§180ΘΕΟ. παντάπασι μὲν οὖν.
德奥多洛斯:确实完全如此。
καὶ γάρ, ὦ Σώκρατες, περὶ τούτων τῶν Ἡρακλειτείων ἤ, ὥσπερ σὺ λέγεις, Ὁμηρείων καὶ ἔτι παλαιοτέρων, αὐτοῖς μὲν τοῖς περὶ τὴν Ἔφεσον, ὅσοι προσποιοῦνται ἔμπειροι, οὐδὲν μᾶλλον οἷόν τε διαλεχθῆναι ἢ τοῖς οἰστρῶσιν.
因为,苏格拉底,关于这些赫拉克利特派的人,或者如你所说的荷马派以及更古老的人,要与以弗所一带那些自称行家的人进行辩论,并不比跟被牛虻叮得发狂的人辩论更容易。
ἀτεχνῶς γὰρ κατὰ τὰ συγγράμματα φέρονται, τὸ δʼ ἐπιμεῖναι ἐπὶ λόγῳ καὶ ἐρωτήματι καὶ ἡσυχίως ἐν μέρει ἀποκρίνασθαι καὶ ἐρέσθαι ἧττον αὐτοῖς ἔνι ἢ τὸ μηδέν· μᾶλλον δὲ ὑπερβάλλει τὸ οὐδʼ οὐδὲν πρὸς τὸ μηδὲ σμικρὸν ἐνεῖναι τοῖς ἀνδράσιν ἡσυχίας.
因为他们简直就是完全照着自己的书本乱动,至于停留在某个论证和问题上,按顺序安静地答问,对他们来说甚至比什么都没有(零)还要少;或者说,“一点安静也没有”还不足以形容这群人身上毫无安静可言。
ἀλλʼ ἄν τινά τι ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγματώδη ἀνασπῶντες ἀποτοξεύουσι, κἂν τούτου ζητῇς λόγον λαβεῖν τί εἴρηκεν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ.
但是如果你问某人任何一个问题,他们就像从箭袋里拔出谜一般的字眼一样射出来,如果你想得到这个字眼的理由,问他说了什么,你就会被另一个重新命名过的新字眼所击中。
περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν· οὐδέ γε ἐκεῖνοι αὐτοὶ πρὸς ἀλλήλους, ἀλλʼ εὖ πάνυ φυλάττουσι τὸ μηδὲν βέβαιον ἐᾶν εἶναι μήτʼ ἐν λόγῳ μήτʼ ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσιμον εἶναι· τούτῳ δὲ πάνυ πολεμοῦσιν, καὶ καθʼ ὅσον δύνανται πανταχόθεν ἐκβάλλουσιν.
你永远无法与他们中的任何人得出任何结论;他们彼此之间也是如此,而是极力防范不让任何东西稳定下来,无论是在论证中还是在他们自己的灵魂中,我想,这是因为他们认为“稳定”本身就是一种停滞,他们极力反对这一点,并竭力将其从各处驱逐出去。
ΣΩ. ἴσως, ὦ Θεόδωρε, τοὺς ἄνδρας μαχομένους ἑώρακας, εἰρηνεύουσιν δὲ οὐ συγγέγονας· οὐ γὰρ σοὶ ἑταῖροί εἰσιν.
苏格拉底:德奥多洛斯,也许你只是见过他们争吵,但当他们和平相处时,你并没有和他们在一起;因为他们不是你的同伴。
ἀλλʼ οἶμαι τὰ τοιαῦτα τοῖς μαθηταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὑτοῖς ποιῆσαι.
但是,我想,他们在闲暇时会把这些东西传授给那些他们希望使其变得和自己一样的弟子们。
ΘΕΟ. ποίοις μαθηταῖς, ὦ δαιμόνιε;
德奥多洛斯:奇妙的人啊,什么弟子?
οὐδὲ γίγνεται τῶν τοιούτων ἕτερος ἑτέρου μαθητής, ἀλλʼ αὐτόματοι ἀναφύονται ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιάσας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται εἰδέναι.
在这类人中,绝不会有一个人成为另一个人的弟子,而是当他们中的每一个人在偶然受到启示而狂热时,就自发地生长出来,并且每一个人都认为另一个人一无所知。
παρὰ μὲν οὖν τούτων, ὅπερ ᾖα ἐρῶν, οὐκ ἄν ποτε λάβοις λόγον οὔτε ἑκόντων οὔτε ἀκόντων· αὐτοὺς δὲ δεῖ παραλαβόντας ὥσπερ πρόβλημα ἐπισκοπεῖσθαι.
因此,正像我正要说的那样,你永远无法从这些人那里得到任何论证,无论他们是自愿还是不自愿;而是我们必须把这当作一个课题,自己拿过来加以考察。
ΣΩ. καὶ μετρίως γε λέγεις.
