Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §192

基于知识与感觉组合的误认分类

第 33 段,共 45 段 · 希腊语

内容简介

苏格拉底系统地列举了在知识、感觉或其缺失的各种组合下,将一物误认为他物在逻辑上是不可能的情况,并指出了唯一可能产生错误意见的剩余条件。由于泰阿泰德无法理解,苏格拉底通过他们彼此认识和感觉的具体例子重新开始解释。

§192ΣΩ. δεῖ ὧδε λέγεσθαι περὶ αὐτῶν ἐξ ἀρχῆς διοριζομένους ὅτι ὃ μέν τις οἶδεν, σχὼν αὐτοῦ μνημεῖον ἐν τῇ ψυχῇ, αἰσθάνεται δὲ αὐτὸ μή, οἰηθῆναι ἕτερόν τι ὧν οἶδεν, ἔχοντα καὶ ἐκείνου τύπον, αἰσθανόμενον δὲ μή, ἀδύνατον.
苏格拉底:必须从一开始就这样把它们区分清楚来说:一个人对于他所知道的事物——他的魂里有其记忆,但未曾感觉它——,若以为它是他所知道、且有其印记但未曾感觉的另一个事物,这是不可能的。
καὶ ὅ γε οἶδεν αὖ, οἰηθῆναι εἶναι ὃ μὴ οἶδε μηδʼ ἔχει αὐτοῦ σφραγῖδα· καὶ ὃ μὴ οἶδεν, ὃ μὴ οἶδεν αὖ· καὶ ὃ μὴ οἶδεν, ὃ οἶδε· καὶ ὃ αἰσθάνεταί γε, ἕτερόν τι ὧν αἰσθάνεται οἰηθῆναι εἶναι· καὶ ὃ αἰσθάνεται, ὧν τι μὴ αἰσθάνεται· καὶ ὃ μὴ αἰσθάνεται, ὧν μὴ αἰσθάνεται· καὶ ὃ μὴ αἰσθάνεται, ὧν αἰσθάνεται.
同样,对于他所知道的事物,若以为是他不知道且没有其印记的事物,这也是不可能的;对于他不知道的事物,若以为是他不知道的另一个事物;对于他不知道的事物,若以为是他知道的事物;对于他感觉到的事物,若以为是他感觉到的另一个事物;对于他感觉到的事物,若以为是他未曾感觉到的某种事物;以及对于他未曾感觉到的事物,若以为是他未曾感觉到的另一个事物;对于他未曾感觉到的事物,若以为是他感觉到的某种事物。
καὶ ἔτι γε αὖ καὶ ὃ οἶδε καὶ αἰσθάνεται καὶ ἔχει τὸ σημεῖον κατὰ τὴν αἴσθησιν, οἰηθῆναι αὖ ἕτερόν τι ὧν οἶδε καὶ αἰσθάνεται καὶ ἔχει αὖ καὶ ἐκείνου τὸ σημεῖον κατὰ τὴν αἴσθησιν, ἀδυνατώτερον ἔτι ἐκείνων, εἰ οἷόν τε.
而且更进一步,对于他既知道又感觉到、且持有对应于该感觉之记号的事物,若以为是另一个他既知道又感觉到、且同样持有对应于感觉之记号的事物,这比刚才那些情况更加不可能(如果这算可能的话)。
καὶ ὃ οἶδε καὶ αἰσθάνεται ἔχων τὸ μνημεῖον ὀρθῶς, ὃ οἶδεν οἰηθῆναι ἀδύνατον· καὶ ὃ οἶδε καὶ αἰσθάνεται ἔχων κατὰ ταὐτά, ὃ αἰσθάνεται· καὶ ὃ αὖ μὴ οἶδε μηδὲ αἰσθάνεται, ὃ μὴ οἶδε μηδὲ αἰσθάνεται· καὶ ὃ μὴ οἶδε μηδὲ αἰσθάνεται, ὃ μὴ οἶδε· καὶ ὃ μὴ οἶδε μηδὲ αἰσθάνεται, ὃ μὴ αἰσθάνεται·
对于他既知道又感觉到、且正确持有其记忆的事物,若以为是他所知道的[另一个]事物,这是不可能的;对于他既知道又感觉到、且同样持有记忆的事物,若以为是他所感觉到的[另一个]事物,也是不可能的;同样,对于他既不知道也未曾感觉到的事物,若以为是他既不知道也未曾感觉到的另一个事物;对于他既不知道也未曾感觉到的事物,若以为是他不知道的事物;对于他既不知道也未曾感觉到的事物,若以为是他未曾感觉到的事物。
πάντα ταῦτα ὑπερβάλλει ἀδυναμίᾳ τοῦ ἐν αὐτοῖς ψευδῆ τινα δοξάσαι.
所有这些情况,在其中产生任何错误意见的不可能性都是极其明显的。
λείπεται δὴ ἐν τοῖς τοιοῖσδε, εἴπερ που ἄλλοθι, τὸ τοιοῦτον γενέσθαι.
