Humanitext Reader

柏拉图 · 智者篇 §244

对一元论的考察以及关于名称与全体的难题

第 16 段,共 30 段 · 希腊语

内容简介

异乡人结束了对多元论者的论证,转而考察主张唯有“一”存在的一元论者。他针对一元论中“名字”与“存在”等同所产生的矛盾,以及基于巴门尼德描述的“全体”与“部分”的逻辑推论提出质疑。

§244ΞΕ. ἀλλʼ, ὦ φίλοι, φήσομεν, κἂν οὕτω τὰ δύο λέγοιτʼ ἂν σαφέστατα ἕν.
异乡人:“但是,朋友们,”我们要说,“即使这样,那两者也将最显然地被称为‘一’了。
ΘΕΑΙ. ὀρθότατα εἴρηκας.
” 泰阿泰德:您说得非常对。
ΞΕ. ἐπειδὴ τοίνυν ἡμεῖς ἠπορήκαμεν, ὑμεῖς αὐτὰ ἡμῖν ἐμφανίζετε ἱκανῶς, τί ποτε βούλεσθε σημαίνειν ὁπόταν ὂν φθέγγησθε.
异乡人:既然我们现在陷入了困惑,那就请你们自己向我们充分表明,每当你们说出‘存在’时,究竟想要表达什么意思。
δῆλον γὰρ ὡς ὑμεῖς μὲν ταῦτα πάλαι γιγνώσκετε, ἡμεῖς δὲ πρὸ τοῦ μὲν ᾠόμεθα, νῦν δʼ ἠπορήκαμεν.
因为很明显,你们早就知道这些,而我们以前以为自己知道,现在却陷入了困惑。
διδάσκετε οὖν πρῶτον τοῦτʼ αὐτὸ ἡμᾶς, ἵνα μὴ δοξάζωμεν μανθάνειν μὲν τὰ λεγόμενα παρʼ ὑμῶν, τὸ δὲ τούτου γίγνηται πᾶν τοὐναντίον.
因此,请首先把这件事情教给我们,免得我们以为自己理解了你们所说的话,而事实却完全相反。
ταῦτα δὴ λέγοντές τε καὶ ἀξιοῦντες παρά τε τούτων καὶ παρὰ τῶν ἄλλων ὅσοι πλεῖον ἑνὸς λέγουσι τὸ πᾶν εἶναι, μῶν, ὦ παῖ, τὶ πλημμελήσομεν;
我们对这些人,以及其他所有主张万物多于一个的人,说这些话并提出这些要求,孩子,我们难道会犯什么错误吗?
ΘΕΑΙ. ἥκιστά γε.
泰阿泰德:绝不会。
ΞΕ. τί δέ;
异乡人:那么又如何呢?
παρὰ τῶν ἓν τὸ πᾶν λεγόντων ἆρʼ οὐ πευστέον εἰς δύναμιν τί ποτε λέγουσι τὸ ὄν;
对于那些主张万物为‘一’的人,我们难道不该尽力去探问,他们究竟把‘存在’说成是什么吗?
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么能不呢?
ΞΕ. τόδε τοίνυν ἀποκρινέσθων. ἕν πού φατε μόνον εἶναι;
异乡人:那么让他们回答这个问题:“你们说实际上只有一个是存在的,对吗?
— φαμὲν γάρ, φήσουσιν.
”——“是的,我们是这样说的,”他们会这样回答。
ἦ γάρ;
不是吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τί δέ;
异乡人:那么又如何?
ὂν καλεῖτέ τι;
你们把某种东西称为‘存在’吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. πότερον ὅπερ ἕν, ἐπὶ τῷ αὐτῷ προσχρώμενοι δυοῖν ὀνόμασιν, ἢ πῶς;
异乡人:它是那同一个‘一’,即对同一事物重复使用两个名字,还是怎样呢?
ΘΕΑΙ. τίς οὖν αὐτοῖς ἡ μετὰ τοῦτʼ, ὦ ξένε, ἀπόκρισις;
泰阿泰德:异乡人啊,在这之后他们会怎么回答呢?
ΞΕ. δῆλον, ὦ Θεαίτητε, ὅτι τῷ ταύτην τὴν ὑπόθεσιν ὑποθεμένῳ πρὸς τὸ νῦν ἐρωτηθὲν καὶ πρὸς ἄλλο δὲ ὁτιοῦν οὐ πάντων ῥᾷστον ἀποκρίνασθαι.
