Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §203

音节与元素的可知性及对梦之说的批判

第 40 段,共 45 段 · 希腊语

内容简介

苏格拉底和泰阿泰德通过字母和音节的例子检验了“梦之说”,指出了“音节可知而元素不可知”这一主张的内在矛盾,促使他们将音节重新考量为一种区别于其元素之和的统一形式。

§203ΣΩ. βασανίζωμεν δὴ αὐτὰ ἀναλαμβάνοντες, μᾶλλον δὲ ἡμᾶς αὐτούς, οὕτως ἢ οὐχ οὕτως γράμματα ἐμάθομεν.
苏格拉底:那么,让我们重新提起这些观点来进行检验,或者更确切地说是检验我们自己,看我们是不是这样学会字母的。
φέρε πρῶτον· ἆρʼ αἱ μὲν συλλαβαὶ λόγον ἔχουσι, τὰ δὲ στοιχεῖα ἄλογα;
首先,音节是否具有说明,而元素则是没有说明的?
ΘΕΑΙ. ἴσως.
泰阿泰德:也许。
ΣΩ. πάνυ μὲν οὖν καὶ ἐμοὶ φαίνεται.
苏格拉底:完全是这样,我也是这么想的。
Σωκράτους γοῦν εἴ τις ἔροιτο τὴν πρώτην συλλαβὴν οὑτωσί· ὦ Θεαίτητε, λέγε τί ἐστι ΣΩ ;
至少,如果有人针对“苏格拉底”的第一个音节这样问:“泰阿泰德,说吧,SO是什么?
τί ἀποκρινῇ;
”你会怎么回答?
ΘΕΑΙ. ὅτι σῖγμα καὶ ὦ.
泰阿泰德:是西格马和欧。
ΣΩ. οὐκοῦν τοῦτον ἔχεις λόγον τῆς συλλαβῆς;
苏格拉底:那么,这就是你所持有的关于该音节的说明了?
ΘΕΑΙ. ἔγωγε.
泰阿泰德:是的。
ΣΩ. ἴθι δή, οὕτως εἰπὲ καὶ τὸν τοῦ σῖγμα λόγον.
苏格拉底:那么来吧,同样地说说西格马的说明。
ΘΕΑΙ. καὶ πῶς τοῦ στοιχείου τις ἐρεῖ στοιχεῖα;
泰阿泰德:可是,一个人怎么能说出一个元素的元素呢?
καὶ γὰρ δή, ὦ Σώκρατες, τό τε σῖγμα τῶν ἀφώνων ἐστί, ψόφος τις μόνον, οἷον συριττούσης τῆς γλώττης· τοῦ δʼ αὖ βῆτα οὔτε φωνὴ οὔτε ψόφος, οὐδὲ τῶν πλείστων στοιχείων.
因为,苏格拉底,西格马是无声字母之一,仅仅是某种噪音,就像舌头发出嘶嘶声那样;而在另一方面,贝塔既没有声音也没有噪音,大多数元素也是如此。
ὥστε πάνυ εὖ ἔχει τὸ λέγεσθαι αὐτὰ ἄλογα, ὧν γε τὰ ἐναργέστατα αὐτὰ τὰ ἑπτὰ φωνὴν μόνον ἔχει, λόγον δὲ οὐδʼ ὁντινοῦν.
因此,说它们自身没有说明是极其妥当的,其中最清晰的也就是那七个字母,它们仅具有声音,却没有任何说明。
ΣΩ. τουτὶ μὲν ἄρα, ὦ ἑταῖρε, κατωρθώκαμεν περὶ ἐπιστήμης.
苏格拉底:那么,朋友,关于知识,我们在这一点上是做对了。
ΘΕΑΙ. φαινόμεθα.
泰阿泰德:似乎是这样。
ΣΩ. τί δέ;
苏格拉底:那又如何呢?
τὸ μὴ γνωστὸν εἶναι τὸ στοιχεῖον ἀλλὰ τὴν συλλαβὴν ἆρʼ ὀρθῶς ἀποδεδείγμεθα;
我们是否正确地证明了元素是不可知的,而音节是可知的?
ΘΕΑΙ. εἰκός γε.
泰阿泰德:很有可能。
ΣΩ. φέρε δή, τὴν συλλαβὴν πότερον λέγομεν τὰ ἀμφότερα στοιχεῖα, καὶ ἐὰν πλείω ᾖ ἢ δύο, τὰ πάντα, ἢ μίαν τινὰ ἰδέαν γεγονυῖαν συντεθέντων αὐτῶν;
苏格拉底:那么请问,我们说音节是指那两个元素(如果多于两个,就是指所有元素),还是指它们被组合在一起时所产生的某种单一的形式?
ΘΕΑΙ. τὰ ἅπαντα ἔμοιγε δοκοῦμεν.
泰阿泰德:在我看来,我们似乎是指所有元素。
ΣΩ. ὅρα δὴ ἐπὶ δυοῖν, σῖγμα καὶ ὦ.
苏格拉底:那么看看这两个字母,西格马和欧。
ἀμφότερά ἐστιν ἡ πρώτη συλλαβὴ τοῦ ἐμοῦ ὀνόματος.
这两者合起来就是我名字的第一个音节。
ἄλλο τι ὁ γιγνώσκων αὐτὴν τὰ ἀμφότερα γιγνώσκει;
认识这一音节的人,难道不就是认识这两个字母吗?
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΣΩ. τὸ σῖγμα καὶ τὸ ὦ ἄρα γιγνώσκει.
苏格拉底:那么,他认识西格马和欧。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. τί δʼ;
苏格拉底:那又如何呢?
ἑκάτερον ἄρʼ ἀγνοεῖ καὶ οὐδέτερον εἰδὼς ἀμφότερα γιγνώσκει;
难道他对其中每一个都一无所知,在两者都不认识的情况下,却认识两者的合体吗?
ΘΕΑΙ. ἀλλὰ δεινὸν καὶ ἄλογον, ὦ Σώκρατες.
泰阿泰德:但这真是太奇怪也太不合情理了,苏格拉底。
ΣΩ. ἀλλὰ μέντοι εἴ γε ἀνάγκη ἑκάτερον γιγνώσκειν, εἴπερ ἀμφότερά τις γνώσεται, προγιγνώσκειν τὰ στοιχεῖα ἅπασα ἀνάγκη τῷ μέλλοντί ποτε γνώσεσθαι συλλαβήν, καὶ οὕτως ἡμῖν ὁ καλὸς λόγος ἀποδεδρακὼς οἰχήσεται.
苏格拉底:然而,如果有人要认识两者,就必须先认识其中每一个,那么对于将来要认识音节的人来说,预先认识这些元素就是绝对必要的。 这样一来,我们那个漂亮的论点就会逃之夭夭,消失不见了。
ΘΕΑΙ. καὶ μάλα γε ἐξαίφνης.
泰阿泰德:而且还是非常突然地。
ΣΩ. οὐ γὰρ καλῶς αὐτὸν φυλάττομεν.
苏格拉底:因为我们没有好好守住它。
χρῆν γὰρ ἴσως τὴν συλλαβὴν τίθεσθαι μὴ τὰ στοιχεῖα ἀλλʼ ἐξ ἐκείνων ἕν τι γεγονὸς εἶδος, ἰδέαν μίαν αὐτὸ αὑτοῦ ἔχον, ἕτερον δὲ τῶν στοιχείων.
也许,我们应当把音节设定为不是那些元素,而是由它们产生的某种单一的形式,具有其自身独特的单一型相,且与元素不同。
ΘΕΑΙ. πάνυ μὲν οὖν· καὶ τάχα γʼ ἂν μᾶλλον οὕτως ἢ ʼκείνως ἔχοι.
泰阿泰德:完全是这样;也许这种说法比起刚才那种说法更说得通。
ΣΩ. σκεπτέον καὶ οὐ προδοτέον οὕτως ἀνάνδρως μέγαν τε καὶ σεμνὸν λόγον.
苏格拉底:我们必须加以审视,决不能如此懦弱地背弃一个伟大而庄严的论证。
ΘΕΑΙ. οὐ γὰρ οὖν.
泰阿泰德:当然不能。

