Humanitext Reader

柏拉图 · 智者篇 §220-221

钓鱼术的最终定义与对智者的探讨

第 3 段,共 30 段 · 希腊语

内容简介

异乡人和泰阿泰德继续对“获得术”进行细分,最终得出了“钓鱼术”的精确定义。随后,他们准备将这一分类方法应用于定义与钓鱼人具有亲属关系的“智者”。

§220ΞΕ. πῶς δὲ οὐκ ἔστον;
异乡人:怎么会不存在呢?
καὶ δεῖ γε ἡμᾶς τὸ μὲν τῶν ἀψύχων, ἀνώνυμον ὂν πλὴν κατʼ ἔνια τῆς κολυμβητικῆς ἄττα μέρη καὶ τοιαῦτʼ ἄλλα βραχέα, χαίρειν ἐᾶσαι, τὸ δέ, τῶν ἐμψύχων ζῴων οὖσαν θήραν, προσειπεῖν ζῳοθηρικήν.
对于无生物的狩猎,除了潜水术的某些部分以及其他类似的少数几处之外,并没有名字,因此我们必须随它去,而把另一部分,即对有生命动物的猎捕,称为动物狩猎术。
ΘΕΑΙ. ἔστω.
泰阿泰德:好的。
ΞΕ. ζῳοθηρικῆς δὲ ἆρʼ οὐ διπλοῦν εἶδος ἂν λέγοιτο ἐν δίκῃ, τὸ μὲν πεζοῦ γένους, πολλοῖς εἴδεσι καὶ ὀνόμασι διῃρημένον, πεζοθηρικόν, τὸ δʼ ἕτερον νευστικοῦ ζῴου πᾶν ἐνυγροθηρικόν;
异乡人:那么,动物狩猎术难道不应该被正当地称为有两种类型吗? 一种是对陆地动物的,分为许多种类和名称,称为陆地狩猎术;另一种是对游水动物的整体,称为水栖狩猎术?
ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:完全正确。
ΞΕ. νευστικοῦ μὴν τὸ μὲν πτηνὸν φῦλον ὁρῶμεν, τὸ δὲ ἔνυδρον;
异乡人:在游水之物中,我们难道看不到一种是飞禽类,另一种是水生类吗?
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. καὶ τοῦ πτηνοῦ μὴν γένους πᾶσα ἡμῖν ἡ θήρα λέγεταί πού τις ὀρνιθευτική.
异乡人:而对飞禽类的全部猎捕,在我们这里大概都会被称为某种捕鸟术吧?
ΘΕΑΙ. λέγεται γὰρ οὖν.
泰阿泰德:确实是这么叫的。
ΞΕ. τοῦ δὲ ἐνύδρου σχεδὸν τὸ σύνολον ἁλιευτική.
异乡人:而对水生类的猎捕,其整体大致就是捕鱼术了?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τί δέ; ταύτην αὖ τὴν θήραν ἆρʼ οὐκ ἂν κατὰ μέγιστα μέρη δύο διέλοιμεν;
异乡人:那么,我们难道不能把这种猎捕再分为两个最大的部分吗?
ΘΕΑΙ. κατὰ ποῖα;
泰阿泰德:分成什么样的部分?
ΞΕ. καθʼ ἃ τὸ μὲν ἕρκεσιν αὐτόθεν ποιεῖται τὴν θήραν, τὸ δὲ πληγῇ.
异乡人:按照其中一种是直接用围网进行猎捕,而另一种则是用打击来进行。
ΘΕΑΙ. πῶς λέγεις, καὶ πῇ διαιρούμενος ἑκάτερον;
泰阿泰德:你是什么意思,又是如何区分这两者的?
ΞΕ. τὸ μέν, ὅτι πᾶν ὅσον ἂν ἕνεκα κωλύσεως εἴργῃ τι περιέχον, ἕρκος εἰκὸς ὀνομάζειν.
