Humanitext Reader

柏拉图 · 智者篇 §222-223

将智者定义为猎取富裕青年的初次定义

第 4 段,共 30 段 · 希腊语

内容简介

异乡人和泰阿泰德将针对人类的陆地狩猎分为暴力狩猎和说服术,并将后者进一步分类为爱欲术、奉承术和智者术,从而得出了智者的第一个定义(即针对富裕青年的猎手)。随后,他们开始从获得术的另一个分支“交换术”的角度探讨智者新的定义。

§222ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:确实如此。
ΞΕ. μέχρι μὲν τοίνυν ἐνταῦθα ὁ σοφιστὴς καὶ ἀσπαλιευτὴς ἅμα ἀπὸ τῆς κτητικῆς τέχνης πορεύεσθον.
异乡人:那么,到此为止,智者和钓鱼人是一起从获得术出发前进的。
ΘΕΑΙ. ἐοίκατον γοῦν.
泰阿泰德:看来确实如此。
ΞΕ. ἐκτρέπεσθον δέ γε ἀπὸ τῆς ζῳοθηρικῆς, ὁ μὲν ἐπὶ θάλαττάν που καὶ ποταμοὺς καὶ λίμνας, τὰ ἐν τούτοις ζῷα θηρευσόμενος.
异乡人:但他们从动物狩猎术分道扬镳,一方向着大海、河流和湖泊,去捕猎其中的动物。
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΞΕ. ὁ δέ γε ἐπὶ γῆν καὶ ποταμοὺς ἑτέρους αὖ τινας, πλούτου καὶ νεότητος οἷον λειμῶνας ἀφθόνους, τἀν τούτοις θρέμματα χειρωσόμενος.
异乡人:而另一方则向着陆地,以及其他某些河流——就像是财富和青春的丰饶草场,去征服其中的豢养之物。
ΘΕΑΙ. πῶς λέγεις;
泰阿泰德:你是什么意思?
ΞΕ. τῆς πεζῆς θήρας γίγνεσθον δύο μεγίστω τινὲ μέρει.
异乡人:陆地狩猎形成了两个极大的部分。
ΘΕΑΙ. ποῖον ἑκάτερον;
泰阿泰德:每一个是怎样的?
ΞΕ. τὸ μὲν τῶν ἡμέρων, τὸ δὲ τῶν ἀγρίων.
异乡人:一是对驯化之物的,一是对野生之物的。
ΘΕΑΙ. εἶτʼ ἔστι τις θήρα τῶν ἡμέρων;
泰阿泰德:那么,难道还有对驯化之物的狩猎吗?
ΞΕ. εἴπερ γέ ἐστιν ἄνθρωπος ἥμερον ζῷον.
异乡人:如果人确实是驯化动物的话。
θὲς δὲ ὅπῃ χαίρεις, εἴτε μηδὲν τιθεὶς ἥμερον, εἴτε ἄλλο μὲν ἥμερόν τι, τὸν δὲ ἄνθρωπον ἄγριον, εἴτε ἥμερον μὲν λέγεις αὖ τὸν ἄνθρωπον, ἀνθρώπων δὲ μηδεμίαν ἡγῇ θήραν·
但你随你怎么设定都行:要么不设定任何东西为驯化的;要么设定别的某种东西是驯化的而人是野生的;或者你虽说人是驯化的,却认为不存在对人的任何狩猎。
τούτων ὁπότερʼ ἂν ἡγῇ φίλον εἰρῆσθαί σοι, τοῦτο ἡμῖν διόρισον.
在这些说法中,无论你认为哪一个符合你的心意,请为我们界定。
ΘΕΑΙ. ἀλλʼ ἡμᾶς τε ἥμερον, ὦ ξένε, ἡγοῦμαι ζῷον, θήραν τε ἀνθρώπων εἶναι λέγω.
泰阿泰德:不,异乡人,我认为我们是驯化的动物,而且我也说存在对人的狩猎。
ΞΕ. διττὴν τοίνυν καὶ τὴν ἡμεροθηρικὴν εἴπωμεν.
异乡人:那么,我们也说对驯化动物的狩猎是双重的吧。
ΘΕΑΙ. κατὰ τί λέγοντες;
泰阿泰德:这是根据什么来说的?
ΞΕ. τὴν μὲν λῃστικὴν καὶ ἀνδραποδιστικὴν καὶ τυραννικὴν καὶ σύμπασαν τὴν πολεμικήν, ἓν πάντα, βίαιον θήραν, ὁρισάμενοι.
异乡人:将海盗活动、奴役活动、僭主统治以及所有战争行为,合而为一,界定为“暴力狩猎”。
ΘΕΑΙ. καλῶς.
泰阿泰德:很好。