词汇与语法注释

  1. 203aμᾶλλον δὲ ἡμᾶς αὐτούς — 对动词 βασανίζωμεν(检验)的宾语代词 αὐτά(这些,即上述理论的要素)进行的并列修正补充,带有 μᾶλλον δέ(或者更确切地说)。需补出动词 βασανίζωμεν 理解为“或者更确切地说是[检验]我们自己”。
  2. 203bὧν γε τὰ ἐναργέστατα αὐτὰ τὰ ἑπτὰ — 关系代词属格 ὧν 是表示整体的分属格(“在它们之中”)。“它们自身之中最清晰的七个”指的是希腊字母表中的七个元音(α, ε, η, ι, ο, υ, ω)。
  3. 203dπρογιγνώσκειν τὰ στοιχεῖα ἅπασα ἀνάγκη τῷ μέλλοντί — 不定式短语 προγιγνώσκειν τὰ στοιχεῖα 作为无人称表达 ἅπασα ἀνάγκη [ἐστί](是绝对必要的)的主语,而该不定式的逻辑主体则由与格 τῷ μέλλοντι...(对于想要……的人)表示。整句结构为“对于将来要认识音节的人来说,预先认识这些元素是绝对必要的”。

引用这一段

柏拉图, 泰阿泰德篇 §203. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:203

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。