异乡人:其一是因为,凡是为了阻拦而包围并关住某物的东西,都可以很合理地被称为围网。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:确实如此。
ΞΕ. κύρτους δὴ καὶ δίκτυα καὶ βρόχους καὶ πόρκους καὶ τὰ τοιαῦτα μῶν ἄλλο τι πλὴν ἕρκη χρὴ προσαγορεύειν;
异乡人:鱼篓、网、圈套、竹圈鱼网以及诸如此类的东西,难道我们应该称它们为围网以外的什么东西吗?
ΘΕΑΙ. οὐδέν.
泰阿泰德:没有什么别的东西。
ΞΕ. τοῦτο μὲν ἄρα ἑρκοθηρικὸν τῆς ἄγρας τὸ μέρος φήσομεν ἤ τι τοιοῦτον.
异乡人:那么,我们将这种捕获的部分称为围网狩猎术或者诸如此类的名字。
ΘΕΑΙ. ναί.
泰阿泰德:好的。
ΞΕ. τὸ δὲ ἀγκίστροις καὶ τριόδουσι πληγῇ γιγνόμενον ἕτερον μὲν ἐκείνου, πληκτικὴν δέ τινα θήραν ἡμᾶς προσειπεῖν ἑνὶ λόγῳ νῦν χρεών· ἢ τί τις ἄν, ὦ Θεαίτητε, εἴποι κάλλιον;
异乡人:而用钓钩和三叉戟通过打击来进行的,是与前者不同的另一类,我们现在有必要用一个词把这种猎捕总称为打击狩猎术;或者,泰阿泰德,谁能说出更好的名字吗?
ΘΕΑΙ. ἀμελῶμεν τοῦ ὀνόματος· ἀρκεῖ γὰρ καὶ τοῦτο.
泰阿泰德:我们不在乎名字,因为这个就已经足够了。
ΞΕ. τῆς τοίνυν πληκτικῆς τὸ μὲν νυκτερινὸν οἶμαι πρὸς πυρὸς φῶς γιγνόμενον ὑπʼ αὐτῶν τῶν περὶ τὴν θήραν πυρευτικὴν ῥηθῆναι συμβέβηκεν.
异乡人:那么,在打击狩猎术中,我认为在夜间借着火光进行的那部分,恰好被那些从事该猎捕的人们称为火光狩猎术。
ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:完全正确。
ΞΕ. τὸ δέ γε μεθημερινόν, ὡς ἐχόντων ἐν ἄκροις ἄγκιστρα καὶ τῶν τριοδόντων, πᾶν ἀγκιστρευτικόν.
异乡人:而白天进行的那部分,因为三叉戟的尖端也带有弯钩,整个被合称为钩钓术。
ΘΕΑΙ. λέγεται γὰρ οὖν.
泰阿泰德:确实是这么叫的。
ΞΕ. τοῦ τοίνυν ἀγκιστρευτικοῦ τῆς πληκτικῆς τὸ μὲν ἄνωθεν εἰς τὸ κάτω γιγνόμενον διὰ τὸ τοῖς τριόδουσιν οὕτω μάλιστα χρῆσθαι τριοδοντία τις οἶμαι κέκληται.
异乡人:那么,在作为打击术一部分的钩钓术中,那种由上而下进行的方式,因为主要是这样使用三叉戟的,我认为被称为三叉戟刺捕术。
ΘΕΑΙ. φασὶ γοῦν τινές.
泰阿泰德:至少有些人是这么说的。
ΞΕ. τὸ δέ γε λοιπόν ἐστιν ἓν ἔτι μόνον ὡς εἰπεῖν εἶδος.
异乡人:而剩下的那部分,可以说现在只剩下一个种类了。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:是什么样的?
