Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §199-200

无知的引入与无限倒退及对真信念的重申

第 38 段,共 45 段 · 希腊语

内容简介

苏格拉底和泰阿泰德探讨了错误提取知识或在灵魂中引入非知识(无知)的假设,但这些设想都导致了无限后退的困境。他们一致认为,在弄清知识本身之前无法解释假信念,泰阿泰德因此重新提出“真信念即知识”的定义。

§199ΣΩ. ἀλλʼ ἃ οὐκ ἐπίσταται φῶμεν αὐτὸν ἀναγνώσεσθαι καὶ ἀριθμήσειν, δεδωκότες αὐτῷ πάντα μὲν γράμματα πάντα δὲ ἀριθμὸν ἐπίστασθαι;
苏格拉底:那么,既然我们已经承认他知道所有的字母和所有的数字,难道我们要说他将去阅读和计算那些他所不知道的东西吗?
ΘΕΑΙ. ἀλλὰ καὶ τοῦτʼ ἄλογον.
泰阿泰德:但这同样是不合理的。
ΣΩ. βούλει οὖν λέγωμεν ὅτι τῶν μὲν ὀνομάτων οὐδὲν ἡμῖν μέλει, ὅπῃ τις χαίρει ἕλκων τὸ ἐπίστασθαι καὶ μανθάνειν, ἐπειδὴ δὲ ὡρισάμεθα ἕτερον μέν τι τὸ κεκτῆσθαι τὴν ἐπιστήμην, ἕτερον δὲ τὸ ἔχειν, ὃ μέν τις ἔκτηται μὴ κεκτῆσθαι ἀδύνατόν φαμεν εἶναι, ὥστε οὐδέποτε συμβαίνει ὅ τις οἶδεν μὴ εἰδέναι, ψευδῆ μέντοι δόξαν οἷόν τʼ εἶναι περὶ αὐτοῦ λαβεῖν;
苏格拉底:那么,你是否愿意让我们这样说:对于那些名字,不论有人喜欢怎样去曲解“知道”和“学习”这些词,我们都毫不介意;但既然我们已经界定了“占有知识”是一回事,“持有知识”是另一回事,我们就说,一个人不可能不占有他已经占有了的东西,因此,一个人知道他所知道的东西,这是绝不会发生不晓得的情况的,然而对于它产生虚假的信念却是可能的?
ΣΩ. μὴ γὰρ ἔχειν τὴν ἐπιστήμην τούτου οἷόν τε, ἀλλʼ ἑτέραν ἀντʼ ἐκείνης, ὅταν θηρεύων τινά πού ποτʼ ἐπιστήμην διαπετομένων ἀνθʼ ἑτέρας ἑτέραν ἁμαρτὼν λάβῃ, τότε ἄρα τὰ ἕνδεκα δώδεκα ᾠήθη εἶναι, τὴν τῶν ἕνδεκα ἐπιστήμην ἀντὶ τῆς τῶν δώδεκα λαβὼν τὴν ἐν ἑαυτῷ οἷον φάτταν ἀντὶ περιστερᾶς.
苏格拉底:因为,一个人可能不持有关于这个事物的知识,而是持有另一个来代替它。 当他在那些四处飞着的知识中猎取某一个时,由于失误,他拿了另一个来代替这一个;就在那时,他把十一想成了十二,因为他拿了关于十一的知识来代替关于十二的知识,这就像在他自身中拿了一只斑鸠来代替一只鸽子。
ΘΕΑΙ. ἔχει γὰρ οὖν λόγον.
泰阿泰德:这确实合乎情理。
ΣΩ. ὅταν δέ γε ἣν ἐπιχειρεῖ λαβεῖν λάβῃ, ἀψευδεῖν τε καὶ τὰ ὄντα δοξάζειν τότε, καὶ οὕτω δὴ εἶναι ἀληθῆ τε καὶ ψευδῆ δόξαν, καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδυσχεραίνομεν οὐδὲν ἐμποδὼν γίγνεσθαι;
苏格拉底:但是,当他捕获了他企图捕获的那一个时,他便没有错误,那时他就信念了存在着的事物。 这样一来,真信念和假信念就确实存在了,而我们先前感到困难的那些事情,没有一件会成为阻碍,是吗?
ἴσως οὖν μοι συμφήσεις· ἢ πῶς ποιήσεις;
也许你会同意我的看法,或者你会怎么做?
ΘΕΑΙ. οὕτως.
泰阿泰德:我同意。
ΣΩ. καὶ γὰρ τοῦ μὲν ἃ ἐπίστανται μὴ ἐπίστασθαι ἀπηλλάγμεθα· ἃ γὰρ κεκτήμεθα μὴ κεκτῆσθαι οὐδαμοῦ ἔτι συμβαίνει, οὔτε ψευσθεῖσί τινος οὔτε μή.
苏格拉底:因为,我们已经摆脱了不知道自己所知道的东西这一困难;因为,无论我们是否在某事上出错,我们不占有我们已经占有的东西这种情况在任何地方都不会再发生了。
