§205ΣΩ. ἀνδρικῶς γε, ὦ Θεαίτητε, μάχῃ.
苏格拉底:泰阿泰德,你战斗得很英勇。
τὸ πᾶν δὲ οὐχ ὅταν μηδὲν ἀπῇ, αὐτὸ τοῦτο πᾶν ἐστιν;
但是,当没有任何东西缺失时,“总和”难道不正是这个“总和”本身吗?
ΘΕΑΙ. ἀνάγκη.
泰阿泰德:必然如此。
ΣΩ. ὅλον δὲ οὐ ταὐτὸν τοῦτο ἔσται, οὗ ἂν μηδαμῇ μηδὲν ἀποστατῇ;
苏格拉底:而“整体”难道不也是这同一事物,即在任何地方都没有任何东西缺失吗?
οὗ δʼ ἂν ἀποστατῇ, οὔτε ὅλον οὔτε πᾶν, ἅμα γενόμενον ἐκ τοῦ αὐτοῦ τὸ αὐτό;
而对于那有所缺失的事物,由于相同的原因同时变成了相同的事物,难道它既不是整体也不是总和吗?
ΘΕΑΙ. δοκεῖ μοι νῦν οὐδὲν διαφέρειν πᾶν τε καὶ ὅλον.
泰阿泰德:现在在我看来,总和与整体似乎没有任何区别。
ΣΩ. οὐκοῦν ἐλέγομεν ὅτι οὗ ἂν μέρη ᾖ, τὸ ὅλον τε καὶ πᾶν τὰ πάντα μέρη ἔσται;
苏格拉底:那么,我们刚才是不是说,在有部分的地方,整体和总和都将是所有的部分?
ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:当然。
ΣΩ. πάλιν δή, ὅπερ ἄρτι ἐπεχείρουν, οὐκ, εἴπερ ἡ συλλαβὴ μὴ τὰ στοιχεῖά ἐστιν, ἀνάγκη αὐτὴν μὴ ὡς μέρη ἔχειν ἑαυτῆς τὰ στοιχεῖα, ἢ ταὐτὸν οὖσαν αὐτοῖς ὁμοίως ἐκείνοις γνωστὴν εἶναι;
苏格拉底:那么,正如我刚才试图做的那样,如果音节不是那些元素,那么它必然要么不把这些元素作为自己的部分,要么,如果它与它们相同,就同样和它们一样是可知的?
ΘΕΑΙ. οὕτως.
泰阿泰德:是这样。
ΣΩ. οὐκοῦν τοῦτο ἵνα μὴ γένηται, ἕτερον αὐτῶν αὐτὴν ἐθέμεθα;
苏格拉底:因此,为了不发生这种情况,我们不是假定了音节是与它们不同的吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. τί δʼ;
苏格拉底:那么又如何呢?
εἰ μὴ τὰ στοιχεῖα συλλαβῆς μέρη ἐστίν, ἔχεις ἄλλʼ ἄττα εἰπεῖν ἃ μέρη μέν ἐστι συλλαβῆς, οὐ μέντοι στοιχεῖά γʼ ἐκείνης;
如果元素不是音节的部分,你能说出其他任何是音节的部分、但却确实不是它元素的东西吗?
ΘΕΑΙ. οὐδαμῶς.
泰阿泰德:绝不可能。
εἰ γάρ, ὦ Σώκρατες, μόριʼ ἄττʼ αὐτῆς συγχωροίην, γελοῖόν που τὰ στοιχεῖα ἀφέντα ἐπʼ ἄλλα ἰέναι.
因为,苏格拉底,如果我承认它有其他某些部分,那么丢下元素而去找别的东西,这未免太荒谬了。
ΣΩ. παντάπασι δή, ὦ Θεαίτητε, κατὰ τὸν νῦν λόγον μία τις ἰδέα ἀμέριστος συλλαβὴ ἂν εἴη.