苏格拉底:你说得很合理。
τὸ δὲ δὴ πρόβλημα ἄλλο τι παρειλήφαμεν παρὰ μὲν τῶν ἀρχαίων μετὰ ποιήσεως ἐπικρυπτομένων τοὺς πολλούς, ὡς ἡ γένεσις τῶν ἄλλων πάντων Ὠκεανός τε καὶ Τηθὺς ῥεύματα ὄντα τυγχάνει καὶ οὐδὲν ἕστηκε, παρὰ δὲ τῶν ὑστέρων ἅτε σοφωτέρων ἀναφανδὸν ἀποδεικνυμένων, ἵνα καὶ οἱ σκυτοτόμοι αὐτῶν τὴν σοφίαν μάθωσιν ἀκούσαντες καὶ παύσωνται ἠλιθίως οἰόμενοι τὰ μὲν ἑστάναι, τὰ δὲ κινεῖσθαι τῶν ὄντων, μαθόντες δὲ ὅτι πάντα κινεῖται τιμῶσιν αὐτούς;
但我们所接过的这一课题,难道不是从古人那里得来的吗? 他们用诗歌向大众隐瞒,说万物的产生其实就是俄刻阿诺斯和忒堤斯这流动,没有任何东西是静止的;而后来的人们则因为更聪明,公然予以论证,以便连鞋匠们听了也能学习他们的智慧,不再愚蠢地认为存在的万物中有些是静止的、有些是运动的,而是学会了万物都在运动,从而尊崇他们?
ὀλίγου δὲ ἐπελαθόμην, ὦ Θεόδωρε, ὅτι ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφήναντο,
"
οἷον ἀκίνητον τελέθει τῷ παντὶ ὄνομʼ εἶναι
"
καὶ ἄλλα ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τούτοις διισχυρίζονται, ὡς ἕν τε πάντα ἐστὶ καὶ ἕστηκεν αὐτὸ ἐν αὑτῷ οὐκ ἔχον χώραν ἐν ᾗ κινεῖται.
德奥多洛斯,我差点忘了,另一些人反而发表了与这些相反的观点, “对全体而言,不动就是它的名字” 以及其他所有像梅里苏斯和巴门尼德他们所坚称的,与所有这些相反的观点:万物是一,并且它自身在自身中静止,没有其运动的空间。
§181ΣΩ. τούτοις οὖν, ὦ ἑταῖρε, πᾶσι τί χρησόμεθα;
苏格拉底:那么,朋友,我们要如何对待所有这些观点呢?
κατὰ σμικρὸν γὰρ προϊόντες λελήθαμεν ἀμφοτέρων εἰς τὸ μέσον πεπτωκότες, καὶ ἂν μή πῃ ἀμυνόμενοι διαφύγωμεν, δίκην δώσομεν ὥσπερ οἱ ἐν ταῖς παλαίστραις διὰ γραμμῆς παίζοντες, ὅταν ὑπʼ ἀμφοτέρων ληφθέντες ἕλκωνται εἰς τἀναντία.
因为在一点点前进的过程中,我们不知不觉地掉到了两者的中间,如果我们不能在某处防卫并逃脱,我们就会像角力场里在界线两边玩游戏的人一样,被双方抓住并往相反的方向拉,受到惩罚。
δοκεῖ οὖν μοι τοὺς ἑτέρους πρότερον σκεπτέον, ἐφʼ οὕσπερ ὡρμήσαμεν, τοὺς ῥέοντας, καὶ ἐὰν μέν τι φαίνωνται λέγοντες, συνέλξομεν μετʼ αὐτῶν ἡμᾶς αὐτούς, τοὺς ἑτέρους ἐκφυγεῖν πειρώμενοι· ἐὰν δὲ οἱ τοῦ ὅλου στασιῶται ἀληθέστερα λέγειν δοκῶσι, φευξόμεθα παρʼ αὐτοὺς ἀπʼ αὖ τῶν τὰ ἀκίνητα κινούντων.
因此,在我看来,我们必须先考察我们最初针对的一方,即流变派,如果他们看起来说得有些道理,我们就跟他们一起拉,试图避开另一方;但如果主张全体静止的人看起来说得更真实,我们就逃往他们那里,避开那些让不动者运动的人。
ἀμφότεροι δʼ ἂν φανῶσι μηδὲν μέτριον λέγοντες, γελοῖοι ἐσόμεθα ἡγούμενοι ἡμᾶς μὲν τὶ λέγειν φαύλους ὄντας, παμπαλαίους δὲ καὶ πασσόφους ἄνδρας ἀποδεδοκιμακότες.
如果双方看起来都说得不合情理,我们将是非常滑稽的,因为我们自己是无用的人,却在否定了古代极聪明的先贤之后,还以为自己说出了什么道理。
ὅρα οὖν, ὦ Θεόδωρε, εἰ λυσιτελεῖ εἰς τοσοῦτον προϊέναι κίνδυνον.
