§245ΞΕ. ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δὴ πᾶν τε ὂν καὶ ὅλον ἓν εἶναι.
异乡人:然而,被分割之物在它的所有部分上都拥有“一”的属性,这并没有什么妨碍,因此在这个意义上,它既是万物也是全体,并且是“一”。
ΘΕΑΙ. τί δʼ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. τὸ δὲ πεπονθὸς ταῦτα ἆρʼ οὐκ ἀδύνατον αὐτό γε τὸ ἓν αὐτὸ εἶναι;
异乡人:那么,经受了这些属性之物,难道不可能就是那“一”本身吗?
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么说?
ΞΕ. ἀμερὲς δήπου δεῖ παντελῶς τό γε ἀληθῶς ἓν κατὰ τὸν ὀρθὸν λόγον εἰρῆσθαι.
异乡人:因为根据正确的理路,那真正为“一”者无疑必须被说成是完全没有部分的。
ΘΕΑΙ. δεῖ γὰρ οὖν.
泰阿泰德:确实必须如此。
ΞΕ. τὸ δέ γε τοιοῦτον ἐκ πολλῶν μερῶν ὂν οὐ συμφωνήσει τῷ λόγῳ.
异乡人:那么,由许多部分组成的这种东西,将与那个理路不相符合。
ΘΕΑΙ. μανθάνω.
泰阿泰德:我明白了。
ΞΕ. πότερον δὴ πάθος ἔχον τὸ ὂν τοῦ ἑνὸς οὕτως ἕν τε ἔσται καὶ ὅλον, ἢ παντάπασι μὴ λέγωμεν ὅλον εἶναι τὸ ὄν;
异乡人:那么,究竟是应该说存在通过拥有“一”的属性而以这种方式既是“一”又是全体,还是我们根本不应该说存在是全体?
ΘΕΑΙ. χαλεπὴν προβέβληκας αἵρεσιν.
泰阿泰德:您提出了一个困难的选择。
ΞΕ. ἀληθέστατα μέντοι λέγεις.
异乡人:你说得最真实不过。
πεπονθός τε γὰρ τὸ ὂν ἓν εἶναί πως οὐ ταὐτὸν ὂν τῷ ἑνὶ φανεῖται, καὶ πλέονα δὴ τὰ πάντα ἑνὸς ἔσται.
因为如果存在以某种方式经受了作为“一”,它就会显现为与“一”不同,从而万物也将多于“一”。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ μὴν ἐάν γε τὸ ὂν ᾖ μὴ ὅλον διὰ τὸ πεπονθέναι τὸ ὑπʼ ἐκείνου πάθος, ᾖ δὲ αὐτὸ τὸ ὅλον, ἐνδεὲς τὸ ὂν ἑαυτοῦ συμβαίνει.
异乡人:此外,如果存在因为经受了那来自它(一)的属性而不是全体,而全体本身却存在,那么存在结果就对自己有所亏欠。
ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:非常对。
ΞΕ. καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ἑαυτοῦ στερόμενον οὐκ ὂν ἔσται τὸ ὄν.
异乡人:而且按照这个理路,被剥夺了自身的存在将成为非存在。
ΘΕΑΙ. οὕτως.
泰阿泰德:确实如此。
ΞΕ. καὶ ἑνός γε αὖ πλείω τὰ πάντα γίγνεται, τοῦ τε ὄντος καὶ τοῦ ὅλου χωρὶς ἰδίαν ἑκατέρου φύσιν εἰληφότος.
异乡人:而且,由于存在与全体各自在彼此分离的情况下获得了属于自己的特有本性,万物就再次变得多于“一”了。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. μὴ ὄντος δέ γε τὸ παράπαν τοῦ ὅλου, ταὐτά τε ταῦτα ὑπάρχει τῷ ὄντι, καὶ πρὸς τῷ μὴ εἶναι μηδʼ ἂν γενέσθαι ποτὲ ὄν.
