Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §191

灵魂中的蜡板比喻与记忆机制的引入

第 32 段,共 45 段 · 希腊语

内容简介

苏格拉底提出,他们先前关于错误意见之不可能性的协定是错误的,并引入了灵魂中“蜡制印泥板”这一著名比喻,以解释记忆与认知的过程。

§191ΣΩ. οὐκ ἐρῶ σοι πρὶν ἂν πανταχῇ πειραθῶ σκοπῶν.
苏格拉底:在从每一个方向都进行了审视和尝试之前,我不会告诉你。
αἰσχυνοίμην γὰρ ἂν ὑπὲρ ἡμῶν, ἐν ᾧ ἀποροῦμεν, ἀναγκαζομένων ὁμολογεῖν οἷα λέγω.
因为当我们在陷入困境时,如果被迫承认我所说的这类事情,我会为我们感到羞愧。
ἀλλʼ ἐὰν εὕρωμεν καὶ ἐλεύθεροι γενώμεθα, τότʼ ἤδη περὶ τῶν ἄλλων ἐροῦμεν ὡς πασχόντων αὐτὰ ἐκτὸς τοῦ γελοίου ἑστῶτες· ἐὰν δὲ πάντῃ ἀπορήσωμεν, ταπεινωθέντες οἶμαι τῷ λόγῳ παρέξομεν ὡς ναυτιῶντες πατεῖν τε καὶ χρῆσθαι ὅτι ἂν βούληται.
但是,如果我们能找到出路并获得自由,那么那时我们就可以站在荒谬之外,把这些事情说成是别人所遭受的;但如果我们彻底陷入困境,我想,我们就会变得温顺,像晕船的人一样,任凭论证踩踏并随意处置。
ᾗ οὖν ἔτι πόρον τινὰ εὑρίσκω τοῦ ζητήματος ἡμῖν, ἄκουε.
那么,听听我为我们的探究还找到了怎样的出路。
ΘΕΑΙ. λέγε μόνον.
泰阿泰德:你只管说吧。
ΣΩ. οὐ φήσω ἡμᾶς ὀρθῶς ὁμολογῆσαι, ἡνίκα ὡμολογήσαμεν ἅ τις οἶδεν, ἀδύνατον δοξάσαι ἃ μὴ οἶδεν εἶναι αὐτὰ καὶ ψευσθῆναι·
苏格拉底:我说我们之前同意的时候没有正确地同意,即当我们同意“一个人不可能把他不认识的事物,当成是他所认识的那些事物,从而犯错”时。
ἀλλά πῃ δυνατόν.
相反,这在某种程度上是可能的。
ΘΕΑΙ. ἆρα λέγεις ὃ καὶ ἐγὼ τότε ὑπώπτευσα, ἡνίκʼ αὐτὸ ἔφαμεν τοιοῦτον εἶναι, ὅτι ἐνίοτʼ ἐγὼ γιγνώσκων Σωκράτη, πόρρωθεν δὲ ὁρῶν ἄλλον ὃν οὐ γιγνώσκω, ᾠήθην εἶναι Σωκράτη ὃν οἶδα;
泰阿泰德:你是指我当时也怀疑过的那个意思吗? 即当我们说事情就是那样的时候:有时我认识苏格拉底,处在远处看到另一个我不认识的人,便以为他是我所认识的苏格拉底?
γίγνεται γὰρ δὴ ἐν τῷ τοιούτῳ οἷον λέγεις.
因为在你所说的那种情况下,确实会发生这种事。
ΣΩ. οὐκοῦν ἀπέστημεν αὐτοῦ, ὅτι ἃ ἴσμεν ἐποίει ἡμᾶς εἰδότας μὴ εἰδέναι;
苏格拉底:那么,我们难道没有放弃它吗? 因为这会使得我们这些知道我们所知道的事物的人,变得不知道它们了?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:确实如此。
ΣΩ. μὴ γὰρ οὕτω τιθῶμεν, ἀλλʼ ὧδε· ἴσως πῃ ἡμῖν συγχωρήσεται, ἴσως δὲ ἀντιτενεῖ.
苏格拉底:因为我们不要那样设定,而是这样:也许在某种程度上,我们会获得赞同,但也许会遭到反对。
ἀλλὰ γὰρ ἐν τοιούτῳ ἐχόμεθα, ἐν ᾧ ἀνάγκη πάντα μεταστρέφοντα λόγον βασανίζειν.
然而,我们正处于这样一种境地,不得不把每一个论证翻来覆去地加以检验。
σκόπει οὖν εἰ τὶ λέγω.
那么,看看我说的有没有道理。
ἆρα ἔστιν μὴ εἰδότα τι πρότερον ὕστερον μαθεῖν;
一个以前不知道某事的人,后来有没有可能学会它呢?
ΘΕΑΙ. ἔστι μέντοι.
泰阿泰德:确实有可能。
ΣΩ. οὐκοῦν καὶ αὖθις ἕτερον καὶ ἕτερον;
苏格拉底:那么以后也可以一件接一件地学吗?
ΘΕΑΙ. τί δʼ οὔ;
泰阿泰德:为什么不呢?
ΣΩ. θὲς δή μοι λόγου ἕνεκα ἐν ταῖς ψυχαῖς ἡμῶν ἐνὸν κήρινον ἐκμαγεῖον, τῷ μὲν μεῖζον, τῷ δʼ ἔλαττον, καὶ τῷ μὲν καθαρωτέρου κηροῦ, τῷ δὲ κοπρωδεστέρου, καὶ σκληροτέρου, ἐνίοις δὲ ὑγροτέρου, ἔστι δʼ οἷς μετρίως ἔχοντος.
苏格拉底:那么,为了讨论起见,请在我们的灵魂中假定一个蜡制印泥板。 有人的大些,有人的小些;有人的蜡质较纯,有人的较脏、较硬,有些人的较湿,还有些人的软硬适中。
ΘΕΑΙ. τίθημι.
泰阿泰德:我假定如此。
ΣΩ. δῶρον τοίνυν αὐτὸ φῶμεν εἶναι τῆς τῶν Μουσῶν μητρὸς Μνημοσύνης, καὶ εἰς τοῦτο ὅτι ἂν βουληθῶμεν μνημονεῦσαι ὧν ἂν ἴδωμεν ἢ ἀκούσωμεν ἢ αὐτοὶ ἐννοήσωμεν, ὑπέχοντας αὐτὸ ταῖς αἰσθήσεσι καὶ ἐννοίαις, ἀποτυποῦσθαι, ὥσπερ δακτυλίων σημεῖα ἐνσημαινομένους·
苏格拉底:那么,我们就说这是缪斯之母谟涅摩叙涅的礼物。 凡是我们想要记住的——无论是我们看见的、听见的、还是自己想到的,我们都把这块蜡板放在感觉和思考之下,并在上面留下印记,就像用戒指戳印一样。
καὶ ὃ μὲν ἂν ἐκμαγῇ, μνημονεύειν τε καὶ ἐπίστασθαι ἕως ἂν ἐνῇ τὸ εἴδωλον αὐτοῦ· ὃ δʼ ἂν ἐξαλειφθῇ ἢ μὴ οἷόν τε γένηται ἐκμαγῆναι, ἐπιλελῆσθαί τε καὶ μὴ ἐπίστασθαι.
凡是被印上去的,只要它的画像还在,我们就记住并知道它;但凡是被抹去的,或者无法被印上去的,我们就会忘记并且不知道。
ΘΕΑΙ. ἔστω οὕτως.
泰阿泰德:那就这样吧。
ΣΩ. ὁ τοίνυν ἐπιστάμενος μὲν αὐτά, σκοπῶν δέ τι ὧν ὁρᾷ ἢ ἀκούει, ἄθρει εἰ ἄρα τοιῷδε τρόπῳ ψευδῆ ἂν δοξάσαι.
苏格拉底:那么,一个知道这些印记、同时又在审视自己所看或所听之物的人,看看他是否可能会以如下这种方式形成错误意见。
ΘΕΑΙ. ποίῳ δή τινι;
泰阿泰德:到底是以哪种方式呢?
ΣΩ. ἃ οἶδεν, οἰηθεὶς εἶναι τοτὲ μὲν ἃ οἶδε, τοτὲ δὲ ἃ μή.
苏格拉底:把那些他所知道的事物,有时以为是他所知道的,有时又以为是他所不知道的。
ταῦτα γὰρ ἐν τοῖς πρόσθεν οὐ καλῶς ὡμολογήσαμεν ὁμολογοῦντες ἀδύνατα.
因为我们之前同意这些是不可能的时候,没有正确地同意。
ΘΕΑΙ. νῦν δὲ πῶς λέγεις;
泰阿泰德:而你现在怎么说呢?