异乡人:泰阿泰德,很明显,对于确立了这一假设的人来说,要回答现在的问题,或者回答其他任何问题,都不是最容易的事。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么说?
ΞΕ. τό τε δύο ὀνόματα ὁμολογεῖν εἶναι μηδὲν θέμενον πλὴν ἓν καταγέλαστόν που.
异乡人:因为,在设定除了‘一’之外什么都没有的情况下,却承认有两个名字存在,这无疑是荒谬的。
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. καὶ τὸ παράπαν γε ἀποδέχεσθαί του λέγοντος ὡς ἔστιν ὄνομά τι, λόγον οὐκ ἂν ἔχον.
异乡人:而且,根本接受别人所说的‘存在着某种名字’,这也是不合情理的。
ΘΕΑΙ. πῇ;
泰阿泰德:怎么说?
ΞΕ. τιθείς τε τοὔνομα τοῦ πράγματος ἕτερον δύο λέγει πού τινε.
异乡人:因为,如果把名字设为与事物不同的东西,他就无疑是在说两个东西了。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ μὴν ἂν ταὐτόν γε αὐτῷ τιθῇ τοὔνομα, ἢ μηδενὸς ὄνομα ἀναγκασθήσεται λέγειν, εἰ δέ τινος αὐτὸ φήσει, συμβήσεται τὸ ὄνομα ὀνόματος ὄνομα μόνον, ἄλλου δὲ οὐδενὸς ὄν.
异乡人:而且,如果把名字设为与它(事物)相同,他将不得不说它是‘无物之名’,或者如果他说它是某种东西的名字,结果将是这个名字只是‘名字的名字’,而不是其他任何东西的名字。
ΘΕΑΙ. οὕτως.
泰阿泰德:确实如此。
ΞΕ. καὶ τὸ ἕν γε, ἑνὸς ὄνομα ὂν καὶ τοῦ ὀνόματος αὖ τὸ ἓν ὄν.
异乡人:而且‘一’也将是一的名字,而‘一’本身反过来又将是这个名字的名字。
ΘΕΑΙ. ἀνάγκη.
泰阿泰德:必然如此。
ΞΕ. τί δέ;
异乡人:那么又如何?
τὸ ὅλον ἕτερον τοῦ ὄντος ἑνὸς ἢ ταὐτὸν φήσουσι τούτῳ;
他们会说‘全体’与那‘存在的一’是不同的,还是与它相同的呢?
ΘΕΑΙ. πῶς γὰρ οὐ φήσουσί τε καὶ φασίν;
泰阿泰德:他们怎么会不这么说,而且实际上也正是这么说的呢?
ΞΕ. εἰ τοίνυν ὅλον ἐστίν, ὥσπερ καὶ Παρμενίδης λέγει, " πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντῃ·
异乡人:那么,如果它是全体,正如巴门尼德所说: ‘四面八方就像一个圆满球体的体积,从中心向各方均等平衡;因为绝不能在这边或那边有什么更大或更小的。
τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῇ ἢ τῇ, " τοιοῦτόν γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ ἔχον πᾶσα ἀνάγκη μέρη ἔχειν·
’ 既然‘存在’是这样的东西,它就拥有中心和边缘;而拥有了这些,它就绝对有必要拥有部分。
ἢ πῶς;
不是吗?
ΘΕΑΙ. οὕτως.
泰阿泰德:确实如此。

词汇与语法注释

  1. 244aκἂν οὕτω τὰ δύο λέγοιτʼ ἂν σαφέστατα ἕν — 连词 `κἄν`(`καὶ ἐάν` 的缩合)在此表示让步假设(“即使如此”)。主句的 `λέγοιτʼ 沿`(希求法+`ἄν`)表示潜在语气(“将可以被说成”),指如果多元论者将他们设定的两种原理(如热与冷)都称为“存在”,那么这两者最终将不可避免地被等同为“一”,从而陷入一元论。

引用这一段

柏拉图, 智者篇 §244. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:244

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。