运动本身都是存在着的。
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么能不呢?
ΞΕ. συμβαίνει δʼ οὖν, ὦ Θεαίτητε, ἀκινήτων τε ὄντων νοῦν μηδενὶ περὶ μηδενὸς εἶναι μηδαμοῦ.
异乡人:泰阿泰德,由此得出的结论是,如果一切都是静止不动的,那么任何地方、对任何人、关于任何事物,都根本不会有理智存在。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΞΕ. καὶ μὴν ἐὰν αὖ φερόμενα καὶ κινούμενα πάντʼ εἶναι συγχωρῶμεν, καὶ τούτῳ τῷ λόγῳ ταὐτὸν τοῦτο ἐκ τῶν ὄντων ἐξαιρήσομεν.
异乡人:而且,如果我们转而承认一切都在运转和运动,那么按照这个理路,我们同样也会将这同一个东西从存在者中排除出去。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么会?
ΞΕ. τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ δοκεῖ σοι χωρὶς στάσεως γενέσθαι ποτʼ ἄν;
异乡人:在你看來,以同样的方式、同样地、针对同一个事物,如果没有静止,能产生得出来吗?
ΘΕΑΙ. οὐδαμῶς.
泰阿泰德:绝不可能。
ΞΕ. τί δʼ; ἄνευ τούτων νοῦν καθορᾷς ὄντα ἢ γενόμενον ἂν καὶ ὁπουοῦν;
异乡人:那么,如果没有这些,你能在任何地方看到理智存在或产生吗?
ΘΕΑΙ. ἥκιστα.
泰阿泰德:绝不。
ΞΕ. καὶ μὴν πρός γε τοῦτον παντὶ λόγῳ μαχετέον, ὃς ἂν ἐπιστήμην ἢ φρόνησιν ἢ νοῦν ἀφανίζων ἰσχυρίζηται περί τινος ὁπῃοῦν.
异乡人:而且,对于任何消灭知识、明智或理智,却又对任何事物以任何方式做出断言的人,我们必须动用一切论证与之战斗。
ΘΕΑΙ. σφόδρα γε.
泰阿泰德:确实非常应该。
ΞΕ. τῷ δὴ φιλοσόφῳ καὶ ταῦτα μάλιστα τιμῶντι πᾶσα, ὡς ἔοικεν, ἀνάγκη διὰ ταῦτα μήτε τῶν ἓν ἢ καὶ τὰ πολλὰ εἴδη λεγόντων τὸ πᾶν ἑστηκὸς ἀποδέχεσθαι, τῶν τε αὖ πανταχῇ τὸ ὂν κινούντων μηδὲ τὸ παράπαν ἀκούειν, ἀλλὰ κατὰ τὴν τῶν παίδων εὐχήν, ὅσα ἀκίνητα καὶ κεκινημένα, τὸ ὄν τε καὶ τὸ πᾶν συναμφότερα λέγειν.
异乡人:因此,对于爱智者、对于最尊重这些东西的人来说,由于这些原因,看来完全有必要既不接受那些主张一个或多个形相的人所说的“万物皆静止”,也不听信那些在任何地方都使存在运动的人。 相反,他必须像小孩子的愿望那样,说凡是静止的和运动的,存在与万物皆是两者共同具有的。
ΘΕΑΙ. ἀληθέστατα.
泰阿泰德:最真实不过了。
ΞΕ. τί οὖν; ἆρʼ οὐκ ἐπιεικῶς ἤδη φαινόμεθα περιειληφέναι τῷ λόγῳ τὸ ὄν;
异乡人:那么,现在我们看起来不是已经用理性相当妥当地把握了存在吗?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΞΕ. βαβαὶ μέντʼ ἂν ἄρα, ὦ Θεαίτητε, ὥς μοι δοκοῦμεν νῦν αὐτοῦ γνώσεσθαι πέρι τὴν ἀπορίαν τῆς σκέψεως.
异乡人:哎呀,可是,泰阿泰德啊,由此看来,我们现在似乎才正要认识到关于它(存在)的探究之困境呢。
ΘΕΑΙ. πῶς αὖ καὶ τί τοῦτʼ εἴρηκας;
泰阿泰德:这又是怎么说,您为什么要这样说呢?
ΞΕ. ὦ μακάριε, οὐκ ἐννοεῖς ὅτι νῦν ἐσμεν ἐν ἀγνοίᾳ τῇ πλείστῃ περὶ αὐτοῦ, φαινόμεθα δέ τι λέγειν ἡμῖν αὐτοῖς;
异乡人:我的好朋友,难道你没有意识到,我们现在对它处于极度的无知之中,但我们自己看起来却好像说出了点什么?
ΘΕΑΙ. ἐμοὶ γοῦν· ὅπῃ δʼ αὖ λελήθαμεν οὕτως ἔχοντες, οὐ πάνυ συνίημι.
泰阿泰德:对我来说至少如此;但我们是如何不知不觉陷入这种境地的,我不太明白。
§250ΞΕ. σκόπει δὴ σαφέστερον εἰ τὰ νῦν συνομολογοῦντες δικαίως ἂν ἐπερωτηθεῖμεν ἅπερ αὐτοὶ τότε ἠρωτῶμεν τοὺς λέγοντας εἶναι τὸ πᾶν θερμὸν καὶ ψυχρόν.
异乡人:那么请更清楚地想一想,就我们目前达成的共识而言,如果别人对我们提出我们当时向那些声称“万物是热和冷”的人所提的同样问题,我们被追问难道不是理所当然的吗?
ΘΕΑΙ. ποῖα;
泰阿泰德:是哪些问题?
ὑπόμνησόν με.
请帮我回忆一下。