看啊,德奥多洛斯,涉入如此大的危险是否值得。
ΘΕΟ. οὐδὲν μὲν οὖν ἀνεκτόν, ὦ Σώκρατες, μὴ οὐ διασκέψασθαι τί λέγουσιν ἑκάτεροι τῶν ἀνδρῶν.
德奥多洛斯:苏格拉底,如果不仔细考察这两组人各自说了什么,那是绝对无法容忍的。
ΣΩ. σκεπτέον ἂν εἴη σοῦ γε οὕτω προθυμουμένου.
苏格拉底:既然你如此热心,那我们必须考察。
δοκεῖ οὖν μοι ἀρχὴ εἶναι τῆς σκέψεως κινήσεως πέρι, ποῖόν τί ποτε ἄρα λέγοντές φασι τὰ πάντα κινεῖσθαι.
在我看来,考察的起点是关于运动,他们说“万物都在运动”时,到底说的是哪种运动。
βούλομαι δὲ λέγειν τὸ τοιόνδε· πότερον ἕν τι εἶδος αὐτῆς λέγουσιν ἤ, ὥσπερ ἐμοὶ φαίνεται, δύο;
我想说明的是:他们是指运动的一种形式,还是像我所看出的那样,是两种?
μὴ μέντοι μόνον ἐμοὶ δοκείτω, ἀλλὰ συμμέτεχε καὶ σύ, ἵνα κοινῇ πάσχωμεν ἄν τι καὶ δέῃ.
不过,不要仅凭我一个人这样看,你也参与进来,以便无论发生什么我们都能共同承受。
καί μοι λέγε· ἆρα κινεῖσθαι καλεῖς ὅταν τι χώραν ἐκ χώρας μεταβάλλῃ ἢ καὶ ἐν τῷ αὐτῷ στρέφηται;
告诉我:当某物从一个地方改变到另一个地方,或者在同一个地方转动时,你称之为运动吗?
ΘΕΟ. ἔγωγε.
德奥多洛斯:是的。
ΣΩ. τοῦτο μὲν τοίνυν ἓν ἔστω εἶδος.
苏格拉底:那么,这就算是一种形式。
ὅταν δὲ ᾖ μὲν ἐν τῷ αὐτῷ, γηράσκῃ δέ, ἢ μέλαν ἐκ λευκοῦ ἢ σκληρὸν ἐκ μαλακοῦ γίγνηται, ἤ τινα ἄλλην ἀλλοίωσιν ἀλλοιῶται, ἆρα οὐκ ἄξιον ἕτερον εἶδος φάναι κινήσεως;
但是,当它留在同一个地方,却变老,或者从白变黑、从硬变软,或者发生任何其他的异质变化时,难道不值得说这是运动的另一种形式吗?
ΘΕΟ. ἀναγκαῖον μὲν οὖν.
德奥多洛斯:必然如此。
ΣΩ. δύο δὴ λέγω τούτω εἴδει κινήσεως, ἀλλοίωσιν, τὴν δὲ φοράν.
苏格拉底:那么,我说运动有这两种形式:变异(质变),以及另一种,位移(位置移动)。
ΘΕΟ. ὀρθῶς γε λέγων.
德奥多洛斯:你说得很正确。
ΣΩ. τοῦτο τοίνυν οὕτω διελόμενοι διαλεγώμεθα ἤδη τοῖς τὰ πάντα φάσκουσιν κινεῖσθαι καὶ ἐρωτῶμεν· πότερον πᾶν φατε ἀμφοτέρως κινεῖσθαι, φερόμενόν τε καὶ ἀλλοιούμενον, ἢ τὸ μέν τι ἀμφοτέρως, τὸ δʼ ἑτέρως;
苏格拉底:既然我们已经这样划分了,现在让我们与那些声称万物都在运动的人辩论,并问他们:你们是说一切都在以这两种方式运动,即在位移的同时也在变异,还是说有些是以两种方式,有些是以其中一种方式运动?
ΘΕΟ. ἀλλὰ μὰ Δίʼ ἔγωγε οὐκ ἔχω εἰπεῖν· οἶμαι δʼ ἂν φάναι ἀμφοτέρως.
德奥多洛斯:凭宙斯起誓,我可说不出来;但我认为他们会说是以两种方式。
ΣΩ. εἰ δέ γε μή, ὦ ἑταῖρε, κινούμενά τε αὐτοῖς καὶ ἑστῶτα φανεῖται, καὶ οὐδὲν μᾶλλον ὀρθῶς ἕξει εἰπεῖν ὅτι κινεῖται τὰ πάντα ἢ ὅτι ἕστηκεν.
苏格拉底:否则的话,朋友,在他们看来运动的东西和静止的东西将同时存在,而说“万物都在运动”并不会比说“万物都静止”更正确。
ΘΕΟ. ἀληθέστατα λέγεις.
德奥多洛斯:你说得最真实不过了。