苏格拉底:那么,泰阿泰德,完全按照现在的论点,音节将是某种单一、不可分割的形式。
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:似乎是这样。
ΣΩ. μέμνησαι οὖν, ὦ φίλε, ὅτι ὀλίγον ἐν τῷ πρόσθεν ἀπεδεχόμεθα ἡγούμενοι εὖ λέγεσθαι ὅτι τῶν πρώτων οὐκ εἴη λόγος ἐξ ὧν τἆλλα σύγκειται, διότι αὐτὸ καθʼ αὑτὸ ἕκαστον εἴη ἀσύνθετον, καὶ οὐδὲ τὸ
εἶναι
περὶ αὐτοῦ ὀρθῶς ἔχοι προσφέροντα εἰπεῖν, οὐδὲ
τοῦτο,
ὡς ἕτερα καὶ ἀλλότρια λεγόμενα, καὶ αὕτη δὴ ἡ αἰτία ἄλογόν τε καὶ ἄγνωστον αὐτὸ ποιοῖ;
苏格拉底:那么,我的朋友,你是否记得,不久前我们接受了一个说法,认为它是对的:对于构成其他事物的那些第一元素,是没有“说明”的,因为它们各自本身是未被合成的,甚至给它附加说“存在”或者说“这个”也是不对的,因为这些话被说成是不同且不相干的,而正是这个原因使它无法解释且不可知?
ΘΕΑΙ. μέμνημαι.
泰阿泰德:我记得。
ΣΩ. ἦ οὖν ἄλλη τις ἢ αὕτη ἡ αἰτία τοῦ μονοειδές τε καὶ ἀμέριστον αὐτὸ εἶναι;
苏格拉底:那么,除了由于它是单一体和不可分割的之外,还有什么别的原因吗?
ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ ἄλλην.
至少我看不出有别的原因。
ΘΕΑΙ. οὐ γὰρ οὖν δὴ φαίνεται.
泰阿泰德:确实似乎没有。
ΣΩ. οὐκοῦν εἰς ταὐτὸν ἐμπέπτωκεν ἡ συλλαβὴ εἶδος ἐκείνῳ, εἴπερ μέρη τε μὴ ἔχει καὶ μία ἐστὶν ἰδέα;
苏格拉底:那么,如果音节没有部分并且是一个单一形式,它难道不是落入了与那个第一元素相同的类别中吗?
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:完全是这样。
ΣΩ. εἰ μὲν ἄρα πολλὰ στοιχεῖα ἡ συλλαβή ἐστιν καὶ ὅλον τι, μέρη δʼ αὐτῆς ταῦτα, ὁμοίως αἵ τε συλλαβαὶ γνωσταὶ καὶ ῥηταὶ καὶ τὰ στοιχεῖα, ἐπείπερ τὰ πάντα μέρη τῷ ὅλῳ ταὐτὸν ἐφάνη.
苏格拉底:因此,如果音节是许多元素和某个整体,而这些元素是它的部分,那么音节和元素同样都是可知且可说出的,因为所有的部分看起来与整体是同一的。
ΘΕΑΙ. καὶ μάλα.
泰阿泰德:非常对。
ΣΩ. εἰ δέ γε ἕν τε καὶ ἀμερές, ὁμοίως μὲν συλλαβή, ὡσαύτως δὲ στοιχεῖον ἄλογόν τε καὶ ἄγνωστον· ἡ γὰρ αὐτὴ αἰτία ποιήσει αὐτὰ τοιαῦτα.
苏格拉底:但如果它是一且不可分割的,那么音节同样,而元素也以相同的方式,都是无法解释且不可知的;因为同样的原因会使它们成为这样。
ΘΕΑΙ. οὐκ ἔχω ἄλλως εἰπεῖν.
泰阿泰德:我无法说出别的话来。
ΣΩ. τοῦτο μὲν ἄρα μὴ ἀποδεχώμεθα, ὃς ἂν λέγῃ συλλαβὴν μὲν γνωστὸν καὶ ῥητόν, στοιχεῖον δὲ τοὐναντίον.
苏格拉底:因此,如果有人说音节是可知且可说出的,而元素则相反,我们不应该接受这种说法。
ΘΕΑΙ. μὴ γάρ, εἴπερ τῷ λόγῳ πειθόμεθα.
泰阿泰德:是的,如果我们服从这个论证的话。