δεινότερον μέντοι πάθος ἄλλο παραφαίνεσθαί μοι δοκεῖ.
然而,在我看来,另一个更严重的困境似乎正在显现。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:是什么样的困境?
ΣΩ. εἰ ἡ τῶν ἐπιστημῶν μεταλλαγὴ ψευδὴς γενήσεταί ποτε δόξα.
苏格拉底:即知识的互换在什么时候会变成假信念。
ΘΕΑΙ. πῶς δή;
泰阿泰德:怎么会呢?
ΣΩ. πρῶτον μὲν τό τινος ἔχοντα ἐπιστήμην τοῦτο αὐτὸ ἀγνοεῖν, μὴ ἀγνωμοσύνῃ ἀλλὰ τῇ ἑαυτοῦ ἐπιστήμῃ· ἔπειτα ἕτερον αὖ τοῦτο δοξάζειν, τὸ δʼ ἕτερον τοῦτο, πῶς οὐ πολλὴ ἀλογία, ἐπιστήμης παραγενομένης γνῶναι μὲν τὴν ψυχὴν μηδέν, ἀγνοῆσαι δὲ πάντα;
苏格拉底:首先,持有着某物的知识,却不是因为无知,而是由于其自身的“知识”而不认识这件东西本身;其次,把这一个信念为另一个,又把那另一个信念为这一个,这怎么不是极大的荒谬——当知识存在时,灵魂却什么也不认识,反而对一切都无知?
ἐκ γὰρ τούτου τοῦ λόγου κωλύει οὐδὲν καὶ ἄγνοιαν παραγενομένην γνῶναί τι ποιῆσαι καὶ τυφλότητα ἰδεῖν, εἴπερ καὶ ἐπιστήμη ἀγνοῆσαί ποτέ τινα ποιήσει.
因为按照这种说法,如果知识竟然能使人在什么时候变得无知,那么就没有什么能阻止无知在存在时使人认识某物,也没有什么能阻止盲目使人看见了。
ΘΕΑΙ. ἴσως γάρ, ὦ Σώκρατες, οὐ καλῶς τὰς ὄρνιθας ἐτίθεμεν ἐπιστήμας μόνον τιθέντες, ἔδει δὲ καὶ ἀνεπιστημοσύνας τιθέναι ὁμοῦ συνδιαπετομένας ἐν τῇ ψυχῇ, καὶ τὸν θηρεύοντα τοτὲ μὲν ἐπιστήμην λαμβάνοντα, τοτὲ δʼ ἀνεπιστημοσύνην τοῦ αὐτοῦ πέρι ψευδῆ μὲν δοξάζειν τῇ ἀνεπιστημοσύνῃ, ἀληθῆ δὲ τῇ ἐπιστήμῃ.
泰阿泰德:也许,苏格拉底,我们先前把这些鸟仅仅当成知识是不妥当的,我们还应该把非知识也放进去,让它们在灵魂中一同飞翔;而捕猎的人有时捕获了知识,有时则捕获了关于同一事物的非知识,因而凭借非知识产生了假信念,凭借知识产生了真信念。
§200ΣΩ. οὐ ῥᾴδιόν γε, ὦ Θεαίτητε, μὴ ἐπαινεῖν σε·
苏格拉底:泰阿泰德,要不称赞你可不容易。
ὃ μέντοι εἶπες πάλιν ἐπίσκεψαι.
然而,请再次审视你刚才所说的话。
ἔστω μὲν γὰρ ὡς λέγεις· ὁ δὲ δὴ τὴν ἀνεπιστημοσύνην λαβὼν ψευδῆ μέν, φῄς, δοξάσει.
就让事情如你所说的那样吧;但是,那个捕获了非知识的人,正如你所说,会产生假信念。
ἦ γάρ;
不是吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. οὐ δήπου καὶ ἡγήσεταί γε ψευδῆ δοξάζειν.
苏格拉底:他想必不会认为自己产生的是假信念吧。
ΘΕΑΙ. πῶς γάρ;
泰阿泰德:怎么会呢?
ΣΩ. ἀλλʼ ἀληθῆ γε, καὶ ὡς εἰδὼς διακείσεται περὶ ὧν ἔψευσται.
苏格拉底:相反,他会认为那是真信念,并且对于他弄错了的事情,他会以一个知道者的姿态去对待。
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΣΩ. ἐπιστήμην ἄρα οἰήσεται τεθηρευκὼς ἔχειν ἀλλʼ οὐκ ἀνεπιστημοσύνην.
苏格拉底:因此,他会认为自己猎取并持有的是知识,而不是非知识。
ΘΕΑΙ. δῆλον.
泰阿泰德:显然如此。
ΣΩ. οὐκοῦν μακρὰν περιελθόντες πάλιν ἐπὶ τὴν πρώτην πάρεσμεν ἀπορίαν.
苏格拉底:那么,我们绕了老大一个圈子,又回到了最初的困境。