§221ΞΕ. τὸ τῆς ἐναντίας ταύτῃ πληγῆς, ἀγκίστρῳ τε γιγνόμενον καὶ τῶν ἰχθύων οὐχ ᾗ τις ἂν τύχῃ τοῦ σώματος, ὥσπερ τοῖς τριόδουσιν, ἀλλὰ περὶ τὴν κεφαλὴν καὶ τὸ στόμα τοῦ θηρευθέντος ἑκάστοτε, καὶ κάτωθεν εἰς τοὐναντίον ἄνω ῥάβδοις καὶ καλάμοις ἀνασπώμενον·
异乡人:这是与此相反的打击,用钓钩进行,并且每次抓住被猎获物的部位不是像用三叉戟那样随便是身体的哪个部分,而是在头和口部周围,并且是用竿和苇线从下往相反的上方拉起。
οὗ τί φήσομεν, ὦ Θεαίτητε, δεῖν τοὔνομα λέγεσθαι;
泰阿泰德,我们该说它必须被叫作什么名字呢?
ΘΕΑΙ. δοκῶ μέν, ὅπερ ἄρτι προυθέμεθα δεῖν ἐξευρεῖν, τοῦτʼ αὐτὸ νῦν ἀποτετελέσθαι.
泰阿泰德:依我看,刚才我们提出必须寻找的那个目标,现在正好已经彻底完成了。
ΞΕ. νῦν ἄρα τῆς ἀσπαλιευτικῆς πέρι σύ τε κἀγὼ συνωμολογήκαμεν οὐ μόνον τοὔνομα, ἀλλὰ καὶ τὸν λόγον περὶ αὐτὸ τοὖργον εἰλήφαμεν ἱκανῶς.
异乡人:那么,关于钓鱼术,你和我现在不仅在名字上达成了共识,而且也对这一活动本身有了足够充分的定义。
συμπάσης γὰρ τέχνης τὸ μὲν ἥμισυ μέρος κτητικὸν ἦν, κτητικοῦ δὲ χειρωτικόν, χειρωτικοῦ δὲ θηρευτικόν, τοῦ δὲ θηρευτικοῦ ζῳοθηρικόν, ζῳοθηρικοῦ δὲ ἐνυγροθηρικόν, ἐνυγροθηρικοῦ δὲ τὸ κάτωθεν τμῆμα ὅλον ἁλιευτικόν, ἁλιευτικῆς δὲ πληκτικόν, πληκτικῆς δὲ ἀγκιστρευτικόν· τούτου δὲ τὸ περὶ τὴν κάτωθεν ἄνω πληγὴν ἀνασπωμένην, ἀπʼ αὐτῆς τῆς πράξεως ἀφομοιωθὲν τοὔνομα, ἡ νῦν ἀσπαλιευτικὴ ζητηθεῖσα ἐπίκλην γέγονεν.
因为在整个技术中,有一半是获得术;在获得术中,有一半是征服术;在征服术中,有一半是狩猎术;在狩猎术中,有一半是动物狩猎术;在动物狩猎术中,有一半是水栖狩猎术;在水栖狩猎术中,整个下方部分是捕鱼术;在捕鱼术中,有一半是打击术;在打击术中,有一半是钩钓术;而在此之中,那种关于由下往上的打击和拉起的活动,因模仿其动作本身而得名,便成了我们现在所探求的被称为钓鱼术的东西。
ΘΕΑΙ. παντάπασι μὲν οὖν τοῦτό γε ἱκανῶς δεδήλωται.
泰阿泰德:这确实已经解释得非常充分了。
ΞΕ. φέρε δή, κατὰ τοῦτο τὸ παράδειγμα καὶ τὸν σοφιστὴν ἐπιχειρῶμεν εὑρεῖν ὅτι ποτʼ ἔστιν.
异乡人:来吧,让我们按照这个例子,也尝试找出智者究竟是什么。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:确实如此。
ΞΕ. καὶ μὴν ἐκεῖνό γʼ ἦν τὸ ζήτημα πρῶτον, πότερον ἰδιώτην ἤ τινα τέχνην ἔχοντα θετέον εἶναι τὸν ἀσπαλιευτήν.
