Humanitext Reader

柏拉图 · 智者篇 §247-248

将存在定义为力量与对形相之友的考察

第 18 段,共 30 段 · 希腊语

内容简介

异乡人和泰阿泰德通过与唯物主义者的对话,将存在定义为“施加或承受作用的力量”。接着他们转向“形相之友”的观点,论证灵魂对实在的“认识”是否意味着实在承受了某种作用(从而发生运动)。

§247ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τί δέ;
异乡人:那么,这又怎么说?
ψυχὴν οὐ τὴν μὲν δικαίαν, τὴν δὲ ἄδικόν φασιν εἶναι, καὶ τὴν μὲν φρόνιμον, τὴν δὲ ἄφρονα;
他们难道不说,灵魂有的是正义的,有的是非正义的,有的是明智的,有的是愚蠢的吗?
ΘΕΑΙ. τί μήν;
泰阿泰德:怎么会不呢?
ΞΕ. ἀλλʼ οὐ δικαιοσύνης ἕξει καὶ παρουσίᾳ τοιαύτην αὐτῶν ἑκάστην γίγνεσθαι, καὶ τῶν ἐναντίων τὴν ἐναντίαν;
异乡人:然而,每一个灵魂之所以变成这样,难道不是通过占有和显现正义,而变成相反的则是由于其相反者吗?
ΘΕΑΙ. ναί, καὶ ταῦτα σύμφασιν.
泰阿泰德:是的,对此他们也同意。
ΞΕ. ἀλλὰ μὴν τό γε δυνατόν τῳ παραγίγνεσθαι καὶ ἀπογίγνεσθαι πάντως εἶναί τι φήσουσιν.
异乡人:但是,他们必定会说,那能够向某物显现、也能够从中消失的东西,完全是某种存在着的物。
ΘΕΑΙ. φασὶ μὲν οὖν.
泰阿泰德:确实如此。
ΞΕ. οὔσης οὖν δικαιοσύνης καὶ φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς καὶ τῶν ἐναντίων, καὶ δὴ καὶ ψυχῆς ἐν ᾗ ταῦτα ἐγγίγνεται, πότερον ὁρατὸν καὶ ἁπτὸν εἶναί φασί τι αὐτῶν ἢ πάντα ἀόρατα;
异乡人:那么,既然正义、明智以及其他德行,还有它们的相反者都存在,而且这些东西在其中产生的灵魂也存在,他们是说这些东西里有某些是看得见、摸得着的,还是全都是看不见的?
ΘΕΑΙ. σχεδὸν οὐδὲν τούτων γε ὁρατόν.
泰阿泰德:这些东西几乎没有一个是看得见的。
ΞΕ. τί δὲ τῶν τοιούτων; μῶν σῶμά τι λέγουσιν ἴσχειν;
异乡人:那么对于这类东西,他们难道说它们具有某种物体吗?
ΘΕΑΙ. τοῦτο οὐκέτι κατὰ ταὐτὰ ἀποκρίνονται πᾶν, ἀλλὰ τὴν μὲν ψυχὴν αὐτὴν δοκεῖν σφίσι σῶμά τι κεκτῆσθαι, φρόνησιν δὲ καὶ τῶν ἄλλων ἕκαστον ὧν ἠρώτηκας, αἰσχύνονται τὸ τολμᾶν ἢ μηδὲν τῶν ὄντων αὐτὰ ὁμολογεῖν ἢ πάντʼ εἶναι σώματα διισχυρίζεσθαι.
泰阿泰德:对此他们不再完全一致地回答了。 他们认为灵魂本身拥有某种物体,但至于明智以及你所问及的其他每一个事物,他们却羞于斗胆承认它们在存在者中什么都不是,或者羞于极力主张它们全都是物体。
ΞΕ. σαφῶς γὰρ ἡμῖν, ὦ Θεαίτητε, βελτίους γεγόνασιν ἇνδρες·
异乡人:泰阿泰德,显然这些人对我们来说已经变得“更好”了。
ἐπεὶ τούτων οὐδʼ ἂν ἓν ἐπαισχυνθεῖεν οἵ γε αὐτῶν σπαρτοί τε καὶ αὐτόχθονες, ἀλλὰ διατείνοιντʼ ἂν πᾶν ὃ μὴ δυνατοὶ ταῖς χερσὶ συμπιέζειν εἰσίν, ὡς ἄρα τοῦτο οὐδὲν τὸ παράπαν ἐστίν.
因为在他们之中,那些所谓的“播种者”和“土生土长者”,对于这些事是绝对不会感到羞愧的,相反,他们会坚持主张,凡是用双手无法捏碎的东西,根本就完全不存在。
ΘΕΑΙ. σχεδὸν οἷα διανοοῦνται λέγεις.
泰阿泰德:您所描述的几乎就是他们的想法。
ΞΕ. πάλιν τοίνυν ἀνερωτῶμεν αὐτούς·
异乡人:那么,让我们再次询问他们。
