← プラトン

テアイテトス

§193-194

蝋板における刻印の不一致と記憶の個人差

ソクラテスは、知っていることと感覚していることが完全に一致している場合には誤認が起きないことを再確認した上で、視覚のずれや感覚の不一致から「他者を他者と思う」偽なる思いなし(他者への思い違い)が生じるプロセスを、魂の「蝋の板」モデルを用いて具体的に解説する。さらに、蝋の質(深さ、滑らかさ、毛深さなど)が人間の知能や記憶力の個人差を決定づける仕組みを提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§193

ΣΩ. ἰδὲ δὴ ἐάν τι μᾶλλον νῦν ἐπίσπῃ. Σωκράτης εἰ γιγνώσκει Θεόδωρον καὶ Θεαίτητον, ὁρᾷ δὲ μηδέτερον, μηδὲ ἄλλη αἴσθησις αὐτῷ πάρεστι περὶ αὐτῶν, οὐκ ἄν ποτε ἐν ἑαυτῷ δοξάσειεν ὡς ὁ Θεαίτητός ἐστι Θεόδωρος. λέγω τὶ ἢ οὐδέν; ΘΕΑΙ. ναί, ἀληθῆ γε. ΣΩ. τοῦτο μὲν τοίνυν ἐκείνων πρῶτον ἦν ὧν ἔλεγον. ΘΕΑΙ. ἦν γάρ. ΣΩ. δεύτερον τοίνυν, ὅτι τὸν μὲν γιγνώσκων ὑμῶν, τὸν δὲ μὴ γιγνώσκων, αἰσθανόμενος δὲ μηδέτερον, οὐκ ἄν ποτε αὖ οἰηθείην ὃν οἶδα εἶναι ὃν μὴ οἶδα. ΘΕΑΙ. ὀρθῶς. ΣΩ. τρίτον δέ, μηδέτερον γιγνώσκων μηδὲ αἰσθανόμενος οὐκ ἂν οἰηθείην ὃν μὴ οἶδα ἕτερόν τινʼ εἶναι ὧν μὴ οἶδα. καὶ τἆλλα τὰ πρότερα πάνθʼ ἑξῆς νόμιζε πάλιν ἀκηκοέναι, ἐν οἷς οὐδέποτʼ ἐγὼ περὶ σοῦ καὶ Θεοδώρου τὰ ψευδῆ δοξάσω, οὔτε γιγνώσκων οὔτε ἀγνοῶν ἄμφω, οὔτε τὸν μέν, τὸν δʼ οὐ γιγνώσκων· καὶ περὶ αἰσθήσεων κατὰ ταὐτά, εἰ ἄρα ἕπῃ. ΘΕΑΙ. ἕπομαι. ΣΩ. λείπεται τοίνυν τὰ ψευδῆ δοξάσαι ἐν τῷδε, ὅταν γιγνώσκων σὲ καὶ Θεόδωρον, καὶ ἔχων ἐν ἐκείνῳ τῷ κηρίνῳ ὥσπερ δακτυλίων σφῷν ἀμφοῖν τὰ σημεῖα, διὰ μακροῦ καὶ μὴ ἱκανῶς ὁρῶν ἄμφω προθυμηθῶ, τὸ οἰκεῖον ἑκατέρου σημεῖον ἀποδοὺς τῇ οἰκείᾳ ὄψει, ἐμβιβάσας προσαρμόσαι εἰς τὸ ἑαυτῆς ἴχνος,1 ἵνα γένηται ἀναγνώρισις, εἶτα τούτων ἀποτυχὼν καὶ ὥσπερ οἱ ἔμπαλιν ὑποδούμενοι παραλλάξας προσβάλω τὴν ἑκατέρου ὄψιν πρὸς τὸ ἀλλότριον σημεῖον, ἢ καὶ οἷα τὰ ἐν τοῖς κατόπτροις τῆς ὄψεως πάθη, δεξιὰ εἰς ἀριστερὰ μεταρρεούσης, ταὐτὸν παθὼν διαμάρτω· τότε δὴ συμβαίνει ἡ ἑτεροδοξία καὶ τὸ ψευδῆ δοξάζειν. ΘΕΑΙ. ἔοικε γάρ, ὦ Σώκρατες. θαυμασίως ὡς λέγεις τὸ τῆς δόξης πάθος. ΣΩ. ἔτι τοίνυν καὶ ὅταν ἀμφοτέρους γιγνώσκων τὸν μὲν πρὸς τῷ γιγνώσκειν αἰσθάνωμαι, τὸν δὲ μή, τὴν δὲ γνῶσιν τοῦ ἑτέρου μὴ κατὰ τὴν αἴσθησιν ἔχω, ὃ ἐν τοῖς πρόσθεν οὕτως ἔλεγον καί μου τότε οὐκ ἐμάνθανες. ΘΕΑΙ. οὐ γὰρ οὖν. ΣΩ. τοῦτο μὴν ἔλεγον, ὅτι γιγνώσκων τὸν ἕτερον καὶ αἰσθανόμενος, καὶ τὴν γνῶσιν κατὰ τὴν αἴσθησιν αὐτοῦ ἔχων, οὐδέποτε οἰήσεται εἶναι αὐτὸν ἕτερόν τινα ὃν γιγνώσκει τε καὶ αἰσθάνεται καὶ τὴν γνῶσιν αὖ καὶ ἐκείνου ἔχει κατὰ τὴν αἴσθησιν. ἦν γὰρ τοῦτο; ΘΕΑΙ. ναί.

