§204ΣΩ. ἐχέτω δὴ ὡς νῦν φαμεν, μία ἰδέα ἐξ ἑκάστων τῶν συναρμοττόντων στοιχείων γιγνομένη ἡ συλλαβή, ὁμοίως ἔν τε γράμμασι καὶ ἐν τοῖς ἄλλοις ἅπασι.
苏格拉底:那么就如我们现在所说的那样吧:音节是结合在一起的每个元素所产生的单一形式,这在字母中以及在所有其他事物中都是一样的。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:完全是这样。
ΣΩ. οὐκοῦν μέρη αὐτῆς οὐ δεῖ εἶναι.
苏格拉底:那么,它不应该有部分。
ΘΕΑΙ. τί δή;
泰阿泰德:这是为什么?
ΣΩ. ὅτι οὗ ἂν ᾖ μέρη, τὸ ὅλον ἀνάγκη τὰ πάντα μέρη εἶναι.
苏格拉底:因为在有部分的地方,整体必然是所有的部分。
ἢ καὶ τὸ ὅλον ἐκ τῶν μερῶν λέγεις γεγονὸς ἕν τι εἶδος ἕτερον τῶν πάντων μερῶν;
或者你也是说,整体是由部分产生的某种单一形式,与所有的部分不同?
ΘΕΑΙ. ἔγωγε.
泰阿泰德:是的。
ΣΩ. τὸ δὲ δὴ πᾶν καὶ τὸ ὅλον πότερον ταὐτὸν καλεῖς ἢ ἕτερον ἑκάτερον;
苏格拉底:那么,你把‘总和’与‘整体’称为同一事物,还是它们各自不同?
ΘΕΑΙ. ἔχω μὲν οὐδὲν σαφές, ὅτι δὲ κελεύεις προθύμως ἀποκρίνασθαι, παρακινδυνεύων λέγω ὅτι ἕτερον.
泰阿泰德:我并没有什么清晰的想法,但既然你叮嘱我要积极回答,那我就冒个险,说它们是不同的。
ΣΩ. ἡ μὲν προθυμία, ὦ Θεαίτητε, ὀρθή· εἰ δὲ καὶ ἡ ἀπόκρισις, σκεπτέον.
苏格拉底:泰阿泰德,积极的态度是对的;但回答是否也正确,还需要审视。
ΘΕΑΙ. δεῖ γε δή.
泰阿泰德:确实需要。
ΣΩ. οὐκοῦν διαφέροι ἂν τὸ ὅλον τοῦ παντός, ὡς ὁ νῦν λόγος;
苏格拉底:那么,按照现在的论点,整体会与总和有所不同?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. τί δὲ δή;
苏格拉底:那又如何呢?
τὰ πάντα καὶ τὸ πᾶν ἔσθʼ ὅτι διαφέρει;
‘所有部分’和‘总和’有什么不同吗?
οἷον ἐπειδὰν λέγωμεν ἕν, δύο, τρία, τέτταρα, πέντε, ἕξ, καὶ ἐὰν δὶς τρία ἢ τρὶς δύο ἢ τέτταρά τε καὶ δύο ἢ τρία καὶ δύο καὶ ἕν, πότερον ἐν πᾶσι τούτοις τὸ αὐτὸ ἢ ἕτερον λέγομεν;
例如,当我们说‘一、二、三、四、五、六’时,或者说‘双倍的三’、‘三倍的二’、‘四和二’、‘三、二和一’时,在所有这些情况中,我们说的是同一事物还是不同的事物?
ΘΕΑΙ. τὸ αὐτό.
泰阿泰德:同一事物。
ΣΩ. ἆρʼ ἄλλο τι ἢ ἕξ;
苏格拉底:难道那会是除了六个之外的别的什么吗?
ΘΕΑΙ. οὐδέν.