εἰ γάρ τι καὶ σμικρὸν ἐθέλουσι τῶν ὄντων συγχωρεῖν ἀσώματον, ἐξαρκεῖ.
因为如果他们愿意承认存在者中哪怕只有一小部分是无形体者,那就足够了。
τὸ γὰρ ἐπί τε τούτοις ἅμα καὶ ἐπʼ ἐκείνοις ὅσα ἔχει σῶμα συμφυὲς γεγονός, εἰς ὃ βλέποντες ἀμφότερα εἶναι λέγουσι, τοῦτο αὐτοῖς ῥητέον.
因为他们必须说明,那在这些无形体者与那些有形体者之中共同具有的某种本性是什么,他们正是看着它,才说这两者都是“存在”的。
τάχʼ οὖν ἴσως ἂν ἀποροῖεν·
那么,他们也许会陷入困惑。
εἰ δή τι τοιοῦτον πεπόνθασι, σκόπει, προτεινομένων ἡμῶν, ἆρʼ ἐθέλοιεν ἂν δέχεσθαι καὶ ὁμολογεῖν τοιόνδʼ εἶναι τὸ ὄν.
如果他们确实陷入了这种状态,请看,在我们提出建议时,他们是否愿意接受并承认存在是下面这样的。
ΘΕΑΙ. τὸ ποῖον δή;
泰阿泰德:是怎样的呢?
λέγε, καὶ τάχα εἰσόμεθα.
请说,我们很快就会知道。
ΞΕ. λέγω δὴ τὸ καὶ ὁποιανοῦν κεκτημένον δύναμιν εἴτʼ εἰς τὸ ποιεῖν ἕτερον ὁτιοῦν πεφυκὸς εἴτʼ εἰς τὸ παθεῖν καὶ σμικρότατον ὑπὸ τοῦ φαυλοτάτου, κἂν εἰ μόνον εἰς ἅπαξ, πᾶν τοῦτο ὄντως εἶναι·
异乡人:我是说,任何凡是拥有某种力量的事物,无论是其本性适合于对其他任何事物施加作用,还是其本性适合于承受作用,哪怕是来自最微不足道之物的最微小的作用,甚至仅仅只有一次,所有这些都是真正“存在”的。
τίθεμαι γὰρ ὅρον τὰ ὄντα ὡς ἔστιν οὐκ ἄλλο τι πλὴν δύναμις.
因为我给存在者确立的定义,不外乎就是力量。
ΘΕΑΙ. ἀλλʼ ἐπείπερ αὐτοί γε οὐκ ἔχουσιν ἐν τῷ παρόντι τούτου βέλτιον λέγειν, δέχονται τοῦτο.
泰阿泰德:然而,既然他们自己目前无法说出比这更好的定义,他们就会接受这个定义。
§248ΞΕ. καλῶς·
异乡人:好极了。
ἴσως γὰρ ἂν εἰς ὕστερον ἡμῖν τε καὶ τούτοις ἕτερον ἂν φανείη.
因为也许在以后,对我们和他们来说,还显现出别的定义。
πρὸς μὲν οὖν τούτους τοῦτο ἡμῖν ἐνταῦθα μενέτω συνομολογηθέν.
那么对他们来说,这件事情在目前就作为达成的共识保留在这里。
ΘΕΑΙ. μένει.
泰阿泰德:保留。
ΞΕ. πρὸς δὴ τοὺς ἑτέρους ἴωμεν, τοὺς τῶν εἰδῶν φίλους·
异乡人:那么让我们走向另一派,即“形相之友”。
σὺ δʼ ἡμῖν καὶ τὰ παρὰ τούτων ἀφερμήνευε.
请你也把从他们那里得到的话转述给我们。
ΘΕΑΙ. ταῦτʼ ἔσται.
泰阿泰德:就这么办。
ΞΕ. γένεσιν, τὴν δὲ οὐσίαν χωρίς που διελόμενοι λέγετε;
异乡人:你们是把“生成”和“实在”分开来论述的,对吧?
ἦ γάρ;
泰阿泰德:是的。
ΘΕΑΙ. ναί.
异乡人:并且你们说,我们通过身体凭借感觉与“生成”交接,通过灵魂凭借推论与“真正的实在”交接。
ΞΕ. καὶ σώματι μὲν ἡμᾶς γενέσει διʼ αἰσθήσεως κοινωνεῖν, διὰ λογισμοῦ δὲ ψυχῇ πρὸς τὴν ὄντως οὐσίαν, ἣν ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχειν φατέ, γένεσιν δὲ ἄλλοτε ἄλλως.
你们说实在总是以同样的方式保持原样,而生成则时而这样,时而那样。
ΘΕΑΙ. φαμὲν γὰρ οὖν.
泰阿泰德:我们确实是这样说的。
ΞΕ. τὸ δὲ δὴ κοινωνεῖν, ὦ πάντων ἄριστοι, τί τοῦθʼ ὑμᾶς ἐπʼ ἀμφοῖν λέγειν φῶμεν;
异乡人:但是,最优秀的人啊,对于这种“交接”,我们该说你们在两者身上指的是什么呢?
ἆρʼ οὐ τὸ νυνδὴ παρʼ ἡμῶν ῥηθέν;
难道不就是我们刚才所说的那种情况吗?