词汇与语法注释

  1. 191aἀναγκαζομένων — 属格分词 ἀναγκαζομένων 与前文中的 ἡμῶν(ὑπὲρ ἡμῶν 的一部分)相一致,而非语法上独立的属格绝对结构(genitive absolute)。它作为形容词性修饰 ἡμῶν:“在我们处于困境中,并且被迫承认……”
  2. 191aπαρέξομεν — 此处作不及物动词使用,省略了反身代词 ἑαυτούς(“我们将使我们自己”)。随后的不定式 πατεῖν τε καὶ χρῆσθαι 表示结果或目的(“被踩踏和处置”)。
  3. 191bἅ τις οἶδεν, ἀδύνατον δοξάσαι ἃ μὴ οἶδεν εἶναι αὐτὰ καὶ ψευσθῆναι — 这一复杂的“对格+不定式”结构构成了先前协定的内容。ἀδύνατον [εἶναι] 是谓语,主语是不定式 δοξάσαι(形成意见)。在此结构中,ἃ μὴ οἶδεν(一个人不知道的事物)是思考的对象,而 εἶναι αὐτά(是那些[他所知道的]事物)是谓语性补足语,其中 αὐτά 指代前文的 ἅ τις οἶδεν。
  4. 191dὑπέχοντας αὐτό — 对格复数分词 ὑπέχοντας(“置于……之下”)与不定式结构中省略的主语(如 ἡμᾶς “我们”或一般意义上的“人”)相一致。αὐτό 是中性单数对格代词,指代前文的 ἐκμαγεῖον(蜡板)。
  5. 191eἃ οἶδεν, οἰηθεὶς εἶναι τοτὲ μὲν ἃ οἶδε, τοτὲ δὲ ἃ μή — 对格 ἃ οἶδ放在解释的开头以示强调。它作为分词 οἰηθείς(“以为/认为[它们]是……”)所描述的心灵活动的宾语,即他将自己知道的事物(ἃ οἶδεν)误认为是自己知道的事物(ἃ οἶδε)或不知道的事物(ἃ μή)。

引用这一段

柏拉图, 泰阿泰德篇 §191. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:191

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。