ΞΕ. πάνυ μὲν οὖν· καὶ πειράσομαί γε δρᾶν τοῦτο ἐρωτῶν σὲ καθάπερ ἐκείνους τότε, ἵνα ἅμα τι καὶ προΐωμεν.
异乡人:当然可以;我会尝试通过像当时问他们那样来问你,以便我们同时也能有所进展。
ΘΕΑΙ. ὀρθῶς.
泰阿泰德:好的。
ΞΕ. εἶεν δή, κίνησιν καὶ στάσιν ἆρʼ οὐκ ἐναντιώτατα λέγεις ἀλλήλοις;
异乡人:那么,你难道不认为运动和静止是彼此最对立的吗?
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么能不呢?
ΞΕ. καὶ μὴν εἶναί γε ὁμοίως φῂς ἀμφότερα αὐτὰ καὶ ἑκάτερον;
异乡人:然而你又说它们两者以及其中每一个都同样存在?
ΘΕΑΙ. φημὶ γὰρ οὖν.
泰阿泰德:我确实是这样说的。
ΞΕ. ἆρα κινεῖσθαι λέγων ἀμφότερα καὶ ἑκάτερον, ὅταν εἶναι συγχωρῇς;
异乡人:那么,当你承认它们存在时,你是指它们两者和每一个都在运动吗?
ΘΕΑΙ. οὐδαμῶς.
泰阿泰德:绝不是。
ΞΕ. ἀλλʼ ἑστάναι σημαίνεις λέγων αὐτὰ ἀμφότερα εἶναι;
异乡人:还是说,当你称它们两者都存在时,你意指它们是静止的?
ΘΕΑΙ. καὶ πῶς;
泰阿泰德:怎么可能呢?
ΞΕ. τρίτον ἄρα τι παρὰ ταῦτα τὸ ὂν ἐν τῇ ψυχῇ τιθείς, ὡς ὑπʼ ἐκείνου τήν τε στάσιν καὶ τὴν κίνησιν περιεχομένην, συλλαβὼν καὶ ἀπιδὼν αὐτῶν πρὸς τὴν τῆς οὐσίας κοινωνίαν, οὕτως εἶναι προσεῖπας ἀμφότερα;
异乡人:那么,你是在这些之外,把“存在”作为第三种东西置于灵魂中,仿佛静止和运动都被它包容在一起,你将它们合起来看,并关注它们与实在的交接,从而这样称呼两者都“存在”吗?
ΘΕΑΙ. κινδυνεύομεν ὡς ἀληθῶς τρίτον ἀπομαντεύεσθαί τι τὸ ὄν, ὅταν κίνησιν καὶ στάσιν εἶναι λέγωμεν.
泰阿泰德:看来当我们说运动和静止存在时,我们真的在预言某种作为第三者的“存在”。
ΞΕ. οὐκ ἄρα κίνησις καὶ στάσις ἐστὶ συναμφότερον τὸ ὂν ἀλλʼ ἕτερον δή τι τούτων.
异乡人:所以,存在并不是运动和静止这两者结合在一起,而是与它们不同的另一种东西。
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:似乎如此。
ΞΕ. κατὰ τὴν αὑτοῦ φύσιν ἄρα τὸ ὂν οὔτε ἕστηκεν οὔτε κινεῖται.
异乡人:因此,按照它自身的本性,存在既不静止,也不运动。
ΘΕΑΙ. σχεδόν.
泰阿泰德:差不多是这样。
ΞΕ. ποῖ δὴ χρὴ τὴν διάνοιαν ἔτι τρέπειν τὸν βουλόμενον ἐναργές τι περὶ αὐτοῦ παρʼ ἑαυτῷ βεβαιώσασθαι;
异乡人:那么,想要在自己心中确立关于它(存在)的清晰认识的人,现在还应该把思想转向哪里呢?
ΘΕΑΙ. ποῖ γάρ;
泰阿泰德:是哪一个?
ΞΕ. οἶμαι μὲν οὐδαμόσε ἔτι ῥᾴδιον.
异乡人:我认为,现在无论转向哪里都不容易了。
εἰ γάρ τι μὴ κινεῖται, πῶς οὐχ ἕστηκεν;
因为,如果某物不运动,它怎么会不静止呢?
ἢ τὸ μηδαμῶς ἑστὸς πῶς οὐκ αὖ κινεῖται;
或者,完全不静止的东西,反过来又怎么会不运动呢?
τὸ δὲ ὂν ἡμῖν νῦν ἐκτὸς τούτων ἀμφοτέρων ἀναπέφανται.
然而,存在现在对我们来说却显现在这两者之外。
ἦ δυνατὸν οὖν τοῦτο;
这难道是可能的吗?
ΘΕΑΙ. πάντων μὲν οὖν ἀδυνατώτατον.
泰阿泰德:这绝对是所有事情中最不可能的。
ΞΕ. τόδε τοίνυν μνησθῆναι δίκαιον ἐπὶ τούτοις.
异乡人:因此,在这种情况下,记住这一点是理所当然的。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:是哪一点?
ΞΕ. ὅτι τοῦ μὴ ὄντος ἐρωτηθέντες τοὔνομα ἐφʼ ὅτι ποτὲ δεῖ φέρειν, πάσῃ συνεσχόμεθα ἀπορίᾳ.
异乡人:当我们被问及“不存在者”这一名称到底应该用在什么事物上时,我们陷入了极度的困惑。
μέμνησαι;
你还记得吗?
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不记得呢?
ΞΕ. μῶν οὖν ἐν ἐλάττονί τινι νῦν ἐσμεν ἀπορίᾳ περὶ τὸ ὄν;
异乡人:那么,我们现在关于存在的困惑,难道比那时要少一些吗?
ΘΕΑΙ. ἐμοὶ μέν, ὦ ξένε, εἰ δυνατὸν εἰπεῖν, ἐν πλείονι φαινόμεθα.
泰阿泰德:在我看来,客人,如果可以说得通的话,我们似乎陷入了更大的困惑之中。