ΞΕ. τὴν δέ γε δικανικὴν καὶ δημηγορικὴν καὶ προσομιλητικήν, ἓν αὖ τὸ σύνολον, πιθανουργικήν τινα μίαν τέχνην προσειπόντες.
异乡人:而将司法诉讼、民众演说和日常交往,整体上再次合而为一,称为某种单一的“说服术”。
ΘΕΑΙ. ὀρθῶς.
泰阿泰德:正确。
ΞΕ. τῆς δὴ πιθανουργικῆς διττὰ λέγωμεν γένη.
异乡人:那么,让我们说出说服术的两种类型。
ΘΕΑΙ. ποῖα;
泰阿泰德:哪两种?
ΞΕ. τὸ μὲν ἕτερον ἰδίᾳ, τὸ δὲ δημοσίᾳ γιγνόμενον.
异乡人:一种在私下进行,另一种在公共场合进行。
ΘΕΑΙ. γίγνεσθον γὰρ οὖν εἶδος ἑκάτερον.
泰阿泰德:确实,这二者各自构成一种类型。
ΞΕ. οὐκοῦν αὖ τῆς ἰδιοθηρευτικῆς τὸ μὲν μισθαρνητικόν ἐστιν, τὸ δὲ δωροφορικόν;
异乡人:那么,在私下猎捕中,不就是一部分是赚取报酬的,另一部分是赠送礼物的吗?
ΘΕΑΙ. οὐ μανθάνω.
泰阿泰德:我不明白。
ΞΕ. τῇ τῶν ἐρώντων θήρᾳ τὸν νοῦν, ὡς ἔοικας, οὔπω προσέσχες.
异乡人:看来你还没有注意到恋爱者的猎捕。
ΘΕΑΙ. τοῦ πέρι;
泰阿泰德:关于什么?
ΞΕ. ὅτι τοῖς θηρευθεῖσι δῶρα προσεπιδιδόασιν.
异乡人:因为他们甚至会给被猎捕的对象额外赠送礼物。
ΘΕΑΙ. ἀληθέστατα λέγεις.
泰阿泰德:你说的极其真实。
ΞΕ. τοῦτο μὲν τοίνυν ἐρωτικῆς τέχνης ἔστω εἶδος.
异乡人:那么,这一种就作为爱欲之术的一个类型吧。
ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:好的。
§223ΞΕ. τοῦ δέ γε μισθαρνητικοῦ τὸ μὲν προσομιλοῦν διὰ χάριτος καὶ παντάπασι διʼ ἡδονῆς τὸ δέλεαρ πεποιημένον καὶ τὸν μισθὸν πραττόμενον τροφὴν ἑαυτῷ μόνον κολακικήν, ὡς ἐγᾦμαι, πάντες φαῖμεν ἂν ἢ ἡδυντικήν τινα τέχνην εἶναι.
异乡人:至于赚取报酬的那部分,其中通过讨好来进行交往、完全以快乐为诱饵、并且收取报酬作为自己生存之资的,我想我们大家都会说,这要么是奉承术,要么是某种取悦术。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. τὸ δὲ ἐπαγγελλόμενον μὲν ὡς ἀρετῆς ἕνεκα τὰς ὁμιλίας ποιούμενον, μισθὸν δὲ νόμισμα πραττόμενον, ἆρα οὐ τοῦτο τὸ γένος ἑτέρῳ προσειπεῖν ἄξιον ὀνόματι;
异乡人:而那宣称是为了美德而进行交往,却收取现金作为报酬的,难道这一类型不值得用另一个名字来命名吗?
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. τίνι δὴ τούτῳ;
异乡人:那究竟是什么名字?
πειρῶ λέγειν.
试着说说看。
ΘΕΑΙ. δῆλον δή·
泰阿泰德:这显然很清楚;因为我觉得我们已经找到了智者。
τὸν γὰρ σοφιστήν μοι δοκοῦμεν ἀνηυρηκέναι. τοῦτʼ οὖν ἔγωγε εἰπὼν τὸ προσῆκον ὄνομʼ ἂν ἡγοῦμαι καλεῖν αὐτόν.
所以,我说出这个词,我认为就是用最贴切的名字来称呼他。
ΞΕ. κατὰ δὴ τὸν νῦν, ὦ Θεαίτητε, λόγον, ὡς ἔοικεν, ἡ τέχνης οἰκειωτικῆς, χειρωτικῆς, θηρευτικῆς, ζῳοθηρίας, χερσαίας, ἀνθρωποθηρίας, πιθανοθηρίας, ἰδιοθηρίας, νομισματοπωλικῆς, δοξοπαιδευτικῆς, νέων πλουσίων καὶ ἐνδόξων γιγνομένη θήρα προσρητέον, ὡς ὁ νῦν λόγος ἡμῖν συμβαίνει, σοφιστική.