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:是哪种情况?
ΞΕ. πάθημα ἢ ποίημα ἐκ δυνάμεώς τινος ἀπὸ τῶν πρὸς ἄλληλα συνιόντων γιγνόμενον.
异乡人:这是一种由于彼此相遇之物的某种力量而产生的受动或施动。
τάχʼ οὖν, ὦ Θεαίτητε, αὐτῶν τὴν πρὸς ταῦτα ἀπόκρισιν σὺ μὲν οὐ κατακούεις, ἐγὼ δὲ ἴσως διὰ συνήθειαν.
泰阿泰德,也许你没有听到他们对此的回答,但我大概因为熟悉而听到了。
ΘΕΑΙ. τίνʼ οὖν δὴ λέγουσι λόγον;
泰阿泰德:那么他们到底说的是什么道理?
ΞΕ. οὐ συγχωροῦσιν ἡμῖν τὸ νυνδὴ ῥηθὲν πρὸς τοὺς γηγενεῖς οὐσίας πέρι.
异乡人:对于我们刚才对地生子就实在所作的规定,他们不同意。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:是哪一个规定?
ΞΕ. ἱκανὸν ἔθεμεν ὅρον που τῶν ὄντων, ὅταν τῳ παρῇ ἡ τοῦ πάσχειν ἢ δρᾶν καὶ πρὸς τὸ σμικρότατον δύναμις;
异乡人:我们不是已经把这确立为存在者的一个充分定义了吗:只要某物具有承受作用或施加作用的力量,哪怕是极微小的力量,它就存在?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. πρὸς δὴ ταῦτα τόδε λέγουσιν, ὅτι γενέσει μὲν μέτεστι τοῦ πάσχειν καὶ ποιεῖν δυνάμεως, πρὸς δὲ οὐσίαν τούτων οὐδετέρου τὴν δύναμιν ἁρμόττειν φασίν.
异乡人:对此他们回答说:生成确实分享了受动与施动的力量,但他们声称,这两者中任何一个的力量都不适合于实在。
ΘΕΑΙ. οὐκοῦν λέγουσί τι;
泰阿泰德:那么,他们说的也有几分道理?
ΞΕ. πρὸς ὅ γε λεκτέον ἡμῖν ὅτι δεόμεθα παρʼ αὐτῶν ἔτι πυθέσθαι σαφέστερον εἰ προσομολογοῦσι τὴν μὲν ψυχὴν γιγνώσκειν, τὴν δʼ οὐσίαν γιγνώσκεσθαι.
异乡人:对此我们必须对他们说,我们还需要向他们更清楚地了解:他们是否进一步同意,灵魂是去“认识”的,而实在是被“认识”的。
ΘΕΑΙ. φασὶ μὴν τοῦτό γε.
泰阿泰德:他们当然承认这一点。
ΞΕ. τί δέ;
异乡人:那么这又如何?
τὸ γιγνώσκειν ἢ τὸ γιγνώσκεσθαί φατε ποίημα ἢ πάθος ἢ ἀμφότερον;
你们说“认识”或“被认识”是施动、受动,还是两者兼有?
ἢ τὸ μὲν πάθημα, τὸ δὲ θάτερον;
或者其中一个是受动,另一个是相反的?
ἢ παντάπασιν οὐδέτερον οὐδετέρου τούτων μεταλαμβάνειν;
还是说完全两者都不分享其中的任何一个?
ΘΕΑΙ. δῆλον ὡς οὐδέτερον οὐδετέρου·
泰阿泰德:显然是两者都不分享任何一个。
τἀναντία γὰρ ἂν τοῖς ἔμπροσθεν λέγοιεν.
否则他们就会说出与前面相反的话了。
ΞΕ. μανθάνω·
异乡人:我明白了。
τόδε γε, ὡς τὸ γιγνώσκειν εἴπερ ἔσται ποιεῖν τι, τὸ γιγνωσκόμενον ἀναγκαῖον αὖ συμβαίνει πάσχειν.
但至少有一点:如果“认识”将是施加某种作用,那么其结果必定是被认识者相应地承受作用。
τὴν οὐσίαν δὴ κατὰ τὸν λόγον τοῦτον γιγνωσκομένην ὑπὸ τῆς γνώσεως, καθʼ ὅσον γιγνώσκεται, κατὰ τοσοῦτον κινεῖσθαι διὰ τὸ πάσχειν, ὃ δή φαμεν οὐκ ἂν γενέσθαι περὶ τὸ ἠρεμοῦν.
按照这个理路,实在既然被知识所认识,在其被认识的范围内,由于承受作用,它在同样程度上就会发生运动。
ΘΕΑΙ. ὀρθῶς.
而我们说过,这对于处于静止状态的东西是不可能发生的。 泰阿泰德:完全正确。

