§216ΘΕΟ. κατὰ τὴν χθὲς ὁμολογίαν, ὦ Σώκρατες, ἥκομεν αὐτοί τε κοσμίως καὶ τόνδε τινὰ ξένον ἄγομεν, τὸ μὲν γένος ἐξ Ἐλέας, ἑταῖρον δὲ τῶν ἀμφὶ Παρμενίδην καὶ Ζήνωνα, μάλα δὲ ἄνδρα φιλόσοφον.
戴奥多洛:苏格拉底,按照昨天的约定,我们自己举止端庄地来了,并且带来了一位异乡人。 他出身于埃利亚,是巴门尼德和芝诺一派的同道,是一位非常富有哲学智慧的人。
ΣΩ. ἆρʼ οὖν, ὦ Θεόδωρε, οὐ ξένον ἀλλά τινα θεὸν ἄγων κατὰ τὸν Ὁμήρου λόγον λέληθας;
苏格拉底:戴奥多洛啊,难道你没有意识到,正如荷马所说,你带进来的不是异乡人,而是一位神明吗?
ὅς φησιν ἄλλους τε θεοὺς τοῖς ἀνθρώποις ὁπόσοι μετέχουσιν αἰδοῦς δικαίας, καὶ δὴ καὶ τὸν ξένιον οὐχ ἥκιστα θεὸν συνοπαδὸν γιγνόμενον ὕβρεις τε καὶ εὐνομίας τῶν ἀνθρώπων καθορᾶν.
荷马说,其他的神明伴随着凡人中所有怀有公正敬畏之心的人,尤其是接待外宾的神,作为随从,去察看人类的暴行与善治。
τάχʼ οὖν ἂν καὶ σοί τις οὗτος τῶν κρειττόνων συνέποιτο, φαύλους ἡμᾶς ὄντας ἐν τοῖς λόγοις ἐποψόμενός τε καὶ ἐλέγξων, θεὸς ὤν τις ἐλεγκτικός.
因此,也许这位高贵的生命也正陪伴着你,来视察并指责我们在论辩中的无能,作为一位具有审判力的神。
ΘΕΟ. οὐχ οὗτος ὁ τρόπος, ὦ Σώκρατες, τοῦ ξένου, ἀλλὰ μετριώτερος τῶν περὶ τὰς ἔριδας ἐσπουδακότων.
戴奥多洛:苏格拉底,这位异乡人并非如此,他比那些热衷于争辩的人要温和得多。
καί μοι δοκεῖ θεὸς μὲν ἁνὴρ οὐδαμῶς εἶναι, θεῖος μήν· πάντας γὰρ ἐγὼ τοὺς φιλοσόφους τοιούτους προσαγορεύω.
而且在我看来,他决不是神,但确实具有神性;因为我把所有的哲学家都称为这样的人。
ΣΩ. καὶ καλῶς γε, ὦ φίλε.
苏格拉底:非常对,我的朋友。
τοῦτο μέντοι κινδυνεύει τὸ γένος οὐ πολύ τι ῥᾷον ὡς ἔπος εἰπεῖν εἶναι διακρίνειν ἢ τὸ τοῦ θεοῦ·
然而,要区分这个群体,其难度恐怕不亚于区分神。
πάνυ γὰρ ἇνδρες οὗτοι παντοῖοι φανταζόμενοι διὰ τὴν τῶν ἄλλων ἄγνοιαν
"ἐπιστρωφῶσι πόληας"
, οἱ μὴ πλαστῶς ἀλλʼ ὄντως φιλόσοφοι, καθορῶντες ὑψόθεν τὸν τῶν κάτω βίον, καὶ τοῖς μὲν δοκοῦσιν εἶναι τοῦ μηδενὸς, τοῖς δʼ ἄξιοι τοῦ παντός·
因为由于他人的无知,这些并非虚假而是真正的哲学家,会呈现出各种各样的面貌, "游历于各个城市之间",他们从高处俯瞰下界人们的生活。 在一些人看来,他们一无是处;而在另一些人看来,他们配得上一切价值。
καὶ τοτὲ μὲν πολιτικοὶ φαντάζονται, τοτὲ δὲ σοφισταί, τοτὲ δʼ ἔστιν οἷς δόξαν παράσχοιντʼ ἂν ὡς παντάπασιν ἔχοντες μανικῶς.
