Humanitext Reader

柏拉图 · 智者篇 §218-219

钓鱼人定义与技术的二分法分类

第 2 段,共 30 段 · 希腊语

内容简介

为了定义智者,他们同意先对较简单的“钓鱼人”进行定义作为预备练习。他们将所有技术划分为制作术和获得术,并随后将钓鱼术归入获得术下的“狩猎术”中。

§218ΘΕΑΙ. δρᾶ τοίνυν, ὦ ξένε, οὕτω καὶ καθάπερ εἶπε Σωκράτης πᾶσιν κεχαρισμένος ἔσῃ.
泰阿泰德:那就这样做吧,异乡人,这样你就会像苏格拉底所说的那样,让大家都很高兴。
ΞΕ. κινδυνεύει πρὸς μὲν ταῦτα οὐδὲν ἔτι λεκτέον εἶναι, Θεαίτητε· πρὸς δὲ σὲ ἤδη τὸ μετὰ τοῦτο, ὡς ἔοικε, γίγνοιτο ἂν ὁ λόγος.
异乡人:泰阿泰德,关于这些事情似乎不需要再说什么了;但接下来,看来讨论就要针对你进行了。
ἂν δʼ ἄρα τι τῷ μήκει πονῶν ἄχθῃ, μὴ ἐμὲ αἰτιᾶσθαι τούτων, ἀλλὰ τούσδε τοὺς σοὺς ἑταίρους.
如果由于讨论的冗长而使你感到疲倦和厌烦,不要因此责备我,而要责备你的这些同伴。
ΘΕΑΙ. ἀλλʼ οἶμαι μὲν δὴ νῦν οὕτως οὐκ ἀπερεῖν·
泰阿泰德:但我认为我现在绝不会放弃;如果真的发生这样的事情,我们也会请这位苏格拉底来帮忙。
ἂν δʼ ἄρα τι τοιοῦτον γίγνηται, καὶ τόνδε παραληψόμεθα Σωκράτη, τὸν Σωκράτους μὲν ὁμώνυμον, ἐμὸν δὲ ἡλικιώτην καὶ συγγυμναστήν, ᾧ συνδιαπονεῖν μετʼ ἐμοῦ τὰ πολλὰ οὐκ ἄηθες.
他与苏格拉底同名,是我的同龄人和体育伙伴,与他一起分担大多数讨论的辛劳,对我来说并不是什么新鲜事。
ΞΕ. εὖ λέγεις, καὶ ταῦτα μὲν ἰδίᾳ βουλεύσῃ προϊόντος τοῦ λόγου· κοινῇ δὲ μετʼ ἐμοῦ σοι συσκεπτέον ἀρχομένῳ πρῶτον, ὡς ἐμοὶ φαίνεται, νῦν ἀπὸ τοῦ σοφιστοῦ, ζητοῦντι καὶ ἐμφανίζοντι λόγῳ τί ποτʼ ἔστι.
异乡人:说得好,这件事情你们可以在讨论进行的过程中私下商议;但现在,在我看来,你必须与我共同进行首要的探讨,先从智者开始,通过论证来寻找并表明他究竟是什么。
νῦν γὰρ δὴ σύ τε κἀγὼ τούτου πέρι τοὔνομα μόνον ἔχομεν κοινῇ, τὸ δὲ ἔργον ἐφʼ ᾧ καλοῦμεν ἑκάτερος τάχʼ ἂν ἰδίᾳ παρʼ ἡμῖν αὐτοῖς ἔχοιμεν· δεῖ δὲ ἀεὶ παντὸς πέρι τὸ πρᾶγμα αὐτὸ μᾶλλον διὰ λόγων ἢ τοὔνομα μόνον συνωμολογῆσθαι χωρὶς λόγου.
因为现在,你我对于他只在名字上达成一致,而我们每个人用来称呼他的实际行为,在各自的心中可能各不相同;然而,对于任何事物,我们应当总是通过论证对事物本身达成共识,而不是仅在没有论证的情况下对名字达成一致。
τὸ δὲ φῦλον ὃ νῦν ἐπινοοῦμεν ζητεῖν οὐ πάντων ῥᾷστον συλλαβεῖν τί ποτʼ ἔστιν, ὁ σοφιστής·
而我们现在打算探求的这个族群——智者,要抓住他究竟是什么并不是最容易的事情。
ὅσα δʼ αὖ τῶν μεγάλων δεῖ διαπονεῖσθαι καλῶς, περὶ τῶν τοιούτων δέδοκται πᾶσιν καὶ πάλαι τὸ πρότερον ἐν σμικροῖς καὶ ῥᾴοσιν αὐτὰ δεῖν μελετᾶν, πρὶν ἐν αὐτοῖς τοῖς μεγίστοις.