词汇与语法注释

  1. 247aδικαιοσύνης ἕξει καὶ παρουσίᾳ — ἕξει 与 παρουσίᾳ 为工具或原因与格,分别表示“通过占有”和“通过显现”。紧随其后的不定式 γίγνεσθαι 处于间接引语中,与主语 ἑκάστην αὐτῶν 构成宾格加不定式结构,受前文所述的 φασίν 支配。
  2. 247dτὸ γὰρ ἐπί τε τούτοις ἅμα καὶ ἐπʼ ἐκείνοις ὅσα ἔχει σῶμα συμφυὲς γεγονός — 分词短语 συμφυὲς γεγονός(生来具有者、共同具有者)在句中充当实质上的名词短语,作为 εἰς ὃ βλέποντες(看着它)中关系代词 ὅ 的先行词。介词短语 ἐπί τε τούτοις... καὶ ἐπʼ ἐκείνοις 表示范围,即“在这些与那些两者之中”。
  3. 247eὅρον τὰ ὄντα ὡς ἔστιν οὐκ ἄλλο τι πλὴν δύναμις — ὅρον(定义、界限)作动词 τίθεμαι 的宾语补足语,而 τὰ ὄντα 为直接宾语。ὡς ἔστιν 字面意为“它们如何存在”或“它们存在”。整句构建了柏拉图关于“存在不外乎是力量(δύναμις)”的著名定义。
  4. 248eὡς τὸ γιγνώσκειν εἴπερ ἔσται ποιεῖν τι, τὸ γιγνωσκόμενον ἀναγκαῖον αὖ συμβαίνει πάσχειν — 连词 ὡς 引导该从句,表明其为一个包含直陈语气条件句(εἴπερ ἔσται...)的客观陈述。动词 συμβαίνει 呈无人称用法(意为“结果是/势必发生”),不定式 πάσχειν 作其补足语。此句清晰地对照了“认识”这一施动作用(ποιεῖν)必然导致被认识者承受受动作用(πάσχειν)。

引用这一段

柏拉图, 智者篇 §247-248. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:247-248

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。