异乡人:而如果全体根本不存在,那么这些同样的问题不仅适用于存在,而且除了它不存在之外,它也将永远无法生成为存在。
ΘΕΑΙ. τί δή;
泰阿泰德:为什么呢?
ΞΕ. τὸ γενόμενον ἀεὶ γέγονεν ὅλον· ὥστε οὔτε οὐσίαν οὔτε γένεσιν ὡς οὖσαν δεῖ προσαγορεύειν τὸ ὅλον ἐν τοῖς οὖσι μὴ τιθέντα.
异乡人:因为生成之物总是作为全体而生成;因此,若不把全体置于存在者之中,就不能称实在或生成为存在。
ΘΕΑΙ. παντάπασιν ἔοικε ταῦθʼ οὕτως ἔχειν.
泰阿泰德:这似乎完全是这样。
ΞΕ. καὶ μὴν οὐδʼ ὁποσονοῦν τι δεῖ τὸ μὴ ὅλον εἶναι· ποσόν τι γὰρ ὄν, ὁπόσον ἂν ᾖ, τοσοῦτον ὅλον ἀναγκαῖον αὐτὸ εἶναι.
异乡人:而且,那不是全体的东西绝不能是任何数量;因为只要它是某种数量,无论该数量是多少,它都必须是对应于该数量的全体。
ΘΕΑΙ. κομιδῇ γε.
泰阿泰德:确实如此。
ΞΕ. καὶ τοίνυν ἄλλα μυρία ἀπεράντους ἀπορίας ἕκαστον εἰληφὸς φανεῖται τῷ τὸ ὂν εἴτε δύο τινὲ εἴτε ἓν μόνον εἶναι λέγοντι.
异乡人:因此,对于主张存在是某种两个东西、或者仅仅是一个东西的人来说,无数其它的事情,每一件都会显现为带有无穷无尽的困惑。
ΘΕΑΙ. δηλοῖ σχεδὸν καὶ τὰ νῦν ὑποφαίνοντα· συνάπτεται γὰρ ἕτερον ἐξ ἄλλου, μείζω καὶ χαλεπωτέραν φέρον περὶ τῶν ἔμπροσθεν ἀεὶ ῥηθέντων πλάνην.
泰阿泰德:现在隐约显现出来的情况也差不多说明了这一点;因为一件事接着一件事地联结起来,对前面一再谈到的问题带来了越来越大、越来越困难的迷茫。
§246ΞΕ. τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μή, πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δὲ ἱκανῶς ἐχέτω·
异乡人:那么,对于那些对存在和非存在进行精确探讨的人,我们虽然没有全部列举,但也已经足够了。
τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵνʼ ἐκ πάντων ἴδωμεν ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅτι ποτʼ ἔστιν.
现在我们又必须去观察那些以不同方式论述的人,以便从所有人那里看清,阐明存在究竟是什么,并不比阐明非存在容易半分。
ΘΕΑΙ. οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους.
泰阿泰德:那么我们也应该走向这些人。
ΞΕ. καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους.
异乡人:确实,在他们之中似乎由于彼此对实在的争执而发生着某种“巨人之战”。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么说?
ΞΕ. οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες.
异乡人:有人把一切事物都从天界和无形世界拖曳到地面,简直是用双手紧紧抱住石头和橡树。
τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτο εἶναι μόνον ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, τῶν δὲ ἄλλων εἴ τίς τι φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν.
因为他们通过接触所有这些东西,断言只有那些能提供某种阻力和触觉的东西才是存在的,他们把物体和实在定义为同一个东西;而对于其他事物,如果有人说有某种不具物体而存在的东西,他们就会彻底蔑视,根本不肯听取别的话。
ΘΕΑΙ. ἦ δεινοὺς εἴρηκας ἄνδρας· ἤδη γὰρ καὶ ἐγὼ τούτων συχνοῖς προσέτυχον.