ὁ γὰρ ἐλεγκτικὸς ἐκεῖνος γελάσας φήσει· πότερον, ὦ βέλτιστοι, ἀμφοτέρας τις εἰδώς, ἐπιστήμην τε καὶ ἀνεπιστημοσύνην, ἣν οἶδεν, ἑτέραν αὐτὴν οἴεταί τινα εἶναι ὧν οἶδεν;
那个喜欢驳斥的人会嘲笑着说: “最优秀的人啊,难道一个既知道知识又知道非知识的人,会把他所知道的这一个,当成他所知道的另一个吗?
ἢ οὐδετέραν εἰδώς, ἣν μὴ οἶδε, δοξάζει ἑτέραν ὧν οὐκ οἶδεν;
还是一个两者都不知道的人,会把他所不知道的这一个,信念为他所不知道的另一个?
ἢ τὴν μὲν εἰδώς, τὴν δʼ οὔ, ἣν οἶδεν, ἣν μὴ οἶδεν; ἢ ἣν μὴ οἶδεν, ἣν οἶδεν ἡγεῖται;
还是一个知道其中一个而不知道另一个的人,会把他所知道的当成他所不知道的,或者把他所不知道的当成他所知道的?
ἢ πάλιν αὖ μοι ἐρεῖτε ὅτι τῶν ἐπιστημῶν καὶ ἀνεπιστημοσυνῶν εἰσὶν αὖ ἐπιστῆμαι, ἃς ὁ κεκτημένος ἐν ἑτέροις τισὶ γελοίοις περιστερεῶσιν ἢ κηρίνοις πλάσμασι καθείρξας, ἕωσπερ ἂν κεκτῆται ἐπίσταται, καὶ ἐὰν μὴ προχείρους ἔχῃ ἐν τῇ ψυχῇ;
或者,你们又要在我的面前说,关于这些知识和非知识,反过来又存在着另外的知识,而占有它们的人把它们关在其他某些滑稽的鸟笼或蜡制模型中,只要占有着就‘知道’它们,即使它们在灵魂中并未处于手边?
καὶ οὕτω δὴ ἀναγκασθήσεσθε εἰς ταὐτὸν περιτρέχειν μυριάκις οὐδὲν πλέον ποιοῦντες;
因而,你们就这样被迫一万次地在同一个地方打转,却一无所获?
τί πρὸς ταῦτα, ὦ Θεαίτητε, ἀποκρινούμεθα;
”泰阿泰德,对此我们该怎么回答呢?
ΘΕΑΙ. ἀλλὰ μὰ Δίʼ, ὦ Σώκρατες, ἔγωγε οὐκ ἔχω τί χρὴ λέγειν.
泰阿泰德:凭宙斯起誓,苏格拉底,我真的不知道该说什么。
ΣΩ. ἆρʼ οὖν ἡμῖν, ὦ παῖ, καλῶς ὁ λόγος ἐπιπλήττει καὶ ἐνδείκνυται ὅτι οὐκ ὀρθῶς ψευδῆ δόξαν προτέραν ζητοῦμεν ἐπιστήμης, ἐκείνην ἀφέντες;
苏格拉底:那么,孩子啊,这个论证是不是很好地谴責了我们,并表明我们在放过知识之前,先去寻找假信念是不对的?
τὸ δʼ ἐστὶν ἀδύνατον γνῶναι πρὶν ἄν τις ἐπιστήμην ἱκανῶς λάβῃ τί ποτʼ ἐστίν.
因为在一个人充分掌握了知识到底是什么之前,要认识假信念是不可能的。
ΘΕΑΙ. ἀνάγκη, ὦ Σώκρατες, ἐν τῷ παρόντι ὡς λέγεις οἴεσθαι.
泰阿泰德:苏格拉底,在目前的情况下,不得不按您所说的去想。
ΣΩ. τί οὖν τις ἐρεῖ πάλιν ἐξ ἀρχῆς ἐπιστήμην;
苏格拉底:那么,我们要从头开始,说知识是什么呢?
οὐ γάρ που ἀπεροῦμέν γέ πω;
因为我们想必还不会放弃吧?
ΘΕΑΙ. ἥκιστα, ἐάνπερ μὴ σύ γε ἀπαγορεύῃς.
泰阿泰德:绝不放弃,只要您不放弃。
ΣΩ. λέγε δή, τί ἂν αὐτὸ μάλιστα εἰπόντες ἥκιστʼ ἂν ἡμῖν αὐτοῖς ἐναντιωθεῖμεν;
苏格拉底:那么请说,我们要怎么说它,才最不容易自相矛盾?
ΘΕΑΙ. ὅπερ ἐπεχειροῦμεν, ὦ Σώκρατες, ἐν τῷ πρόσθεν· οὐ γὰρ ἔχω ἔγωγε ἄλλο οὐδέν. ΣΩ. τὸ ποῖον; ΘΕΑΙ. τὴν ἀληθῆ δόξαν ἐπιστήμην εἶναι.
泰阿泰德:真信念就是知识。
ἀναμάρτητόν γέ πού ἐστιν τὸ δοξάζειν ἀληθῆ, καὶ τὰ ὑπʼ αὐτοῦ γιγνόμενα πάντα καλὰ καὶ ἀγαθὰ γίγνεται.
因为拥有真信念想必是不会犯错的,而且由它所产生的一切事物都会变得美好和善良。