异乡人:实际上,最初的疑问就在于,我们应当将钓鱼人设定为外行,还是设定为拥有某种技术的人。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ νῦν δὴ τοῦτον ἰδιώτην θήσομεν, ὦ Θεαίτητε, ἢ παντάπασιν ὡς ἀληθῶς σοφιστήν;
异乡人:那么泰阿泰德,我们现在要把这个人设定为外行呢,还是完全名副其实地设定为智者呢?
ΘΕΑΙ. οὐδαμῶς ἰδιώτην·
泰阿泰德:绝非外行。
μανθάνω γὰρ ὃ λέγεις, ὡς παντὸς δεῖ τοιοῦτος εἶναι τό γε ὄνομα τοῦτο ἔχων.
因为我明白你的意思:既然拥有这个名字,他就必须在所有方面都是这样的人。
ΞΕ. ἀλλά τινα τέχνην αὐτὸν ἡμῖν ἔχοντα, ὡς ἔοικε, θετέον.
异乡人:看来,我们必须把他设定为拥有某种技术的人。
ΘΕΑΙ. τίνα ποτʼ οὖν δὴ ταύτην;
泰阿泰德:这究竟会是什么技术呢?
ΞΕ. ἆρʼ ὦ πρὸς θεῶν ἠγνοήκαμεν τἀνδρὸς τὸν ἄνδρα ὄντα συγγενῆ;
异乡人:啊,凭着诸神,难道我们竟然没有认出,这个人和那个人其实是亲属关系吗?
ΘΕΑΙ. τίνα τοῦ;
泰阿泰德:谁是谁的亲属?
ΞΕ. τὸν ἀσπαλιευτὴν τοῦ σοφιστοῦ.
异乡人:钓鱼人是智者的。
ΘΕΑΙ. πῇ;
泰阿泰德:怎么会?
ΞΕ. θηρευτά τινε καταφαίνεσθον ἄμφω μοι.
异乡人:在我看来,他们两个人都显然是某种猎手。
ΘΕΑΙ. τίνος θήρας ἅτερος;
泰阿泰德:那另一个进行的是什么猎捕呢?
τὸν μὲν γὰρ ἕτερον εἴπομεν.
因为其中一个我们已经说过了。
ΞΕ. δίχα που νυνδὴ διείλομεν τὴν ἄγραν πᾶσαν, νευστικοῦ μέρους, τὸ δὲ πεζοῦ τέμνοντες.
异乡人:我们刚才想必已经把所有的捕获一分为二,划分成游水的部分和陆地的部分了吧?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ τὸ μὲν διήλθομεν, ὅσον περὶ τὰ νευστικὰ τῶν ἐνύδρων· τὸ δὲ πεζὸν εἰάσαμεν ἄσχιστον, εἰπόντες ὅτι πολυειδὲς εἴη.
异乡人:而且关于水中游水动物的那部分,我们已经讨论完毕;但关于陆地的部分,我们因为说它种类繁多而留下来未作划分。

词汇与语法注释

  1. 220aχαίρειν ἐᾶσαι — 由无人称动词 `δεῖ`(以 `ἡμᾶς` 为主语)所引导的“对格加不定式”结构的一部分。它使用了习惯用语 `χαίρειν ἐάω`(向……告别、随它去、置之不理)的不定式形式 `ἐᾶσαι`,其宾语为 `τὸ μὲν [τῶν ἀψύχων]`。
  2. 221cἐπίκλην — 用作副词的限制对格,意为“以……为名”或“所谓的”。它的作用是限定或说明主语 `ἡ νῦν ἀσπαλιευτικὴ ζητηθεῖσα` 的名称。

引用这一段

柏拉图, 智者篇 §220-221. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:220-221

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。