他们有时显得像政治家,有时显现为智者,有时在某些人看来甚至显得完全疯狂。
τοῦ μέντοι ξένου ἡμῖν ἡδέως ἂν πυνθανοίμην, εἰ φίλον αὐτῷ, τί ταῦθʼ οἱ περὶ τὸν ἐκεῖ τόπον ἡγοῦντο καὶ ὠνόμαζον.
不过,我很想向我们的异乡人请教,如果他乐意的话,那个地方的人们是如何看待和称呼这些人的。
§217ΘΕΟ. τὰ ποῖα δή;
戴奥多洛:具体是指哪些呢?
ΣΩ. σοφιστήν, πολιτικόν, φιλόσοφον.
苏格拉底:智者、政治家、哲学家。
ΘΕΟ. τί δὲ μάλιστα καὶ τὸ ποῖόν τι περὶ αὐτῶν διαπορηθεὶς ἐρέσθαι διενοήθης;
戴奥多洛:你究竟是对关于他们的什么问题产生了疑问,才想要提问呢?
ΣΩ. τόδε· πότερον ἓν πάντα ταῦτα ἐνόμιζον ἢ δύο, ἢ καθάπερ τὰ ὀνόματα τρία, τρία καὶ τὰ γένη διαιρούμενοι καθʼ ἓν ὄνομα ἑκάστῳ προσῆπτον;
苏格拉底:是这样的:他们是认为所有这些都是一个,还是两个,或者正如这三个名字一样,他们也将它们划分为三个类别,并把每个类别对应一个名字?
ΘΕΟ. ἀλλʼ οὐδείς, ὡς ἐγᾦμαι, φθόνος αὐτῷ διελθεῖν αὐτά·
戴奥多洛:我想,他不会吝啬于向我们阐明这些。
ἢ πῶς, ὦ ξένε, λέγωμεν;
或者,异乡人,我们该怎么说呢?
ΞΕ. οὕτως, ὦ Θεόδωρε.
异乡人:确实如此,戴奥多洛。
φθόνος μὲν γὰρ οὐδεὶς οὐδὲ χαλεπὸν εἰπεῖν ὅτι γε τρίʼ ἡγοῦντο·
我绝不吝啬,而且说他们认为这是三个,这也并不难。
καθʼ ἕκαστον μὴν διορίσασθαι σαφῶς τί ποτʼ ἔστιν, οὐ σμικρὸν οὐδὲ ῥᾴδιον ἔργον.
但是,要清楚地界定每一个究竟是什么,绝不是一件小事或易事。
ΘΕΟ. καὶ μὲν δὴ κατὰ τύχην γε, ὦ Σώκρατες, λόγων ἐπελάβου παραπλησίων ὧν καὶ πρὶν ἡμᾶς δεῦρʼ ἐλθεῖν διερωτῶντες αὐτὸν ἐτυγχάνομεν, ὁ δὲ ταὐτὰ ἅπερ πρὸς σὲ νῦν καὶ τότε ἐσκήπτετο πρὸς ἡμᾶς·
戴奥多洛:而且,苏格拉底,你偶然间提到的这些论题,和我们在来到这里之前向他提问的内容非常相似。 他当时对我们作出的推托之词,正如他现在对你所说的一样。
ἐπεὶ διακηκοέναι γέ φησιν ἱκανῶς καὶ οὐκ ἀμνημονεῖν.
因为他说他已经听过足够多,并没有忘记。
ΣΩ. μὴ τοίνυν, ὦ ξένε, ἡμῶν τήν γε πρώτην αἰτησάντων χάριν ἀπαρνηθεὶς γένῃ, τοσόνδε δʼ ἡμῖν φράζε.