并且,凡是必须很好地克服的伟大事业,大家在很久以前就达成共识,认为必须先在微小且容易的事情上进行练习,然后才能在最伟大的事情本身上进行。
νῦν οὖν, ὦ Θεαίτητε, ἔγωγε καὶ νῷν οὕτω συμβουλεύω, χαλεπὸν καὶ δυσθήρευτον ἡγησαμένοις εἶναι τὸ τοῦ σοφιστοῦ γένος πρότερον ἐν ἄλλῳ ῥᾴονι τὴν μέθοδον αὐτοῦ προμελετᾶν, εἰ μὴ σύ ποθεν εὐπετεστέραν ἔχεις εἰπεῖν ἄλλην ὁδόν.
因此,泰阿泰德,既然我们认为智者这个类别是难以捉摸和难以猎捕的,我建议我们两人像这样,先在另一个更容易的课题上预先练习这个方法,除非你能从哪里指出另一条更方便的道路。
ΘΕΑΙ. ἀλλʼ οὐκ ἔχω.
泰阿泰德:但我指不出来。
ΞΕ. βούλει δῆτα περί τινος τῶν φαύλων μετιόντες πειραθῶμεν παράδειγμα αὐτὸ θέσθαι τοῦ μείζονος;
异乡人:那么你是否希望我们通过追踪某种微不足道的事物,并试图像对待更大的事物那样把它作为例子?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τί δῆτα προταξαίμεθʼ ἂν εὔγνωστον μὲν καὶ σμικρόν, λόγον δὲ μηδενὸς ἐλάττονα ἔχον τῶν μειζόνων;
异乡人:那么,我们可以提出什么既容易认识又微小,但所包含的定义却不亚于任何更大事物的东西呢?
οἷον ἀσπαλιευτής· ἆρʼ οὐ πᾶσί τε γνώριμον καὶ σπουδῆς οὐ πάνυ τι πολλῆς τινος ἐπάξιον;
例如钓鱼人;难道他不是大家都熟悉,且不值得花费太多精力去研究的吗?
§219ΘΕΑΙ. οὕτως.
泰阿泰德:正是如此。
ΞΕ. μέθοδον μὴν αὐτὸν ἐλπίζω καὶ λόγον οὐκ ἀνεπιτήδειον ἡμῖν ἔχειν πρὸς ὃ βουλόμεθα.
异乡人:我确信,他所拥有的方法和论证,对于我们所期望达目的来说并非不适用。
ΘΕΑΙ. καλῶς ἂν ἔχοι.
泰阿泰德:那太好了。
ΞΕ. φέρε δή, τῇδε ἀρχώμεθα αὐτοῦ.
异乡人:来吧,让我们从他这里开始。
καί μοι λέγε· πότερον ὡς τεχνίτην αὐτὸν ἤ τινα ἄτεχνον, ἄλλην δὲ δύναμιν ἔχοντα θήσομεν;
请告诉我:我们应当把他定为拥有技术的,还是定为没有技术但拥有某种其他能力的人?
ΘΕΑΙ. ἥκιστά γε ἄτεχνον.
泰阿泰德:绝非没有技术。
ΞΕ. ἀλλὰ μὴν τῶν γε τεχνῶν πασῶν σχεδὸν εἴδη δύο.
异乡人:但是,几乎所有的技术都有两种类型。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么说?
ΞΕ. γεωργία μὲν καὶ ὅση περὶ τὸ θνητὸν πᾶν σῶμα θεραπεία, τό τε αὖ περὶ τὸ σύνθετον καὶ πλαστόν, ὃ δὴ σκεῦος ὠνομάκαμεν, ἥ τε μιμητική, σύμπαντα ταῦτα δικαιότατʼ ἂν ἑνὶ προσαγορεύοιτʼ ἂν ὀνόματι.
异乡人:农业,以及所有关于凡人肉体的照料,还有关于合成和塑造之物(也就是我们所谓的“器具”)的技术,以及模仿技术。 所有这些,最公正地应当用一个名字来总称。
ΘΕΑΙ. πῶς καὶ τίνι;
泰阿泰德:怎么称呼,用什么名字?
ΞΕ. πᾶν ὅπερ ἂν μὴ πρότερόν τις ὂν ὕστερον εἰς οὐσίαν ἄγῃ, τὸν μὲν ἄγοντα ποιεῖν, τὸ δὲ ἀγόμενον ποιεῖσθαί πού φαμεν.