ソクラテス:では、今度はもう少しついてこられるか見てごらん。もしソクラテスがテオドロスとテアイテトスを知っていて、どちらも見ておらず、彼らに関する他のいかなる感覚も彼に備わっていないなら、彼自身の中で、テアイテトスがテオドロスであると決して思いなすことはないだろう。私は何か中身のあることを言っているかね、それとも無を言っているかね? テアイテトス:はい、まったくその通り(真実)です。 ソクラテス:では、これは先ほど言ったことのうちの第一のものであった。 テアイテトス:そうでした。 ソクラテス:第二に、君たちのうちの一方を知っていて、他方を知らず、どちらも感覚していないなら、自分が知っている者を、知らない者であると決して思いなすことはない。 テアイテトス:その通りです。 ソクラテス:第三に、どちらも知らず、感覚もしていないなら、自分が知らない者を、知らない別の何かであると思いなすことはない。そして、それ以外の以前のすべてのケースについても、続けて順に再び聞いたものと思ってくれ。そのいずれにおいても、私は君とテオドロスについて偽なる思いなしを抱くことは決してない。二人とも知っているにせよ知らないにせよ、あるいは一方を知っていて他方を知らないにせよ。また感覚についても、同様に考えてくれ。もし君がついてきているなら。 テアイテトス:ついていっています。 ソクラテス:それでは、偽なる思いなしを抱くことは、次の場合に残される。すなわち、私が君とテオドロスを知っていて、あの蝋の板の中に君たち二人の指輪[の刻印]のような印を保持しているとき、遠くから、あるいは不十分に二人を見て、それぞれに固有の印をそれぞれに固有の視覚に割り当てようと努め、それ自体の足跡(型)の中に押し込めて適合させようとする。再認が生じるように。しかしその後、これらに失敗し、ちょうど靴を左右逆に履く人のように、掛け違えて、それぞれの視覚を他方の印に押し当ててしまう。あるいは、鏡の中での視覚の現象(右が左へと流れ変わるようなもの)と同じように、同様のことが起こって間違えてしまうとき。まさにそのときに、他者を他者と思うこと(異説)と、偽なる思いなしが生じるのだ。 テアイテトス:そのようです、ソクラテス。思いなしのその状態について、驚くほど見事に説明されますね。 ソクラテス:さらにまた、両者を知っていて、一方については知っていることに加えて感覚しているが、他方については感覚しておらず、その他方についての知識は感覚に即して持っていないとき。これは先ほどこのように言ったのだが、君はそのとき理解できなかったのだ。 テアイテトス:確かにそうでした。 ソクラテス:私が言っていたのはこういうことだ。一方を知っておりかつ感覚していて、その知識をその感覚に即して持っているなら、その人を、自分が知っておりかつ感覚しており、同様にその知識を感覚に即して持っている別の誰かであると決して思いなすことはない、ということだ。そう言わなかったかね? テアイテトス:はい。