异乡人:那么泰阿泰德,根据现在的讨论,看来对于这种技术——它属于据为己有术、征服术、狩猎术、动物狩猎术、陆地狩猎术、人身狩猎术、说服狩猎术、私下狩猎术、现金贩卖术、虚名教育术,并且是对富裕而著名的青年进行的猎捕——正如我们现在的讨论所表明的,必须称之为“智者术”。
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:完全正确。
ΞΕ. ἔτι δὲ καὶ τῇδε ἴδωμεν· οὐ γάρ τι φαύλης μέτοχόν ἐστι τέχνης τὸ νῦν ζητούμενον, ἀλλʼ εὖ μάλα ποικίλης.
异乡人:但我们还要从这个方向来看:因为现在所探求的对象所分有的并非微不足道的简单技术,而是非常复杂多样的技术。
καὶ γὰρ οὖν ἐν τοῖς πρόσθεν εἰρημένοις φάντασμα παρέχεται μὴ τοῦτο ὃ νῦν αὐτὸ ἡμεῖς φαμεν ἀλλʼ ἕτερον εἶναί τι γένος.
因为在之前所说的话中,它也呈现出一种并非我们现在所说的这一个、而是另外某个种类的幻象。
ΘΕΑΙ. πῇ δή;
泰阿泰德:究竟如何呢?
ΞΕ. τὸ τῆς κτητικῆς τέχνης διπλοῦν ἦν εἶδός που, τὸ μὲν θηρευτικὸν μέρος ἔχον, τὸ δὲ ἀλλακτικόν.
异乡人:获得术的类型想必是双重的,一部分包含狩猎,另一部分包含交换。
ΘΕΑΙ. ἦν γὰρ οὖν.
泰阿泰德:确实如此。
ΞΕ. τῆς τοίνυν ἀλλακτικῆς δύο εἴδη λέγωμεν, τὸ μὲν δωρητικόν, τὸ δὲ ἕτερον ἀγοραστικόν;
异乡人:那么,让我们说出交换术的两个种类:一个是赠予的,另一个是贸易买卖的?
ΘΕΑΙ. εἰρήσθω.
泰阿泰德:就这样说吧。
ΞΕ. καὶ μὴν αὖ φήσομεν ἀγοραστικὴν διχῇ τέμνεσθαι.
异乡人:而且我们还要说,贸易买卖术可一分为二。
ΘΕΑΙ. πῇ;
泰阿泰德:怎么分?
ΞΕ. τὴν μὲν τῶν αὐτουργῶν αὐτοπωλικὴν διαιρουμένην, τὴν δὲ τὰ ἀλλότρια ἔργα μεταβαλλομένην μεταβλητικήν.
异乡人:一种是生产者自己售卖的自产自销术,另一种是转手他人制品的转卖术。
ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:确实如此。
ΞΕ. τί δέ; τῆς μεταβλητικῆς οὐχ ἡ μὲν κατὰ πόλιν ἀλλαγή, σχεδὸν αὐτῆς ἥμισυ μέρος ὄν, καπηλικὴ προσαγορεύεται;
异乡人:那么,在转卖术中,那种在城市内部进行的交换——几乎占了它的一半,不是被称为零售业吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τὸ δέ γε ἐξ ἄλλης εἰς ἄλλην πόλιν διαλλάττον ὠνῇ καὶ πράσει ἐμπορική;
异乡人:而那种通过买卖在城市与城市之间进行交换的,不是被称为批发贸易业吗?
ΘΕΑΙ. τί δʼ οὔ;
泰阿泰德:怎么会不是呢?
ΞΕ. τῆς δʼ ἐμπορικῆς ἆρʼ οὐκ ᾐσθήμεθα ὅτι τὸ μὲν ὅσοις τὸ σῶμα τρέφεται καὶ χρῆται, τὸ δὲ ὅσοις ἡ ψυχή, πωλοῦν διὰ νομίσματος ἀλλάττεται;
异乡人:在批发贸易业中,我们难道没有注意到,一部分是通过货币售卖交换使身体得以营养和使用的东西,另一部分则是使灵魂得以营养和使用的东西吗?
ΘΕΑΙ. πῶς τοῦτο λέγεις;
泰阿泰德:你这是什么意思?
ΞΕ. τὸ περὶ τὴν ψυχὴν ἴσως ἀγνοοῦμεν, ἐπεὶ τό γε ἕτερόν που συνίεμεν.
异乡人:关于灵魂的那部分我们也许不甚明了,而至于另一部分,我们大概是懂得的。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。