异乡人:凡是将先前不存在的东西在后来引入到存在之中的,我们说引入者在“制作”,被引入的东西“被制作”。
ΘΕΑΙ. ὀρθῶς.
泰阿泰德:对。
ΞΕ. τὰ δέ γε νυνδὴ ἃ διήλθομεν ἅπαντα εἶχεν εἰς τοῦτο τὴν αὑτῶν δύναμιν.
异乡人:而我们刚才列举的所有这些,其能力都是指向这一点的。
ΘΕΑΙ. εἶχε γὰρ οὖν.
泰阿泰德:确实如此。
ΞΕ. ποιητικὴν τοίνυν αὐτὰ συγκεφαλαιωσάμενοι προσείπωμεν.
异乡人:那么,我们把它们概括起来,称为制作术。
ΘΕΑΙ. ἔστω.
泰阿泰德:好的。
ΞΕ. τὸ δὴ μαθηματικὸν αὖ μετὰ τοῦτο εἶδος ὅλον καὶ τὸ τῆς γνωρίσεως τό τε χρηματιστικὸν καὶ ἀγωνιστικὸν καὶ θηρευτικόν, ἐπειδὴ δημιουργεῖ μὲν οὐδὲν τούτων, τὰ δὲ ὄντα καὶ γεγονότα τὰ μὲν χειροῦται λόγοις καὶ πράξεσι, τὰ δὲ τοῖς χειρουμένοις οὐκ ἐπιτρέπει, μάλιστʼ ἄν που διὰ ταῦτα συνάπαντα τὰ μέρη τέχνη τις κτητικὴ λεχθεῖσα ἂν διαπρέψειεν.
异乡人:另一方面,学习的整个类型、认识、获取、竞技以及狩猎。 既然这些没有创造出任何东西,而是通过言语和行动去征服那些已经存在或已经生成的东西,或者不允许其他人征服它们,那么将所有这些部分合在一起,称为获得术,恐怕是最合适、最显眼的了。
ΘΕΑΙ. ναί· πρέποι γὰρ ἄν.
泰阿泰德:是的,因为那会很合适。
ΞΕ. κτητικῆς δὴ καὶ ποιητικῆς συμπασῶν οὐσῶν τῶν τεχνῶν ἐν ποτέρᾳ τὴν ἀσπαλιευτικήν, ὦ Θεαίτητε, τιθῶμεν;
异乡人:既然所有的技术都是获得术和制作术,泰阿泰德,我们应当把钓鱼术归入哪一种呢?
ΘΕΑΙ. ἐν κτητικῇ που δῆλον.
泰阿泰德:显然是在获得术中。
ΞΕ. κτητικῆς δὲ ἆρʼ οὐ δύο εἴδη;
异乡人:那么,获得术难道不是有两种类型吗?
τὸ μὲν ἑκόντων πρὸς ἑκόντας μεταβλητικὸν ὂν διά τε δωρεῶν καὶ μισθώσεων καὶ ἀγοράσεων, τὸ δὲ λοιπόν, ἢ κατʼ ἔργα ἢ κατὰ λόγους χειρούμενον σύμπαν, χειρωτικὸν ἂν εἴη;
一种是基于自愿者之间的交换,通过赠送、租赁和购买;而另一种,无论是在行为上还是在言语上,将所有东西制服,可以说是征服术?
ΘΕΑΙ. φαίνεται γοῦν ἐκ τῶν εἰρημένων.
泰阿泰德:至少从所说的来看似乎是这样。
ΞΕ. τί δέ; τὴν χειρωτικὴν ἆρʼ οὐ διχῇ τμητέον;
异乡人:那么,征服术难道不应该一分为二吗?
ΘΕΑΙ. πῇ;
泰阿泰德:怎么分?
ΞΕ. τὸ μὲν ἀναφανδὸν ὅλον ἀγωνιστικὸν θέντας, τὸ δὲ κρυφαῖον αὐτῆς πᾶν θηρευτικόν.
异乡人:将公开的整体定为竞技术,而将其隐秘的整体全部定为狩猎术。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τὴν δέ γε μὴν θηρευτικὴν ἄλογον τὸ μὴ οὐ τέμνειν διχῇ.
异乡人:但是,不把狩猎术一分为二是不合理的。
ΘΕΑΙ. λέγε ὅπῃ.
泰阿泰德:请说明怎么分。
ΞΕ. τὸ μὲν ἀψύχου γένους διελομένους, τὸ δʼ ἐμψύχου.
异乡人:将它划分为无生物的类别和有生物的类别。
ΘΕΑΙ. τί μήν; εἴπερ ἔστον γε ἄμφω.
泰阿泰德:当然,既然这两者都存在。