苏格拉底:那么,异乡人,请不要拒绝我们提出的这第一个请求,只要告诉我们这一点。
πότερον εἴωθας ἥδιον αὐτὸς ἐπὶ σαυτοῦ μακρῷ λόγῳ διεξιέναι λέγων τοῦτο ὃ ἂν ἐνδείξασθαί τῳ βουληθῇς, ἢ διʼ ἐρωτήσεων, οἷόν ποτε καὶ Παρμενίδῃ χρωμένῳ καὶ διεξιόντι λόγους παγκάλους παρεγενόμην ἐγὼ νέος ὤν, ἐκείνου μάλα δὴ τότε ὄντος πρεσβύτου;
当你想要向某人展示你的观点时,你通常是更喜欢自己一个人通过长篇大论来进行,还是通过提问的方式? 就像我年轻时,巴门尼德已经很年迈,我曾亲历他使用提问的方式,进行了极其优美的论述那样。
ΞΕ. τῷ μέν, ὦ Σώκρατες, ἀλύπως τε καὶ εὐηνίως προσδιαλεγομένῳ ῥᾷον οὕτω, τὸ πρὸς ἄλλον·
异乡人:苏格拉底,如果有一个不会感到烦躁且温顺的对话者,那么像那样与他人对话是比较容易的。
εἰ δὲ μή, τὸ καθʼ αὑτόν.
但如果没有,那就只能自己一个人讲述了。
ΣΩ. ἔξεστι τοίνυν τῶν παρόντων ὃν ἂν βουληθῇς ἐκλέξασθαι, πάντες γὰρ ὑπακούσονταί σοι πρᾴως·
苏格拉底:那么,你可以从在座的人中任意选择一位,因为大家都会温顺地配合你。
συμβούλῳ μὴν ἐμοὶ χρώμενος τῶν νέων τινὰ αἱρήσῃ, Θεαίτητον τόνδε, ἢ καὶ τῶν ἄλλων εἴ τίς σοι κατὰ νοῦν.
不过如果你接受我的建议,你可以选择年轻人中的一位,比如这位泰阿泰德,或者其他任何合你心意的人。
ΞΕ. ὦ Σώκρατες, αἰδώς τίς μʼ ἔχει τὸ νῦν πρῶτον συγγενόμενον ὑμῖν μὴ κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιεῖσθαι τὴν συνουσίαν, ἀλλʼ ἐκτείναντα ἀπομηκύνειν λόγον συχνὸν κατʼ ἐμαυτόν, εἴτε καὶ πρὸς ἕτερον, οἷον ἐπίδειξιν ποιούμενον·
异乡人:苏格拉底,由于我是第一次与你们相聚,不通过简短的一问一答来进行我们的交流,而是由我自己,或者对他人,像进行公开演示一样拉长并展开一篇长篇大论,这让我感到有些羞怯。
τῷ γὰρ ὄντι τὸ νῦν ῥηθὲν οὐχ ὅσον ὧδε ἐρωτηθὲν ἐλπίσειεν ἂν αὐτὸ εἶναί τις, ἀλλὰ τυγχάνει λόγου παμμήκους ὄν.
因为事实上,刚才提到的这个问题,并不是像这样被提问时人们所预料的那么简单,而是涉及一个极长的论题。
τὸ δὲ αὖ σοὶ μὴ χαρίζεσθαι καὶ τοῖσδε, ἄλλως τε καὶ σοῦ λέξαντος ὡς εἶπες, ἄξενόν τι καταφαίνεταί μοι καὶ ἄγριον.
但另一方面,不顺从你和大家的意愿,特别是在你说了这些话之后,对我来说似乎有些不合礼数和粗鲁。
ἐπεὶ Θεαίτητόν γε τὸν προσδιαλεγόμενον εἶναι δέχομαι παντάπασιν ἐξ ὧν αὐτός τε πρότερον διείλεγμαι καὶ σὺ τὰ νῦν μοι διακελεύῃ.
既然如此,我完全接受泰阿泰德作为对话者,无论是基于我之前与他的交谈,还是由于你刚才对我的建议。