词汇与语法注释

  1. 222aπλούτου καὶ νεότητος οἷον λειμῶνας ἀφθόνους — 意为“走向财富与青春这般丰饶的草场”。属格 `πλούτου καὶ νεότητος` 用作修饰 `λειμῶνας`(草场)的同位语或比喻性属格,将智者关注的对象(富裕的青年)生动地比作肥沃的猎场。
  2. 222cὁρισάμενοι / προσειπόντες — 这两个主格复数分词(`ὁρισάμενοι` 和 `προσειπόντες`)与前句中主句动词 `εἴπωμεν`(“让我们说”,第一人称复数)的主语一致,分别表示手段或方式(“通过界定……”、“通过称呼……”)。在句法骨架上,它们描述了将“人身狩猎”划分为两个分支(暴力狩猎与说服术)的具体过程。
  3. 223bἡ τέχνης οἰκειωτικῆς... γιγνομένη θήρα — 这是一个极其复杂的名词短语,其核心结构是 `ἡ ... γιγνομένη θήρα`(“成为……的猎捕”)。在此期间,之前确立的各级技术划分均以一连串属格(`τέχνης οἰκειωτικῆς, χειρωτικῆς...`)的形式嵌入,以限定该狩猎的性质。最后的 `νέων πλουσίων καὶ ἐνδόξων`(富裕且著名的青年)则是宾格性属格,表示该猎捕的对象。
  4. 223eτὸ μὲν ὅσοις τὸ σῶμα τρέφεται καὶ χρῆται — 关系代名词 `ὅσοις`(中性复数与格)包含了省略的先行词(“那些……之物”)。采用与格是因为它同时受被动语态的 `τρέφεται`(表示手段的与格,“由……滋养”)和动词 `χρῆται`(支配与格,“使用……”)的支配。这简洁地表达了“身体赖以滋养和使用的那些事物”。

引用这一段

柏拉图, 智者篇 §222-223. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:222-223

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。