泰阿泰德:没有。
ΣΩ. οὐκοῦν ἐφʼ ἑκάστης λέξεως πάντα ἓξ εἰρήκαμεν;
苏格拉底:那么,在每种说法中,我们说的都是全部的六,对吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. πᾶν δʼ οὐδὲν λέγομεν τὰ πάντα λέγοντες;
苏格拉底:而我们说‘所有部分’时,难道不是说了一个‘总和’吗?
ΘΕΑΙ. ἀνάγκη.
泰阿泰德:必然如此。
ΣΩ. ἦ ἄλλο τι ἢ τὰ ἕξ;
苏格拉底:难道那会是除了这六个之外的别的什么吗?
ΘΕΑΙ. οὐδέν.
泰阿泰德:没有。
ΣΩ. ταὐτὸν ἄρα ἔν γε τοῖς ὅσα ἐξ ἀριθμοῦ ἐστι τό τε πᾶν προσαγορεύομεν καὶ τὰ ἅπαντα;
苏格拉底:那么,至少在由数目构成的事物中,我们把‘总和’与‘所有部分’称为同一事物?
ΘΕΑΙ. φαίνεται.
泰阿泰德:似乎是这样。
ΣΩ. ὧδε δὴ περὶ αὐτῶν λέγωμεν.
苏格拉底:让我们这样来谈论它们。
ὁ τοῦ πλέθρου ἀριθμὸς καὶ τὸ πλέθρον ταὐτόν· ἦ γάρ;
一普勒特戎的数量和这一普勒特戎本身是相同的,不是吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. καὶ ὁ τοῦ σταδίου δὴ ὡσαύτως.
苏格拉底:一斯塔狄翁的数量也是如此。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. καὶ μὴν καὶ ὁ τοῦ στρατοπέδου γε καὶ τὸ στρατόπεδον, καὶ πάντα τὰ τοιαῦτα ὁμοίως;
苏格拉底:而且军队的人数与军队本身,以及所有类似的事物也都是如此?
ὁ γὰρ ἀριθμὸς πᾶς τὸ ὂν πᾶν ἕκαστον αὐτῶν ἐστιν.
因为完整的数目就是它们各自的完整存在。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. ὁ δὲ ἑκάστων ἀριθμὸς μῶν ἄλλο τι ἢ μέρη ἐστίν;
苏格拉底:而它们各自的数目,难道不是它的部分吗?
ΘΕΑΙ. οὐδέν.
泰阿泰德:没有别的。
ΣΩ. ὅσα ἄρα ἔχει μέρη, ἐκ μερῶν ἂν εἴη;
苏格拉底:那么,凡是有部分的事物,都将是由部分构成的?
ΘΕΑΙ. φαίνεται.
泰阿泰德:似乎是这样。
ΣΩ. τὰ δέ γε πάντα μέρη τὸ πᾶν εἶναι ὡμολόγηται, εἴπερ καὶ ὁ πᾶς ἀριθμὸς τὸ πᾶν ἔσται.
苏格拉底:而所有的部分已被同意就是总和,如果完整的数目也是总和的话。
ΘΕΑΙ. οὕτως.
泰阿泰德:是这样。
ΣΩ. τὸ ὅλον ἄρʼ οὐκ ἔστιν ἐκ μερῶν. πᾶν γὰρ ἂν εἴη τὰ πάντα ὂν μέρη.
苏格拉底:因此,整体并不是由部分构成的;因为如果是的话,它就会是作为所有部分的总和。
ΘΕΑΙ. οὐκ ἔοικεν.
泰阿泰德:似乎不是这样。
ΣΩ. μέρος δʼ ἔσθʼ ὅτου ἄλλου ἐστὶν ὅπερ ἐστὶν ἢ τοῦ ὅλου;
苏格拉底:但是,一个部分,作为它本身而言,难道是除了整体之外的其他事物的部分吗?
ΘΕΑΙ. τοῦ παντός γε.
泰阿泰德:至少是总和的部分。