词汇与语法注释

  1. 218aκινδυνεύει πρὸς μὲν ταῦτα οὐδὲν ἔτι λεκτέον εἶναι — 动词 κινδυνεύει 在此处非人称化地使用,表示“似乎”、“大概”,支配带对格的阳性/中性形容动词不定式结构(οὐδὲν ἔτι λεκτέον εἶναι)。
  2. 218bτὸν Σωκράτους μὲν ὁμώνυμον — “与苏格拉底同名的人”指“年轻的苏格拉底”,他后来也出现在《政治家》和《泰阿泰德》中。Σωκράτους 是修饰形容词 ὁμώνυμον 的属格。
  3. 218cτὸ δὲ ἔργον ἐφʼ ᾧ καλοῦμεν ἑκάτερος — 关系代词 ᾧ 的先行词是 ἔργον,意为“我们每个人用(这个名字)来称呼其对应的实际事物(或行为)”。此处 ἔργον(事物、实际)与 ὄνομα(名字)形成对比。
  4. 218cτὸ δὲ φῦλον ὃ νῦν ἐπινοοῦμεν ζητεῖν — 关系代词 ὃ(中性单数宾格)是不定式 ζητεῖν 的宾语。短语 τὸ φῦλον(以及同格的 ὁ σοφιστής)作为主句 οὐ πάντων ῥᾷστον... 的逻辑主语,被置于句首,采用了提前(prolepsis)或主格绝对的结构。
  5. 219bπᾶν ὅπερ ἂν μὴ πρότερόν τις ὂν ὕστερον εἰς οὐσίαν ἄγῃ — 制作(ποίησις)的定义句。分词 ὄν 包含条件或让步的意思(“即便以前不存在的东西”),而 ἄγῃ 是关系从句中与 ἂν 连用的现在虚拟语气(一般关系从句)。
  6. 219eτὴν δέ γε μὴν θηρευτικὴν ἄλογον τὸ μὴ οὐ τέμνειν διχῇ — 双重否定的惯用表达。在含有否定意味的形容词 ἄλογον(不合理的)之后,接引导否定不定式短语的 μὴ οὐ,表示“不……是不合理的”(即“必须……”)这一强烈的肯定意味。

引用这一段

柏拉图, 智者篇 §218-219. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:218-219

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。