泰阿泰德:您说的真是一些可怕的人;因为我也已经遇到过不少这样的人了。
ΞΕ. τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι·
异乡人:因此,与他们论争的人便极为谨慎地从上方无形世界的某处进行防守,极力坚称某些理智所能把握且无形体的形相才是真正的实在。
τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπʼ αὐτῶν ἀλήθειαν κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντʼ οὐσίας φερομένην τινὰ προσαγορεύουσιν.
而对于那些人的物体以及他们所谓的真理,他们在论辩中将其粉碎成细小的碎片,称其为某种流动不居的生成而非实在。
ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, ὦ Θεαίτητε, ἀεὶ συνέστηκεν.
在这两派之间,泰阿泰德,关于这些问题的一场无休止的庞大战役一直在持续着。
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:确实如此。
ΞΕ. παρʼ ἀμφοῖν τοίνυν τοῖν γενοῖν κατὰ μέρος λάβωμεν λόγον ὑπὲρ ἧς τίθενται τῆς οὐσίας.
异乡人:因此,让我们轮流从这两派那里,听取他们关于自己所确立的实在的说法。
ΘΕΑΙ. πῶς οὖν δὴ ληψόμεθα;
泰阿泰德:那么我们到底该怎么听取呢?
ΞΕ. παρὰ μὲν τῶν ἐν εἴδεσιν αὐτὴν τιθεμένων ῥᾷον, ἡμερώτεροι γάρ· παρὰ δὲ τῶν εἰς σῶμα πάντα ἑλκόντων βίᾳ χαλεπώτερον, ἴσως δὲ καὶ σχεδὸν ἀδύνατον.
异乡人:从那些将实在确立在形相之中的人那里听取要容易些,因为他们更温和;但从那些强行把一切都拖进物体里的人那里,就要困难得多,甚至也许几乎是不可能的。
ἀλλʼ ὧδέ μοι δεῖν δοκεῖ περὶ αὐτῶν δρᾶν.
不过,对于他们,我觉得我们应该这样去做。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么做?
ΞΕ. μάλιστα μέν, εἴ πῃ δυνατὸν ἦν, ἔργῳ βελτίους αὐτοὺς ποιεῖν· εἰ δὲ τοῦτο μὴ ἐγχωρεῖ, λόγῳ ποιῶμεν, ὑποτιθέμενοι νομιμώτερον αὐτοὺς ἢ νῦν ἐθέλοντας ἂν ἀποκρίνασθαι.
异乡人:最理想的,如果有可能的话,是在事实上使他们变得更好;但如果这行不通,我们就用言论来使他们变好,假定他们会比现在更合乎规矩地愿意做出回答。
τὸ γὰρ ὁμολογηθὲν παρὰ βελτιόνων που κυριώτερον ἢ τὸ παρὰ χειρόνων· ἡμεῖς δὲ οὐ τούτων φροντίζομεν, ἀλλὰ τἀληθὲς ζητοῦμεν.
因为,由较好的人所同意的事无疑比由较差的人所同意的事更具有效力;不过我们关心的不是他们,而是寻求真理。
ΘΕΑΙ. ὀρθότατα.
泰阿泰德:非常正确。
ΞΕ. κέλευε δὴ τοὺς βελτίους γεγονότας ἀποκρίνασθαί σοι, καὶ τὸ λεχθὲν παρʼ αὐτῶν ἀφερμήνευε.
异乡人:那么,请吩咐那些变得更好的人回答你,并把他们所说的话转述出来。
ΘΕΑΙ. ταῦτʼ ἔσται.
泰阿泰德:就这么办。
ΞΕ. λεγόντων δὴ θνητὸν ζῷον εἴ φασιν εἶναί τι.
异乡人:那么让他们说吧,他们是否说存在某种“凡俗的生物”。
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. τοῦτο δὲ οὐ σῶμα ἔμψυχον ὁμολογοῦσιν;
异乡人:而他们难道不同意这就是一个有灵魂的物体吗?
ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:非常同意。
ΞΕ. τιθέντες τι τῶν ὄντων ψυχήν;
异乡人:并且将灵魂确立为存在者之中的某种东西?