因此,如果还有其他可能,那么这类事情(错误意见)就只能在以下情况下发生。
ΘΕΑΙ. ἐν τίσι δή;
泰阿泰德:到底是在哪些情况下呢?
ἐὰν ἄρα ἐξ αὐτῶν τι μᾶλλον μάθω· νῦν μὲν γὰρ οὐχ ἕπομαι.
如果我能从中多学到一点就好了;因为现在我跟不上了。
ΣΩ. ἐν οἷς οἶδεν, οἰηθῆναι αὐτὰ ἕτερʼ ἄττα εἶναι ὧν οἶδε καὶ αἰσθάνεται· ἢ ὧν μὴ οἶδεν, αἰσθάνεται δέ· ἢ ὧν οἶδε καὶ αἰσθάνεται, ὧν οἶδεν αὖ καὶ αἰσθάνεται.
苏格拉底:在那些他所知道的事物中,以为它们是那些他既知道又感觉到的另一些事物;或者以为是那些他不知道、但感觉到的另一些事物;或者对于那些他既知道又感觉到并且持有记忆的事物,以为是那些他同样既知道又感觉到的另一些事物。
ΘΕΑΙ. νῦν πολὺ πλέον ἀπελείφθην ἢ τότε.
泰阿泰德:现在我比刚才落后得更多了。
ΣΩ. ὧδε δὴ ἀνάπαλιν ἄκουε.
苏格拉底:那么,请这样反过来听。
ἐγὼ εἰδὼς Θεόδωρον καὶ ἐν ἐμαυτῷ μεμνημένος οἷός ἐστι, καὶ Θεαίτητον κατὰ ταὐτά, ἄλλο τι ἐνίοτε μὲν ὁρῶ αὐτούς, ἐνίοτε δὲ οὔ, καὶ ἅπτομαί ποτʼ αὐτῶν, τοτὲ δʼ οὔ, καὶ ἀκούω ἤ τινα ἄλλην αἴσθησιν αἰσθάνομαι, τοτὲ δʼ αἴσθησιν μὲν οὐδεμίαν ἔχω περὶ ὑμῶν, μέμνημαι δὲ ὑμᾶς οὐδὲν ἧττον καὶ ἐπίσταμαι αὐτὸς ἐν ἐμαυτῷ;
我认识狄奥多洛斯,并在心里记得他是怎样的人,对泰阿泰德也是如此。 有时我看见他们,有时看不见;有时我触碰他们,有时不触碰;有时听见他们或通过其他感官感觉到他们,有时则对你们没有任何感觉,但我在心里同样记住并认识你们,不是吗?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:确实如此。
ΣΩ. τοῦτο τοίνυν πρῶτον μάθε ὧν βούλομαι δηλῶσαι, ὅτι ἔστι μὲν ἃ οἶδε μὴ αἰσθάνεσθαι, ἔστιν δὲ αἰσθάνεσθαι.
苏格拉底:那么,首先请明白我想说明的这一点:对于认识的事物,有可能不感觉到,也有可能感觉到。
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:是的。
ΣΩ. οὐκοῦν καὶ ἃ μὴ οἶδε, πολλάκις μὲν ἔστι μηδὲ αἰσθάνεσθαι, πολλάκις δὲ αἰσθάνεσθαι μόνον;
苏格拉底:那么对于不认识的事物,不也是常常有可能根本感觉不到,而常常有可能仅仅感觉到吗?
ΘΕΑΙ. ἔστι καὶ τοῦτο.
泰阿泰德:这确实也是。

词汇与语法注释

  1. 192aδεῖ ὧδε λέγεσθαι... ὅτι ὃ μέν τις οἶδεν... — 无人称动词 `δεῖ` 接不定式 `λέγεσθαι`,随后是由 `ὅτι` 引导的从句。该 `ὅτι` 从句的谓语是句末省略了 `ἐστι` 的 `ἀδύνατον`,而其主语是动词不定式 `οἰηθῆναι`。这一复杂的“对格+不定式”结构引入了一系列关于“将某物误认为他物是不可能的”陈述。
  2. 192cἐν οἷς οἶδεν, οἰηθῆναι αὐτὰ ἕτερʼ ἄττα εἶναι... — 此处描述了可能产生错误意见的唯一情况。它以引入关系代词的 `ἐν οἷς`(在……情况下)开始,指代前文的 `τοῖς τοιοῖσδε`。代词 `αὐτὰ`(他所知道的事物)作为不定式 `οἰηθῆναι` 的对格主语。接下来的三个并列分句分别表示将某一类事物误认为是由关系代词吸引(`ὧν` 代替了 `ἐκείνων ἃ`)所表示的另一类事物。

引用这一段

柏拉图, 泰阿泰德篇 §192. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:192

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。