§194

ΣΩ. παρελείπετο δέ γέ που τὸ νῦν λεγόμενον, ἐν ᾧ δή φαμεν τὴν ψευδῆ δόξαν γίγνεσθαι τὸ ἄμφω γιγνώσκοντα καὶ ἄμφω ὁρῶντα ἤ τινα ἄλλην αἴσθησιν ἔχοντα ἀμφοῖν τὼ σημείω μὴ κατὰ τὴν αὐτοῦ αἴσθησιν ἑκάτερον ἔχειν,2 ἀλλʼ οἷον τοξότην φαῦλον ἱέντα παραλλάξαι τοῦ σκοποῦ καὶ ἁμαρτεῖν, ὃ δὴ καὶ ψεῦδος ἄρα ὠνόμασται. ΘΕΑΙ. εἰκότως γε. ΣΩ. καὶ ὅταν τοίνυν τῷ μὲν παρῇ αἴσθησις τῶν σημείων, τῷ δὲ μή, τὸ δὲ τῆς ἀπούσης αἰσθήσεως τῇ παρούσῃ προσαρμόσῃ, πάντῃ ταύτῃ ψεύδεται ἡ διάνοια. καὶ ἑνὶ λόγῳ, περὶ ὧν μὲν μὴ οἶδέ τις μηδʼ ἐπῄσθετο πώποτε, οὐκ ἔστιν, ὡς ἔοικεν, οὔτε ψεύδεσθαι οὔτε ψευδὴς δόξα, εἴ τι νῦν ἡμεῖς ὑγιὲς λέγομεν· περὶ δὲ ὧν ἴσμεν τε καὶ αἰσθανόμεθα, ἐν αὐτοῖς τούτοις στρέφεται καὶ ἑλίττεται ἡ δόξα ψευδὴς καὶ ἀληθὴς γιγνομένη, καταντικρὺ μὲν καὶ κατὰ τὸ εὐθὺ τὰ οἰκεῖα συνάγουσα ἀποτυπώματα καὶ τύπους ἀληθής, εἰς πλάγια δὲ καὶ σκολιὰ ψευδής. ΘΕΑΙ. οὐκοῦν καλῶς, ὦ Σώκρατες, λέγεται; ΣΩ. ἔτι τοίνυν καὶ τάδε ἀκούσας μᾶλλον αὐτὸ ἐρεῖς. τὸ μὲν γὰρ τἀληθὲς δοξάζειν καλόν, τὸ δὲ ψεύδεσθαι αἰσχρόν. ΘΕΑΙ. πῶς δʼ οὔ; ΣΩ. ταῦτα τοίνυν φασὶν ἐνθένδε γίγνεσθαι. ὅταν μὲν ὁ κηρός του ἐν τῇ ψυχῇ βαθύς τε καὶ πολὺς καὶ λεῖος καὶ μετρίως ὠργασμένος ᾖ, τὰ ἰόντα διὰ τῶν αἰσθήσεων, ἐνσημαινόμενα εἰς τοῦτο τὸ τῆς ψυχῆς κέαρ,3 ὃ ἔφη Ὅμηρος αἰνιττόμενος τὴν τοῦ κηροῦ ὁμοιότητα, τότε μὲν καὶ τούτοις καθαρὰ τὰ σημεῖα ἐγγιγνόμενα καὶ ἱκανῶς τοῦ βάθους ἔχοντα πολυχρόνιά τε γίγνεται καὶ εἰσὶν οἱ τοιοῦτοι πρῶτον μὲν εὐμαθεῖς, ἔπειτα μνήμονες, εἶτα οὐ παραλλάττουσι τῶν αἰσθήσεων τὰ σημεῖα ἀλλὰ δοξάζουσιν ἀληθῆ. σαφῆ γὰρ καὶ ἐν εὐρυχωρίᾳ ὄντα ταχὺ διανέμουσιν ἐπὶ τὰ αὑτῶν ἕκαστα ἐκμαγεῖα, ἃ δὴ ὄντα καλεῖται, καὶ σοφοὶ δὴ οὗτοι καλοῦνται. ἢ οὐ δοκεῖ σοι; ΘΕΑΙ. ὑπερφυῶς μὲν οὖν. ΣΩ. ὅταν τοίνυν λάσιόν του τὸ κέαρ ᾖ, ὃ δὴ ἐπῄνεσεν ὁ πάσσοφος ποιητής, ἢ ὅταν κοπρῶδες καὶ μὴ καθαροῦ τοῦ κηροῦ, ἢ ὑγρὸν σφόδρα ἢ σκληρόν, ὧν μὲν ὑγρὸν εὐμαθεῖς μέν, ἐπιλήσμονες δὲ γίγνονται, ὧν δὲ σκληρόν, τἀναντία. οἱ δὲ δὴ λάσιον καὶ τραχὺ λιθῶδές τι ἢ γῆς ἢ κόπρου συμμιγείσης ἔμπλεων ἔχοντες ἀσαφῆ τὰ ἐκμαγεῖα ἴσχουσιν.