词汇与语法注释

  1. 199aδεδωκότες αὐτῷ πάντα μὲν γράμματα πάντα δὲ ἀριθμὸν ἐπίστασθαι — 动词 δίδωμι 的完成时主动分词 δεδωκότες 在此处具有让步或条件语气,意为“(作为论证前提)已经承认/假定”。
  2. 199aὅπῃ τις χαίρει ἕλκων τὸ ἐπίστασθαι καὶ μανθάνειν — 关系副词 ὅπῃ 表示方式。动词 αίρει 搭配分词 ἕλκων 构成惯用表达,意为“乐于拖曳/曲解(这些词)”。
  3. 199dτό τινος ἔχοντα ἐπιστήμην τοῦτο αὐτὸ ἀγνοεῖν... ἔπειτα ἕτερον αὖ τοῦτο δοξάζειν — 不定式 ἀγνοεῖν 和 δοξάζειν(带有冠词定格)作为主句 πῶς οὐ πολλὴ ἀλογία 的主语或同位语并列。宾格分词 ἔχοντα 与不定式未显在的主语保持一致。
  4. 200bπότερον... ἢ... ἢ... — 该句使用关联小词 πότερον... ἢ... ἢ...(“是……还是……还是……”)展示了多个嵌套的备选方案,表明无论选择哪条路径都会导致自相矛盾。

引用这一段

柏拉图, 泰阿泰德篇 §199-200. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:199-200

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。