词汇与语法注释

  1. 249aὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ ψυχὴν καὶ φρόνησιν ἦ ῥᾳδίως πεισθησόμεθα τῷ παντελῶς ὄντι μὴ παρεῖναι — 疑问小词 ἦ 引导一个带有否定预期的反问句。动词 πεισθησόμεθα(πείθω 的将来被动/中动体,“我们将相信”)带不定式结构 μὴ παρεῖναι(“并不存在”),与格短语 τῷ παντελῶς ὄν提(“那完全存在者”)充当该不定式的与格补足语。
  2. 249aἀλλὰ σεμνὸν καὶ ἅγιον, νοῦν οὐκ ἔχον, ἀκίνητον ἑστὸς εἶναι; — 不定式 εἶναι 与前面的 παρεῖναι、ζῆν 和 φρονεῖν 并列,同样受控于 πεισθησόμεθα。该不定式结构中省略的对格主语(指代“那完全存在者”)由一系列中性单数对格的谓词性形容词和分词修饰:σεμνὸν, ἅγιον, νοῦν οὐκ ἔχον, 以及 ἀκίνητον ἑστὸς(ἵστημι 的虚拟/完了活性分词)。
  3. 250bτρίτον ἄρα τι παρὰ ταῦτα τὸ ὂν ἐν τῇ ψυχῇ τιθείς — 现在分词 τιθείς(主格阳性单数)修饰主句动词 προσεῖπας 的主语。其直接宾语为 τὸ ὄν(“存在”),而短语 τρίτον τι ... παρὰ ταῦτα(“在这些之外作为第三种东西”)则充当宾语补足语(谓词性对格)。
  4. 250dεἰ γάρ τι μὴ κινεῖται, πῶς οὐχ ἕστηκεν; — 否定词 μή 与直陈语气动词 κινεῖται 连用,在条件句中表达一般的假设。该论据旨在指出一种逻辑上的荒谬:本来属于排他性二分关系的“运动”(κινεῖσθαι)和“静止”(ἑστάναι),其结论却将“存在”置于这两者之外。

引用这一段

柏拉图, 智者篇 §249-250. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:249-250

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。