ソクラテス:しかし、今言われていることが省かれていたのだ。そこにおいてこそ、偽なる思いなしが生じると我々は言う。すなわち、両者を知っており、かつ両者を見ており(あるいは両者について他の何らかの感覚を持っており)、両方の印を、それぞれ固有の感覚に適合するように保持するのではなく、まるで下手な射手が矢を放って標的を外し、誤るようにすること、これこそがまさに「偽り」と名付けられているのだ。 テアイテトス:当然のことですね。 ソクラテス:さらに、一方には印の感覚が伴っており、他方には伴っていないとき、伴っていない感覚[の印]を、伴っている感覚[の対象]に適合させようとするとき、あらゆる点において、このように思考は誤る。一言で言えば、ある人が知らず、かつ一度も感覚したことがないものについては、どうやら、誤ることも偽なる思いなしを抱くこともない。もし今我々が何かまともなことを言っているとすれば。しかし、我々が知っており、かつ感覚しているものについて、まさにそれらのものの中で、思いなしは回転し、ねじ曲がり、偽となったり真となったりする。すなわち、固有の刻印と型を正対させ、真っ直ぐに適合させるときは真となり、斜めや歪みに適合させるときは偽となる。 テアイテトス:ソクラテス、実に見事に言われていますね。 ソクラテス:さらにまた、次のことを聞けば、なおいっそうそう言うだろう。真実を思いなすことは美しく、偽ることは醜いのだから。 テアイテトス:どうしてそうでないことがありましょう。 ソクラテス:では、これらは次のようなことから生じると人々は言う。ある人の魂の中の蝋が、深く、豊富で、滑らかであり、適度に練られているとき、感覚を通じて入ってくるものは、魂のこの心(蝋の心臓)へと印を刻み込む。ホメロスが蝋との類似性を暗示してこの言葉を言ったのだが、そのときには、これら[の人々]に清らかな印が生じ、十分な深さを持って、長持ちするものとなる。このような人々は、第一に物覚えがよく、第二に記憶力があり、第三に感覚の印を掛け違えることなく真実を思いなす。なぜなら、それらは明瞭であり、広い場所にあるため、自分たちのそれぞれの型(型から作られたもの)へと素早く分配されるからである。そして、それらは「あるもの(実在)」と呼ばれ、また彼ら自身は「賢者」と呼ばれる。そう思わないかね? テアイテトス:この上なくそう思います。 ソクラテス:ところが、誰かの心が毛深いとき(これこそあのこの上なく賢い詩人が称賛したものだが)、あるいは泥にまみれて不純な蝋であるとき、あるいは極めて湿っていたり、硬かったりするとき。湿っている人々は、物覚えは良いが、忘れっぽくなり、硬い人々はその逆になる。そして、毛深く、粗く、石のようであったり、土や泥が混じり合って満ちていたりする人々は、不鮮明な型を持つことになる。

構文注3 件
  1. 193cἐμβιβάσας προσαρμόσαι εἰς τὸ ἑαυτῆς ἴχνος

    主格分詞 ἐμβιβάσας(「[視覚を]押し込めて」)は、主節の主動詞 προθυμηθῶ(「私は努める」)の主語(ソクラテス)と一致しています。不定詞 προσαρμόσαι は目的を表すか、あるいは προθυμηθῶ に従属する不定詞として機能しており、「それ(その感覚)自体の足跡(型)の中に押し込めて適合させようと努める」という一連の意図的行動を表しています。ἑαυτῆς(それ自体の)は、文脈上、それぞれの印象や固有の感覚の型(ἴχνος)を指します。

  2. 193eτὸ ἄμφω γιγνώσκοντα καὶ ἄμφω ὁρῶντα... μὴ κατὰ τὴν αὐτοῦ αἴσθησιν ἑκάτερον ἔχειν

    対格の主語(ἄμφω γιγνώσκοντα καὶ ἄμφω ὁρῶντα)を伴う対格不定詞句であり、前文の ἐν ᾧ(「そこにおいて」)の同格またはその具体的説明として機能しています。この全体が「偽なる思いなしが生じる場合」の具体的な構造を示しており、「両方を知り、かつ両方を見ている者が、二つの印をそれぞれ自身の感覚に適合するように保持しないこと」という意味になります。

  3. 194cκέαρ

    プラトンはここで、ホメロスの詩に見られる「心(κῆρ)」という言葉を、蝋(κηρός)との音の類似性(および語源的な結びつき)から、「蝋の心臓」という意味を込めて用いています。これは言葉遊びを通じて蝋の比喩を魂の思考能力に結びつけるための、プラトン特有の詩的解釈です。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)
  • 日は 2026-05-23 に Gemini 3.5 Flash で再翻訳
urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:193-194